Ancient Greek · ~21 min
ΚΕΦΑΛ. ΙΖʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΖʹ.1
Not analysed yet
Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ, κ. τ. λ. Τοῦ ἄνωθεν ἄρτου μερικὴ γνῶσις ἀμείνων, εἰρήνην παρέχουσα μετὰ τέρψεως, ἢ τὸ πλουτεῖν ἐν γνώσει ψευδωνύμων δογμάτων. Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων. Ἢ τοῦτό φησιν, ὅτι καὶ αὐτὸς μεταξὺ τῶν ἀδελφῶν ἔσται, καὶ ὡς ἀδελφός. Ἢ ὅτι ὡς πατὴρ αὐτῶν δυνήσεται εἶναι δεσπόζων, οὐχ ὡς δεσπότης μόνον. Ἢ ἐπὶ τοῦ ἐξ ἐθνῶν λαοῦ, ὡς δοῦλος ὢν, Χριστὸς γὰρ αὐτὸν ἐξηγόρασε, τῶν εὐγενῶν καὶ δεσποτῶν Ἰουδαίων ἐκράτησεν. Ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός. Δι' ἀρετῆς ἀνάδειξιν, οἱ δίκαιοι προσομιλοῦσι τοῖς λυπηροῖς, καὶ διὰ κάθαρσιν τελείαν. Κακὸς ὑπακούει γλώσσης παρανόμων. Οὐκ ἄρα τὸ φθέγξασθαι, ἀλλὰ καὶ τὸ ὑπακούειν, παρανομίας καὶ πονηρίας ἐσχάτης. Ὁ καταγελῶν πτωχοῦ, παροξύνει τὸν ποιήσαντα αὐτόν. [Ibid.] Τίνος ἕνεκεν; Ὅτι ὁ Θεὸς ἐποίησε πτωχὸν αὐτόν. Τίς δὲ οὕτως ὠμὸς, τίς οὕτως ἀπάνθρωπος, ὃς ἡνίκα κάμπτεσθαι δέει, τότε γελᾷν; Ἄρα καὶ αὐτὸς ὑπεύθυνός ἐστι τῇ τιμωρίᾳ· καί τοι ἀπόλλυται ὡς εἰς τὴν τοῦ Θεοῦ μεγάλην καὶ σοφὴν διοίκησιν ἁμαρτάνων. Ὁ δὲ ἐπιχαίρων ἀπολλυμένῳ, οὐκ ἀθωωθήσεται. Εἴτε τῷ ἐκπεσόντι θείας γνώσεως, εἴτε τῷ ἀποθνήσκοντι. Στέφανος γερόντων τέκνα τέκνων. Πάλιν τὰ φυσικὰ δεικνὺς, ὅτι ἀρετῆς ἐστι τῶν πατέρων τοῦτο, οὐχ ἁπλῶς τὰ τέκνα, ἀλλὰ τὰ χρηστά. Τοῦ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων· τοῦ δὲ ἀπίστου, οὐδὲ ὀβολός. Ὁ πιστὸς μὴ σπεύδων ἐπὶ τὰ αἰσθητὰ, ὡς πάντα ἔχων ἐστίν· ὁ δὲ περὶ ταῦτα σπεύδων, ὡς μηδὲν ἔχων ἐστίν. Μισθὸς χαρίτων, ἡ παιδεία τοῖς χρωμένοις. Ἡ ἠθικὴ παίδευσις, μισθὸς ἀρετῶν· τοῦτο γὰρ τῶν χαρίτων. Ὁ τοίνυν κατορθῶν τὰς ἀρετὰς ἤθει πεπαιδευμένῳ, αὐτὴν ἕξει τέλος τὴν παίδευσιν. Ἢ ὁ προῃρημένος τὴν ἀρετὴν, μισθὸν καὶ χάριν ἐκ Θεοῦ, τὴν τούτων ἔχει κατόρθωσιν. Ὅπου γὰρ ἡ ἐπιστροφὴ αὐτῆς, ἐκεῖ καὶ ἡ εὐωδία. Ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν. Τὸ φιλίαν ποιοῦν ἐστι, τὸ μὴ ἐκπομπεύειν ἡμᾶς μηδὲ δημοσιεύειν τὰ ἁμαρτήματα. Ὁ γὰρ διὰ τῶν ἀρετῶν κρύπτων τὰς κακίας, φίλος γίνεται Θεῷ. Ἐπειδὴ γὰρ ἀνθρώπους ὄντας οὐκ ἔνι μὴ ἁμαρτάνειν, ἑτέραν ὁδὸν ἔδωκε δι' ἧς τὰ ἁμαρτήματα λύσομεν, καὶ τὴν ἀπ' αὐτῶν ἀναιρήσομεν βλάβην. Ἢ διὰ μετανοίας ὁ κρύψας τὰ ἄδικα, ζητεῖ φιλίαν τὴν πρὸς τὸν Θεόν. Ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι; Οὐκ ἄρα καλὸν ὁ πλοῦτος, σοφίας μὴ οὔσης· ὥσπερ εἴ τις ἵππον ἔχων, ἡνιοχεύειν οὐκ ἐπιστάμενος. Τοῦτο δὲ οὐκ ἐγκαλοῦντός ἐστιν, ἀλλ' ἀπάγοντος τῆς σπουδῆς. Τίνος ἕνεκεν σπουδάζεις; δέον ἐκεῖνο πρότερον κτήσασθαι, ὥστε εἰδέναι ὡς δέον αὐτοῖς χρήσασθαι. Ὥσπερ ἄν τις ἰδὼν τινὰ πλοῖον κατασκευάζοντα λέγῃ· Διὰ τί τόδε τὸ πλοῖον; οὐκ ἐγκαλοῦντος ἐστίν. Εἰς πάντα καιρὸν φίλος ὑπαρχέτω σοι. Τουτέστιν οὐκ ἐν εὐφροσύνῃ μόνον ἐπιτήδειος, ἀλλὰ καὶ ἐν θλίψει, καὶ ἐν ἱλαροῖς, καὶ ἐν δυσχερέσι· καὶ τοῦτο μᾶλλον ἢ ἄλλο. Ἢ τοῦτό φησιν· Εἰ ποιεῖς φίλους, τοιούτους ποίησαι, ὡς εἰς πάντα καιρὸν ὑπάρχειν. Ἀδελφοὶ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν· τούτου γὰρ χάριν γεννῶνται. Οὐκ ἀπὸ τῆς φύσεως δεῖ μόνης τὸν ἀδελφὸν δοκιμάζειν, ἀλλὰ καὶ ἀπὸ τῆς εὐεργεσίας καὶ τῆς διαγωγῆς, καὶ τοῦ παρεστάναι μυριάκις. Διὰ τοῦτο γὰρ γεννῶνται, φησὶν, ἵνα κοινωνήσωσί σοι συμφορᾶς· ὥστε ὁ μὴ τοῦτο ποιῶν, οὐδὲ τῆς προσηγορίας ἐπάξιος. Οἱ τοῦ αὐτοῦ πνεύματος κοινωνοὶ, ἀνάγκαις τοῦ ὁμογενοῦς ἀντιλαμβανέσθωσαν. Ἀνὴρ ἄφρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ· ὡς καὶ ὁ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ φίλον. Ὁ ἑτέρῳ ἐπιχαίρων, ἑαυτῷ ἐπιχαίρει· χαλεπώτερον τὸν δικαστὴν ποιεῖ. Καὶ τούτου μειζόνως ὁ ἐγγυώμενος. Ὁρᾶς; Οὐχ ἁπλῶς φησιν, ἀλλὰ τοὺς ἑαυτοῦ φίλους, οὐ τοὺς ἐχθρούς. Τίνος δὲ ἕνεκεν παρακελεύεται; Οὔπω ἦσαν ἱκανοὶ ἀκούειν, ὅτι καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν δεῖ· ἵν' οὖν μὴ παράβασις ᾖ τοῦ νόμου, ἐν τῇ φιλίᾳ μετρεῖ τὸ πρᾶγμα. Ὁ δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς. Διὰ τί; Ὡς μέλλων συσκιάζειν αὐτοῦ τὰ δεινά. Ἀνὴρ εὐμετάβολος γλώσσῃ. Ὥστε κακὸν τὸ μὴ πεπηγέναι, μήδε ἐστηρίχθαι. Οὐκ εὐφραίνεται πατὴρ ἐφ' υἱῷ ἀπαιδεύτῳ. Τί οὖν; Οὐχ ὁρῶμεν πολλοὺς εὐφραινομένους; Οὐχί. Οὐκ ἔχει τὸ πρᾶγμα φύσιν. Οὐδὲν ἄρα φύσις, ἀλλ' ἡ σοφία· εἰ γὰρ υἱὸς οὐκ εὐφραίνει, δηλονότι διὰ τὸ μὴ μετέχειν σοφίας, ὁ δὲ φρόνιμος εὐφραίνει, οὐκ ἄρα τῆς φύσεως. Καρδία εὐφραινομένη εὐεκτεῖν ποιεῖ. Πολλὴν ὑπὲρ τούτου ποιεῖται σπουδήν· καὶ γὰρ τοῦτο κακία, ἡ βαρυθυμία. Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί. Ἐν καρδίᾳ νοήματα λαμβάνοντος ἄδικα, οὐ κατευοδοῦνται αἱ ὁδοί. Τὰ γὰρ ἐμπαθῆ καὶ αἴσχιστα νοήματα τὰ παρὰ τῶν δαιμόνων ἡμῖν προσφερόμενα, δῶρα ἐκάλεσε. Πρόσωπον συνετὸν ἀνδρὸς σοφοῦ· οἱ δὲ ὀφθαλμοὶ τοῦ ἄφρονος ἐπ' ἄκρα τῆς γῆς. Ὁρᾷς πῶς ἐκεῖνο δείκνυσι ἐν θυμῷ φυλαττόμενον, τοῦτο δὲ ἐπτοημένον καὶ κεχηνὸς, πάντα περιβλεπόμενον; Ἢ ὅτι ὁ μὲν ὁρᾷ μετὰ συνέσεως, ὁ δὲ μὴ ἀρκούμενος τοῖς ἐν ποσὶ, πανταχοῦ τὴν διάνοιαν ῥέπει ῥεμβόμενος. Οὐ διὰ τοῦτο ἔχομεν ὀφθαλμοὺς, ἵνα πᾶσιν αὐτοὺς τοῖς πονηροῖς σώμασιν δεικνύωμεν, ἀλλ' ἵνα αὐτοὺς χαλινώσωμεν, ἵνα αὐτοῖς ὅρον θῶμεν καὶ μέτρον· ἐπ' ἄκρα δὲ γῆς, ἀντὶ τοῦ, ἐν ἄκρᾳ κακίᾳ. Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλόν. Ἐπειδὴ μάλιστα ἐκεῖνοι τοῦτο πάσχουσι· τοῖς δὲ ἄλλοις, δίκαιον οὔ· τὸν δὲ ἄδικον χρὴ ζημιοῦν καὶ σφόδρα. Οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις. Ἔστι καὶ δυνάστην εἶναι δίκαιον. Ὃς φείδεται ῥῆμα προέσθαι σκληρὸν, ἐπιγνώμων. [Ibid.] Ῥῆμα σκληρὸν ὠνόμασε τὸν λογισμὸν τὸν κινοῦντα τὸν θυμὸν, ἢ λόγον τὸν εἰς τοῦτο κινητικόν. Ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν, σοφία λογισθήσεται. Ὅταν ἀμαθὴς καὶ ἄπειρος, περὶ σοφῶν λόγων ἐρωτᾷ ἢ πραγμάτων, νομίζεται σοφὸς, κἂν ἀνόητός τις ἐξ ἀμαθίας γένηται· οὐκ ἀρκεῖ τοῦτο εἰς σοφίαν αὐτῷ λογισθῆναι.