Ancient Greek · ~20 min
ΚΕΦΑΛ. ΙΔʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΔʹ.1
Not analysed yet
Σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους. Ἡ Ἐκκλησία διὰ τῆς ὑπομονῆς καὶ ἐλπίδος τοῦ Χριστοῦ ἀνῳκοδόμησεν ἑαυτῇ οἶκον, τουτέστιν, ἀνήγειρε καὶ ἀνώρθωσε τῇ διδαχῇ καὶ πίστει τοὺς προσιόντας αὐτῇ. Ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς· ὅπερ ἐστὶν, ἡ αἵρεσις παραίτιος ἑαυτῇ θανάτου αἰωνίου γεγενημένη. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Οὐχὶ ὁ φόβος ἁπλῶς ποιεῖ μόνον τὸ ὀρθῶς πορεύεσθαι, ἀλλὰ καὶ τὸ φοβεῖσθαι τὸν Θεόν· ὡς γὰρ ἀσεβὴς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονεῖ, οὕτως ὁ εὐσεβὴς φοβεῖται· ὥστε καὶ κατὰ τοῦτο ὁ ἐνάρετος βίος, καλός· ὅτι καὶ ὁ φόβος προστιθέμενος εὐλαβεστέρους ποιεῖ. Ἐκ στόματος ἀφρόνων, βακτηρία ὕβρεως. [Ibid.] Καὶ μὴν σὺ πρὸ τούτου ἔλεγες· Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον· πῶς ἐνταῦθα τὸ αὐτὸ δίδως τῷ ἀνοήτῳ; οὐκ ἴσως, φησί· καὶ γὰρ καὶ τοῦτο βακτηρία· ἀλλὰ τοῦτο μὲν, ὕβρεως· ἐκεῖνο δὲ, ἐπιεικείας· τὸ μὲν, ποιεῖ τὴν ὕβριν· τὸ δὲ, διορθοῖ· οὕτως εἰσὶν ἐπαχθεῖς, ὡς αὐτοὶ οἱ πλήττοντες· ἔνεστι μὲν γὰρ καὶ ὑβρίσαι καὶ ἐλέγξαι, ἀλλὰ μετὰ σοφίας· τὸ δὲ μετὰ ταύτης γινόμενον, οὔτε ἀηδὲς, οὔτε φορτικὸν, οὔτε βαρύ· κἂν μὲν ἐπαινῇ ὁ ἀνόητος, ὕβρεως χεῖρον· κἂν ὑβρίζῃ ὁ συνετὸς, ἐπαίνων ἴσον· τοῦτο καί τις σοφός φησι· Κἂν ἐπαινῶν μεγάλῃ τῇ φωνῇ τοῦτο ποιῇ, ὡς ὄνειδος εἶναι δέξαι τὸ λεγόμενον. Οὗ μὴ εἰσὶ βόες, φάτναι καθαραί, κ. τ. λ. Ἐμοὶ τοῦτο δοκεῖ λέγειν, ὅτι ἀργὸς μυρίαν ὑπομένει ζημίαν καὶ πενίαν· ἢ εἰ μὴ τοῦτο· ὅτι οὐκ ἔστι, μὴ προσέμενόν τι καρπώσασθαι, ὅτι δεῖ βοῶν φείδεσθαι· ὅτι χρὴ οἰκονομικὸν εἶναι· ὅτι πολλὴν πρόνοιαν ἔχειν γεωργίας. Ἢ οὕτως· οὗ μὴ εἰσὶν οἱ διδάσκοντες, τὰ δοχεῖα τῶν διδασκάλων κενά· ἡ ἰσχὺς δὲ τοῦ διδάσκοντος δείκνυται ἔνθα πολλὰ τὰ γεννήματα. Ζητήσεις σοφίαν παρὰ κακοῖς, καὶ οὐχ εὑρήσεις. [Ibid.] Οὐ συμπλέκεται γὰρ τῇ κακίᾳ ἡ σοφία. Οἰκίαι παρανόμων ὀφειλήσουσι καθαρισμόν. Ἐπὶ ψάμμου γὰρ ἔχουσαι τὸν θεμέλιον, ὀφείλουσι καθαρισμὸν, ἵνα καθαροὶ γενόμενοι ἴδωσι τὸν Θεόν· οἱ δὲ ἀκούοντες τοὺς Ἰησοῦ λόγους καὶ ποιοῦντες αὐτοὺς, οἰκοδομοῦσι τὴν ἑαυτῶν οἰκίαν ἐπὶ τὴν πέτραν. Ἄκακος πιστεύει παντὶ λόγῳ. Ὁ ἐπιπολαίως τὴν ἀκοὴν, ἀδιάκριτος· ἀνοίας γὰρ τὸ παντὶ πιστεύειν ἁπλῶς· ὁ δὲ φρόνιμος, κἂν ἐκ πρώτης πεισθῇ φαντασίας, μεταγινώσκει καὶ ἐπιλογίζεται. Ὀλισθήσουσι κακοὶ ἔναντι ἀγαθῶν. Ἀδύνατος γὰρ οὖσα συνυπάρχειν, ὡς ἐναντία τῇ κακίᾳ ἡ ἀρετὴ, ἐν τῷ παρεῖναι, ταύτῃ πεσεῖται. Καὶ ἀσεβεῖς θεραπεύσουσι θύρας δικαίων· ἀσεβεῖς δὲ μετανοοῦντες, ἐπὶ θύρας ἴασιν ἀγαθῶν· θεραπεύει δὲ νῦν, οὐ τὸ ἰᾶσθαι, τὸ δὲ δουλεύειν ὡς διδασκάλοις ληπτέον. Στέφανος σοφῶν, πλοῦτος αὐτῶν. Τί λέγεις; Πλοῦτος ἡ δόξα σοφῶν; Ναὶ, φησίν· οὐχ ὅτι αὐτοῖς οὗτος προστίθησι δόξαν, ἀλλ' ὅτι δυνατοὶ εἰς δέον αὐτῷ χρήσασθαι, καὶ μηδὲν ἀπ' αὐτοῦ καρπώσασθαι κακόν· διὸ καί τίς φησιν· Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; Κτήσασθαι γὰρ σοφίαν ἀσύνετος οὐ δυνήσεται. Πρόσταγμα Κυρίου, πηγὴ ζωῆς. [ibid.] Πηγὴ οὖσα οὐδέποτε διαλιμπάνει, ἀλλ' ἀεὶ ἀναβλύζει τήν τε παροῦσαν ζωὴν καὶ τὴν μέλλουσαν· καὶ ἐν τῷ χορηγεῖν ἀγαθὰ, κακῶν ἀποτρέπει. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως· ἐν δὲ ἐκλείψει λαοῦ, συντριβὴ δυνάστου. Ὁ μὲν βασιλεὺς ἐν ἑτέροις ἔχει τὴν ἰσχὺν καὶ τὴν δόξαν· ὁ δὲ τὸν Θεὸν φοβούμενος, ἐν ἑαυτῷ· δοκεῖ δέ μοι διὰ τούτων παραινεῖν τοῖς τε ἄρχουσι καὶ ἀρχομένοις, εἴκειν ἀλλήλοις· οἷον ὡς (ἐν) ἐκείνοις ἔχων τὴν ἰσχὺν, οὕτως διάκεισο. Μακρόθυμος ἀνὴρ, πολὺς ἐν φρονήσει· ὁ δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄφρων. [Ibid.] Ὅρα ἐν ἑκατέρῳ τὴν ἐπίτασιν· πολὺς, καὶ ἰσχυρῶς· οὐδὲν γὰρ οὕτως ἀνοίας τεκμήριον, ὡς ἡ ὀλιγοψυχία· καὶ οὐδὲν οὕτως φρονήσεως ἐντελοῦς, ὡς ἡ μακροθυμία· πῶς ἄν τις μακροθυμήσῃ, ἢ τῷ σφόδρα ἀκριβῶς ἐξετάζειν πάντα; Ὁ πραΰθυμος ἀνὴρ ἰᾶται τὸ θυμικὸν τῆς καρδίας πάθος· κρατήσας γὰρ τῆς ὀργῆς καὶ τοῦ θυμοῦ, αὐτὴν ταραττομένην ὑπ' αὐτοῦ ἰᾶται· σὴς δὲ ὀστέων ἡ συνετὴ νόησις εἰς τὰς τῆς ψυχῆς δυνάμεις εἰσδύνουσα, ἀνατέμνει αὐτὰς καὶ τρέφεσθαι βούλεται. Ὁ συκοφαντῶν πένητα, παροξύνει τὸν ποιήσαντα αὐτόν. Δύο ἁμαρτίαι ἐνταῦθα, καὶ συκοφαντίαι, καὶ κατὰ πένητος· διὰ τί δὲ παροξύνει τὸν ποιήσαντα αὐτόν; Ὅτι αὐτὸς αὐτὸν ἐποίησε πένητα, καὶ εὐχείρωτον τῇ γλώττῃ τῇ σῇ τοῦ συκοφάντου. Ὁ δὲ τιμῶν αὐτὸν, ἐλεεῖ πτωχόν. Καὶ μὴν εἰ αὐτὸς αὐτὸν ἐποίησε, τίνος ἕνεκεν ἐλεεῖσθαι χρή; Καὶ γὰρ ἤκουσα πολλῶν τοῦτο λεγόντων· Τίνος ἕνεκεν ἐλεῆσαι πένητα δεῖ; εἰ ἐφίλει αὐτὸν ὁ Θεὸς, οὐκ ἂν αὐτὸν πένητα ἐποίησε. Μέχρι τίνος παίζομεν εἰς τὴν σωτηρίαν τὴν ἡμετέραν; μέχρι τίνος γελῶμεν, ἐφ' οἷς τρέμειν ἐχρῆν καὶ δεδοικέναι καὶ φρίττειν τὸν μιαρὸν τὸν μυρίων γέμοντα κακῶν· τίνα ἐφίλει; Τὸν Λάζαρον, ἢ τὸν πλούσιον; Ταῦτα ἡμᾶς ἀπόλωλεν, ὅτι εἰς ἀστεῖα διαλυόμεθα. Ὁ πεποιθὼς, τουτέστιν ὁ καθαρὸς καὶ θαῤῥῶν τῷ Θεῷ, τῇ ἑαυτοῦ δὲ ὁσιότητι δίκαιος· παρ' ὅσον οὐδεὶς ταῖς ἑτέρου πράξεσι σώζεται ἢ ἀπόλλυται. Ἐν καρδίᾳ ἀγαθοῦ ἀναπαύεται σοφία, κ. τ. λ. Τουτέστι ῥιζωθήσεται, βαθυνθήσεται, φυλαχθήσεται ὡς ἐν ἀσφαλεστάτῳ χωρίῳ· οὐ διαγινώσκεται δὲ σοφία ἐν ἄφροσιν, ἐπεὶ οὐ κατοικήσει ἐν σώματι ἁμαρτίας καταχρέῳ. Δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων. Πάλιν ἀπὸ τῶν ἀνθρωπίνων αὐτοὺς ἐνάγει, καὶ ἀπάγει ἀργίας· καὶ γὰρ καὶ βασιλεὺς οὐδὲν ἕτερον ζητεῖ, ἀλλ' εὔνοιαν· ἢ ὅτι τυγχάνει ἀποδοχῆς ὁ ὑπηρετῶν μετὰ λογισμοῦ. Τῇ δὲ ἑαυτοῦ εὐστροφίᾳ ἀφαιρεῖται ἀτιμίαν. Κἄν τι παρίδῃ τὴν ἐντεῦθεν ἀτιμίαν, διορθοῦται συνέσει.