Ancient Greek · ~25 min
ΚΕΦΑΛ. Ιϛʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. Ιϛʹ.1
Not analysed yet
Πάντα τὰ ἔργα τοῦ ταπεινοῦ, φανερὰ παρὰ τῷ Θεῷ. Ἀντὶ τοῦ λαμπρὰ, δῆλα ὡς ὄντα φῶς· ὡς γὰρ αὐτοῦ ὁρῶντος ἅπαντα πράττει· οὐ μικρὰν ὁδὸν δείκνυσιν ἡμῖν κατορθωμάτων τὴν ταπεινοφροσύνην. Οὐ γάρ ἐστι συντετριμμένον ἄνθρωπον μὴ μεγάλα κατορθοῦν. Τῶν γὰρ ὑπερηφάνων τὰ ἔργα, οὐ βούλεται εἰδέναι. Οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται. Τουτέστιν ἐν κινδύνοις οὐ στήσονται. Ἢ ἡμέραν κακὴν τῆς κρίσεως λέγει, Χειρσὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθωωθήσεται. Πράξεις πράξεσι συνάπτων ἀδίκως, σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων σφιγγόμενος κολασθήσεται. —Ἐπιθυμήσας γὰρ σοφίας, διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν· εἰ δὲ ὁδὸς γνώσεως ὁ Θεὸς, ἀρχὴ ταύτης ὁ νόμος παιδαγωγὸς ἡμῶν γενόμενος εἰς Χριστόν· μή ποτε δὲ καὶ ἡ θεωρία ἐστίν. Τὸ ποιεῖν δίκαια, δεκτὸν παρὰ Θεῷ μᾶλλον, ἢ θύειν θυσίας. Ὅτι ἔλεον θέλω καὶ οὐ θυσίαν· καὶ ἐπίγνωσιν Θεοῦ, ἢ ὁλοκαυτώματα. Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης. Ὁ ζητῶν γνησίως τὸν Κύριον, κατορθώσει βίον θεωρητικὸν καὶ πρακτικόν. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρήσονται εἰρήνην. Τουτέστιν ἐν γαλήνῃ διαναπαύσονται παθῶν, ἐν ἀταραξίᾳ βιώσουσιν. Φυλάσσεται ἀσεβὴς εἰς ἡμέραν κακήν. Τουτέστιν εἰς κίνδυνον χαλεπὸν, εἰς περίστασιν. Καὶ διὰ τί μὴ ἀναιρῇ, λέγει Παῦλος; Ἵνα ἡ μακροθυμία φανῇ· ἔστω τις κακός· ἂν μὲν μεταβάληται, ἐκέρδανεν· ἂν δὲ ἐπιμείνῃ κακὸς, πάλιν ὠφέλησεν ἑτέρους, μείζονος τιμωρίας παρασχὼν ὑπόθεσιν. Ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ Κυρίου. [Ibid.] Κἂν στῆσαι βουληθῇ καὶ ὑπὸ κανόνα ἀγαγεῖν τὸ δίκαιον ἥδεται, ἐπιῤῥεπής ἐστιν ὁ Θεὸς πρὸς τὸ δίκαιον, οὐκ ἀκριβής· οὐ γὰρ ἀξίαν τῶν ἡμαρτημένων ἐπάγει ποινήν. Βδέλυγμα βασιλεῖ ὁ ποιῶν κακά. Καὶ τῷ Θεῷ καὶ τῷ συνετῷ βασιλεῖ βδελυκτός ἐστιν ὁ ποιῶν κακά. Τοῦτο γὰρ διορθωτικὸν βασιλέως· εἰ βασιλεὺς εἶ, τὸν βασιλέα, φησὶ, μιμοῦ. Εἰ δὲ οὐ μιμῇ, οὐκ εἶ βασιλεύς· οὐ γὰρ ἰδιώταις δικάζεται μόνον, ἀλλὰ καὶ τοῖς βασιλεῦσιν αὐτοῖς. Δεκτὰ βασιλεῖ χείλη δίκαια. Εἶπεν οἷον δεῖ τὸν βασιλέα εἶναι· λέγει καὶ περὶ τῶν ὑπηκόων, πῶς αὐτὸν φοβεῖσθαι χρή· Ἐν φωτὶ ζωῆς, υἱὸς βασιλέως. Τουτέστιν ἐν ἀγαθοῖς πολλοῖς, ἐν εὐπραγίᾳ· Οἱ δὲ προσδεκτοὶ αὐτῷ, ὥσπερ νέφος ὄψιμον. Ἀντὶ τοῦ, ἡδεῖς, θαυμαστοί. Ὄψιμον δὲ νέφος οἱ ἐγγὺς τῆς παρουσίας πιστεύσαντες· ταῦτα δὲ λέγειν ἐμοὶ δοκεῖ, μὴ ἐπιτίθεσθαι τυραννίδι, ἀλλ' ἐᾷν κατὰ γένος τὰ τῆς διαδοχῆς. Νοσσιαὶ σοφίας αἱρετώτεραι χρυσίου. Τὰ μικρὰ νοήματα τοῦ Χριστοῦ αἱρετώτερα τῆς ὑπερηφάνου παιδείας τῶν ἔξω· ἢ τὰ κυήματα τῆς σοφίας τοῦ Θεοῦ, αἱρετώτερα τῆς τοῦ κόσμου σοφίας. Πρὸ συντριβῆς ἡγεῖται ὕβρις. Ἡ συντριβὴ σημαίνει ποτὲ μὲν τὴν ἁμαρτίαν, πῆ δὲ τὴν τιμωρίαν· ἔστι δὲ ὅτε ἀμφότερα. Μὴ οὖν ὑβρίσῃς, τουτέστι μὴ ἁμαρτήσῃς, ἵνα φύγῃς τὴν τιμωρίαν. Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως. Βέλτιόν φησι ταπεινὸν εἶναι μετὰ πενίας, ἢ πλούσιον μετὰ ὕβρεως· καίτοι ἐκεῖνα ἀμφότερα ἐλεεινὰ καὶ ἄθλια· ἀλλὰ ταῦτα βελτίω, φησίν. Ἢ κρείσσων ὁ μετ' ὀλίγης γνώσεως κρατῶν τῶν παθῶν, ἢ ὃς οἶδε διαιρεῖν λόγους μετὰ κακῶν καὶ ὑπερηφάνων λογισμῶν. Τοὺς σοφοὺς καὶ φρονίμους, φαύλους καλοῦσιν· οἱ δὲ γλυκεῖς ἐν λόγῳ, πλείονα ἀκούσονται. Τάχα ἡ φρόνησις, τῆς σοφίας δοκεῖ πλείων εἶναι· ἢ σοφοὺς, τοὺς ἔξωθεν σοφοὺς φησὶ, τοὺς ἐν ἐπιστήμῃ τινί· οἱ δὲ γλυκεῖς ἐν λόγῳ, οἱ κόλακες πλέον τῶν σοφῶν συγκροτηθήσονται, καὶ πλεῖον τῶν αὐτοῖς προσόντων ἀκούσονται. Ἢ καὶ οὕτως· Οὐχὶ φρόνιμοι καὶ σοφοὶ μόνον, ἀλλὰ καὶ τούτων εἴ τι τιμιώτερον ἀκούσονται. Πηγὴ ζωῆς, ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. Ἔστι, φησὶ, καὶ παρ' ἐκείνοις παιδεία, ἀλλὰ κακή. Ἢ ἔννοιαν μὲν, τὸ διαλαμβάνειν τῶν πραγμάτων ὡς ἔχουσιν εἶπε· παιδείαν δὲ τὸν θάνατον ἐπιφέρουσαν· ἢ καὶ τὴν κακίαν τὴν ἀνεξέλεγκτον. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος. [Ibid.] Προειδὼς γὰρ οὗτος φθέγγεται. Καὶ οἱ προφῆται γὰρ ᾔδεσαν ἃ ἐφθέγγοντο, καὶ οὐκ ἐνθουσιῶντες, ὥς φασι Φρύγες. Εἰ γὰρ φῶς ὁ Θεὸς, δηλονότι φωτιζόμενοι ἑώρων τὰ μέλλοντα. Κηρία μέλιτος, λόγοι καλοί. Κηρίον διὰ τὴν ἑτοιμασίαν καὶ τὴν ποιότητα· ἔχουσι γὰρ τὴν ἐκ τῆς ἀληθείας γλυκύτητα ἰωμένην ψυχάς· ἰᾶται γὰρ ψυχὴν τὸ μέλι τὸ νοητόν· ἄλλως δὲ καὶ ὁ προσηνὴς ἐν λόγοις, πᾶσιν ἡδύς· Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ, κ. τ. λ. Τουτέστιν ἀνάγκην ἐπιτίθησιν ἑαυτῷ ὥστε ἀπολέσθαι. Πολλαχοῦ γὰρ τοιοῦτον ὁ πόνος. Ἐμοὶ δὲ δοκεῖ ὅτι πονηρίαν λέγει, οἷον· ὅτι ἑαυτῷ πονηρός ἐστιν· ἢ ἀντὶ τοῦ, ὁ ὑποτάσσων τὰ πάθη, ἑαυτῷ κάμνει καὶ οὐκ ἄλλῳ, καὶ ἐξωθεῖ τὴν ἀπώλειαν σωζόμενος. Ἀνὴρ ἄφρων ὀρύσσει ἑαυτῷ κακά. Οἱ ὀρύσσοντες τὰς Γραφὰς ἑτερόδοξοι οὐκ ἐπὶ τῷ μαργαρίτας εὑρεῖν, ἀλλὰ παραφθεῖραι καὶ παγίδα στῆσαι, θησαυρίζουσι πῦρ, τὴν ἐγκρύφιον κακίαν εἰς φανερὸν ἄγοντες. Οἱ τοιοῦτοι μικρὸν ἡγούμενοι τὸ ἑαυτοὺς μόνους εἶναι κακοὺς, τὴν οἰκείαν κακίαν εἰς τοὺς πολλοὺς ἄγουσιν. Ἀνὴρ σκολιὸς καὶ ἄλλους τοιούτους ἐπειγόμενος ποιεῖν· διὸ καὶ εἰς ἄγγελον φωτὸς μετασχηματίζεται· ἢ σκολιὸν ἄνδρα ἔοικε λέγειν τὸν διάβολον, ὃς τοὺς ἀγαθοὺς τῆς ψυχῆς λογισμοὺς χωρίζει. Καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς, καὶ διαχωρίζει φίλους. Λαμπτῆρα δὲ δόλου τοὺς δαίμονας λέγει, διδασκομένους παρ' αὐτοῦ διαχωρίζειν φίλους, τοὺς διὰ τῆς γνώσεως ἀλλήλοις συναπτομένους ἁγίους· ἥτις πέφυκε συνάπτειν αὐτοὺς καὶ τοῖς ἀγγέλοις. Ἀνὴρ σκολιός. [Ibid.] Ὁ μέντοι διεστραμμένος, οὐ πολλοῦ δεῖται πόνου πρὸς τὸ τὴν ἀπώλειαν ἐφελκύσασθαι. Ἀρκεῖ γὰρ αὐτῷ πρὸς τοῦτο καὶ λόγος βλάσφημος εἷς· εἴη δὲ σκολιὸς ὁ στρεβλὸς, πλείους ἔχων κάμπας. Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων. Ἐσχάτη παρανομία τὸ ἀποπειρᾶσθαι καὶ δι' ἀπάτης κλέπτειν τὸν πλησίον. Ἢ ὁ φιλίαν παράνομον καὶ ἐσχηματισμένην ἔχων ἀπάγει δι' ἀπάτης, ἐπὶ μὲν τῶν αἰσθητῶν, εἰς ἀνοδίαν· ἐπὶ δὲ νοητῶν, εἰς ἀπορίαν θεωρημάτων. Στηρίζων ὀφθαλμοὺς αὐτοῦ, λογίζεται διεστραμμένα. Οἷον στηρίσας ἐπὶ κακὰ τὸν ἴδιον νοῦν, καὶ τοιαύτην ἕξιν ἀναλαβὼν, οὐδὲν ὀρθὸν ἐπιλογίζεται· πρὸς δὲ ὁμοίαν ἐνέργειαν προφέρει λόγους τοὺς λογισμοὺς, φυσικὴν εἶναι λέγει τὴν ἡδονὴν, καὶ δεῖν ἡμᾶς ἀκολουθῆσαι τῇ φύσει. Στηρίζων δὲ ὀφθαλμοὺς, τὸ διορατικὸν ἀκονήσας εἰς τὸ κακὸν, λέγει. Φυσικὴ ἡ ἡδονή. Χρηστέον αὐτῇ ἐκ Θεοῦ τὰ χρήματα, ἀπολαυστέον αὐτῶν. Στέφανος καυχήσεως γῆρας. Εἰκότως· οὐ γὰρ τῆς φύσεως ἦν τὸ πρᾶγμα, ἀλλὰ κατόρθωμα. Κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ. Οὐδὲν γὰρ οὕτως ἰσχυρὸν, ὡς μακροθυμία· παρ' οὐδενὸς οὐδὲν πάσχει δεινόν· ἀπαθής ἐστι τὴν ψυχήν. Καίτοι νομίζουσί τινες ἐν πολέμοις, ὀργῆς δεῖν, τότε δὲ μάλιστα δεῖ κρατεῖν τῶν παθῶν. Οὐ χερσὶ γὰρ μόνον, ἀλλὰ καὶ σοφίᾳ τὸ πλέον ἀνύεται. Ἢ οὕτως· Ὁ στρατηγὸς πόλιν ἑλὼν, ἅρπαγμα διέθηκεν ὡς ἠβουλήθη· ὁ δὲ τῶν παθῶν ἡνίοχος, ὑποτάττει ταῦτα, ἐφ' ὅσον ἐστὶν ἐν ζωῇ. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις. Κόλπον τὸ ἡγεμονικόν φησιν ἡ Γραφή· ὡς τό· Ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. Ἐξ οὗ γὰρ ἡ κίνησις, εἰς αὐτὸ καὶ ἡ τιμωρία· εἰ δὲ ἔστι καὶ κόλπος ψεκτὸς, τὴν ἀγνωσίαν δηλοῖ.