Ancient Greek · ~20 min
ΚΕΦΑΛ. ΙΕʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΕʹ.1
Not analysed yet
Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους· ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν· λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. Ἄρα παρ' ἡμῖν τὸ πᾶν, τὸ καὶ ἐγείρειν καὶ κατευνάζειν· οὐκ ἄρα ὁ ὀργιζόμενος Κύριος, ἀλλ' ἡμεῖς, τοῦ ἐκεῖνον ὀργίζεσθαι, ἢ μὴ, παρασκευάζοντες· εἰ δὲ φρονίμους [ὀργὴ] ἀπόλλυσι, πόσῳ μᾶλλον περὶ ὧν εἴρηται, Ἄφρονα ἀναιρεῖ ὀργή; ὃ δὴ συμβαίνει καὶ τὸν φρόνιμον ἐξ ἀπροσεξίας παθεῖν. Ὑποπίπτουσα δὲ [ἀπόκρισις] ἀποστρέφει θυμὸν, ἤγουν ἡ τοῦ ἀποκρινομένου κατάστασις, ταπεινὴ φαινομένη, καὶ τραχὺ μηδὲν ἔχουσα. Ἴασις γλώσσης, δένδρον ζωῆς. Ἰᾶται δὲ γλῶσσα μὴ ἁμαρτάνουσα λόγῳ· νόσος γὰρ γλώττης, ἡ δι' αὐτῆς ἁμαρτία· Πνεύματος δὲ τοῦ ἁγίου δηλονότι πλησθήσεται ὁ συντηρῶν ταύτην καὶ μὴ ἁμαρτάνων ἐν γλώσσῃ. Χείλη σοφῶν δέδεται αἰσθήσει· καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. Ὅρα τούτους μὲν καὶ ἔξωθεν ἀσφαλεῖς ἀπὸ γλώσσης καὶ λελογισμένους, ἐκείνους δὲ, οὐδὲ ἔνδον· ἀπὸ γὰρ καρδίας διέφθαρται. Ἢ ὅτι κινοῦσιν οἱ φαῦλοι εἰς τὸ λέγειν τὴν γλῶτταν, τῆς τῶν λεγομένων ἀναισθητοῦντες δυνάμεως· σοφοὶ δὲ διὰ τὴν αἴσθησιν τὰ χείλη δεσμοῦσιν. Οἱ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. [Ibid.] Ἢ τῷ ἐπιτιμᾶσθαι, ἢ τῷ ἔχειν λόγων ἀπόδειξιν· σοφισταῖς γὰρ περιπεσόντες, οὐδὲν λέγειν δυνήσονται· ἢ καὶ τὰς ἐντολὰς ἐλέγχους εἶπεν· αὖται γὰρ ἡμᾶς ἐλέγχουσιν ἁμαρτάνοντας. ᾍδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; ᾯ πάντα ἐστὶ δῆλα, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; Τοῦτο γὰρ μάλιστα διώρθουν, οἱ τό τε τῇ διανοίᾳ καὶ τοῖς κρύφα γινομένοις ἐπιστῆσαί τινα ὀφθαλμὸν, προνοητικὸν, δικαστὴν, καὶ ἐξεταστὴν φάσκοντες. Οὐ τὴν παντελῆ δὲ νῦν ἀπώλειαν εἶπεν, ἀλλὰ καθ' ἢν λανθάνει τὰ τῶν ἄλλων αἴσθησιν διαφεύγοντα· ἀπώλεια ἥτις ἔστι γείτων τοῦ ᾅδου. Σοφῶν γὰρ τοῦτό ἐστιν ἴδιον, ἐλέγχειν τοὺς κακῶς πράττοντας· οὐδὲν γὰρ οὕτως δείκνυσι τὸ τῆς σοφίας ἔργον, ὡς τὸ κοινωφελῶς ζῇν. Καρδίας εὐφραινομένης πρόσωπον θάλλει. Τοῦτο τίνος ἕνεκεν εἴρηται; Ἵνα ἐκείνην ποιῶμεν εὐφραίνεσθαι διὰ δικαιοσύνης, καὶ μὴ σῶμα λιπαίνωμεν. Οἱ γὰρ ἐπιθυμοῦντες δικαιοσύνης εὐφραίνουσι τὴν ψυχὴν αὐτῶν· ἢ εὐφραίνεται διὰ τῶν ἀρετῶν, λυπεῖται δὲ διὰ τῶν ἁμαρτιῶν. Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, κ. τ. λ. [Ibid.] Αἴσθησιν σοφίας, ἵνα γένηται σοφή· κακὰ δὲ ἢ τὰ κακωτικὰ, ἢ τὴν δι' ὑπερβολὴν κακίαν· Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά. Ὥστε κἂν μὴ συμβῇ, κἂν μὴ ἔλθῃ εἰς τέλος, ἀλλ' ὅμως ἡ ἐλπὶς θορυβεῖ, προορῶσι ταραχάς· ἢ ὅτι ἀκόλουθον ταῖς αὐτῶν πράξεσιν ἐνδέχονται τιμωρίαν. Κρείσσων ξενισμὸς μετὰ λαχάνων, κ. τ. λ. [Ibid.] Τί φησι, λέγω· ἐπὶ τοῦ φόβου τοῦ Θεοῦ, ἐπὶ τῆς φιλίας τῶν ἀνθρώπων, ἂν αὐτὴ προσῇ, βελτίω τὰ ἐλάττονα, ἢ τὰ πολλά· οὐ γὰρ ἐν τῇ πολυτελείᾳ ἡ ἡδονὴ, ἀλλ' ἐν τῇ ἡδονῇ τὸ πολυτελὲς, ὥς φησιν Ἡσίοδος. Παρορῶν γὰρ ἁμαρτήματα, τὰς ἐπ' αὐτοῖς σβέννυσι κρίσεις. Ὁ ἀνόητος οὐδὲν ποιεῖ μετὰ λογισμοῦ· ὁ δὲ φρόνιμος κατευθύνει, τουτέστι δείκνυσι τὴν μεθ' ἑκουσίου γνώμης πρᾶξιν. Τουτέστιν οἱ καταφρονοῦντες διασκοπεῖσθαι μετ' ἄλλων τὰ δέοντα, καταφρονοῦσι βουλῆς· διὸ καὶ ἀστατοῦσι, δοκοῦντες εἶναί τι μηδὲν ὄντες. Δεῖ οὖν μὴ καθ' ἑαυτόν τινα βουλεύεσθαι, ἀλλὰ μετὰ πολλῶν. Τὸ δὲ ἐν καρδίᾳ βουλευομένων, ἀντὶ τοῦ ἐν τῇ διανοίᾳ. Ὁδοὺς λέγει ζωῆς, τὰς πρακτικὰς ἀρετὰς, τὰς φερούσας ἐπὶ τὴν γνῶσιν. Τοὺς λόγους καὶ τὰς πράξεις τῶν ὑπερηφάνων κατασπᾷ Κύριος, τὸν δὲ οἶκον στηρίζει τῆς τούτων χηρευούσης ψυχῆς. Οὐκ ἄρα ἐν πράξεσιν μὲν οὐδὲ ἐν λόγοις, ἀλλὰ καὶ ἐν διανοίᾳ πολλὴ ἡ ἐξέτασις καὶ ἀκρίβεια. Οἱ γὰρ καθαρὰν ἔχοντες τὴν καρδίαν, οὐ μόνον τοὺς λογισμοὺς, ἀλλὰ καὶ τὰ ἀποφθέγματα σεμνὰ ἔχουσιν. Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, κ. τ. λ. [Ibid.] Ἑαυτὸν, οὐχὶ τὸν διδόντα· καθ' ἑαυτοῦ δέχεται· λαμβάνει τὴν μάχαιραν· πολλὰ γὰρ ἀναγκάζεται πονηρὰ πράττειν. —Οὐ μόνον γὰρ δεῖ μὴ λαμβάνειν, ἀλλὰ καὶ μισεῖν· οὐδὲ γὰρ ὁ μὴ λαμβάνων ἤδη καὶ μισεῖ. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. Εἶπε φάρμακα τραυμάτων· εἶπε καὶ ὁδὸν δι' ἧς οὐδὲ τραύματα ἔσται· οὐχ ἁπλῶς δὲ εἶπε καθαίρονται, ἀλλ' ἀποκαθαίρονται. Ἢ οὕτως· Χρὴ γὰρ μὴ μόνον ἐλεεῖν, ἀλλὰ καὶ εἰδέναι τὸν ἐντειλάμενον σώζειν πίστιν ὀρθήν. Καρδίαι δικαίων μελετῶσι πίστεις. Ἡ τῆς τοιαύτης καρδίας μελέτη ἐνώπιόν ἐστι τοῦ Θεοῦ· διὸ καὶ πίστις τὸ μελετώμενον· ὧν ἐστερημένος ὁ ἀσεβὴς, ἀπὸ πονηρᾶς καρδίας προσφέρεται λόγος· Διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. Ἀφοσιώσαντες γὰρ ἑαυτοὺς τῷ Θεῷ, μεσιτεύουσι καὶ ἑτέρους φίλους Θεῷ γενέσθαι. Αὐτῇ γὰρ ἔγνωσαν τῇ πράξει τὸ οὐ ποιήσεις μάχην, εἰρηνεύσεις δὲ μαχομένους. Μακρὰν ἀπέχει ὁ Θεὸς τῶν ἀσεβῶν. [Ibid.] Μακρὰν οὐ τόπῳ ἀλλὰ γνώμης ἐναντιότητι· ὡς δὲ ἐγγὺς οἱ δίκαιοι τοῦ Θεοῦ, πρόδηλον ὡς οὐ τόπῳ, εὐχόμενοι ἀκούονται· Κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης. Κατ' ἀρετήν τις προκόπτων, ἐπὶ κρεῖττον ἀπ' ἀρετῆς διαβαίνει· ὑπερβαίνοντος δὲ, τὸ μηδὲ ὅλως εἰδέναι, ἀλλ' ὑπερβαίνειν ἐξ ἑτέρων εἰς ἕτερον. Φήμη ἀγαθὴ πιαίνει ὀστᾶ. Ἤτοι ἣν ἀκούῃ, ἢ ἢν αὐτὸς ἑαυτῷ περιποιεῖται. Ἐπιῤῥώννυσι δὲ τὰ εὔτονα τῆς ψυχῆς θεωρήματα. Φόβος Κυρίου παιδεία καὶ σοφία. Ὁ τοῦ Θεοῦ γὰρ φόβος κατορθοῖ τὸν βίον, τόν τε πρακτικὸν καὶ τὸν θεωρητικόν. Ταύτῃ δὲ τῇ παιδείᾳ, ἡ σοφία τὸ τῆς δόξης αἴτιον ἀποκριθήσεται, ἤτοι συναντήσεται, ἢ εὑρήσει αὐτὴν, ἢ καὶ ἀφορισθήσεται.