Ancient Greek · ~16 min
ΚΕΦΑΛ. ΙΗʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΗʹ.1
Not analysed yet
Ὕδωρ βαθὺ, λόγος ἐν καρδίᾳ ἀνδρός· ποταμὸς δὲ ἀναπηδῶν, πηγὴ ζωῆς. Τὸ βαθὺ, ἀντὶ τοῦ, πολύ· καὶ δύναται πολλάκις καὶ ποταμοὺς ἀνενεγκεῖν ἀνθ' ἑνός· ἢ τοῦτό φησιν, ὅτι φυλάττει ἑαυτὸν καὶ ἐν βάθει κατέχει. Ὡς γὰρ ἄμετρον ὕδωρ, οὕτως ἐν καρδίᾳ ἀνδρὸς τοῦ κατὰ Θεὸν λόγος ἀκατάληπτος. Λόγον δὲ νῦν, τὴν γνῶσίν φησιν. Ὁ γὰρ τοιοῦτος τοὺς Ἰησοῦ λόγους ἀκούει, οὗ ἐν τῇ καρδίᾳ γίνεται πηγὴ ὕδατος ἁλλομένου. Ἀναπηδῶν δὲ ἀντὶ τοῦ ἀνομβρῶν, ἄρδων τὰ ὑποκείμενα, καὶ εἰς καρποφορίαν προκαλούμενος. Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν. Κἂν ἐν ἀξιώματι ᾖ, κἂν πιθανότητι λόγων κρύπτῃ τὸ δίκαιον. Θαυμάζει πρόσωπον ἀσεβοῦς, καὶ ὁ τὴν ἐνυπάρχουσαν τῷ διαβόλῳ κακίαν ἀποδεχόμενος. Χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά· τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ, θάνατον ἐπικαλεῖται. [Ibid.] Λογισμοὶ ἄφρονος, καὶ λόγοι ἄγουσιν αὐτὸν εἰς κακὰ ψυχῆς τε καὶ σώματος. Εἰ δὲ ὁ θάνατος γεννᾶται ἀπὸ θρασύτητος, ἄρα ὁ θάνατος χωρίζει ψυχὴν ἀπὸ τῆς ὄντως ζωῆς. Ἡ γὰρ θρασύτης ἡμᾶς ὄντως χωρίζει ἀπὸ τοῦ εἰπόντος, ἐγώ εἰμι ἡ ζωή· καὶ ὥσπερ ἐκ τῆς θρασύτητος γεννᾶται ὁ θάνατος, οὕτως ἐκ τῆς πραΰτητος ἡ ζωή. Ἀντίκειται γὰρ τῇ θρασύτητι ἡ πραΰτης. Ὀκνηροὺς καταβάλλει φόβος· ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν. Τῶν ὀκνηρῶν καὶ ἀνάνδρων· ψυχαὶ δὲ ἀνδρογύνων τῶν ἐκκεχυμένων, τῶν μαλακῶν. Ὁ μὴ ἰώμενος αὑτὸν ἐν τοῖς ἔργοις αὐτοῦ, κ. τ. λ. Ὁ μὴ ἰώμενος ἑαυτὸν ἐκ τῶν ἁμαρτιῶν αὑτοῦ ἐν τοῖς ἔργοις τοῖς παρὰ Χριστοῦ δοθεῖσιν αὐτῷ, ἀδελφός ἐστι τοῦ διαβόλου τοῦ γινώσκοντος τὰς κολάσεις καὶ λυμαινομένου ἑαυτὸν εἰς αὐτάς. Καὶ ὁ Παῦλός φησίν· Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν, ἔσται σκεῦος χρήσιμον τῷ Δεσπότῃ. Ἐκ μεγαλωσύνης ἰσχύος φανερὸν τὸ ὄνομα Κυρίου, κ. τ. λ. Τουτέστι δήλη αὐτοῦ ἡ γνῶσις. Οὐ χρεία διδασκαλίας, φανερὸν τὸ ὄνομα Κυρίου, τοῦ Θεοῦ ἡ δύναμις. Καὶ δῆλον κἀντεῦθεν, ἐκ τοῦ τοὺς προστρέχοντας αὐτῷ ὑψοῦν. Ὕπαρξις πλουσίου ἀνδρὸς, πόλις ἰσχυρά. Ὃ λέγει, τοιοῦτον ἔστιν· Οὐκ ἀρκεῖ ὁ πλοῦτος αὐτοῦ καθ' ἑαυτὸν σῶσαι τὸν ἔχοντα, ἀλλὰ δεῖ πόλεως ἰσχυρᾶς καὶ δόξαν ἐχούσης· ἐν γὰρ ἀσφαλείᾳ καθίστησι καὶ ἡ δόξα. Ἢ οὕτως· Ἡ ὕπαρξις τῶν δικαίων, καὶ πᾶς ὁ θησαυρὸς αὐτῶν, ἡ ἄνω Ἱερουσαλήμ· ἐκεῖ γὰρ θησαυρίζουσι τὰ νῦν ἔργα αὐτῶν. Πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός. Ὁρᾷς πῶς ἡ δόξα φορτικὸν, καὶ καλὸν ἡ συντριβή; Ὥσπερ, φησὶ, τῇ ὑπερηφανίᾳ ἕπεται ἡ συντριβὴ, οὕτω τῇ ταπεινώσει δόξα· οὐ δυνατὸν γὰρ πεσεῖν τὸν μὴ ὑψηλοφρονήσαντα· ἐπεὶ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται. Θυμὸν ἀνδρὸς πραΰνει θεράπων φρόνιμος· ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει; Τοῦτό φησιν, ὅτι θυμοῦ χείρων ἡ ὀλιγοψυχία. Ἐκεῖνον γὰρ καὶ οἰκέτης, ὁ παῤῥησίαν οὐκ ἔχων ἐξουσίας, δύναται παραμυθήσασθαι· τοῦτον δὲ οὐχί. Ἢ ὥσπερ πάρδαλις ἀπορουμένη λέγεται ὁ Κύριος πρὸς τοὺς ἁμαρτάνοντας, καὶ πέτρα σκανδάλου πρὸς τοὺς ἀπιστοῦντας, οὕτως καὶ ὀλιγόψυχος ἐπὶ τοῖς πλημμελοῦσιν. Δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν. Ὅτι ἐὰν καὶ οὗτος ἱλαρὸς ᾖ πρὸς τὸ διδόναι, καὶ ἐκεῖνος μὴ πρόχειρος ᾖ πρὸς τὸ λαβεῖν, οὐδὲν ἔσται δεινόν. Ἢ, οὐ στενοχωρηθήσεται ὁ διδοὺς πένησιν, ὡς εἷς δὲ τῶν δυναστῶν ἔσται. Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Προήρπασεν, φησὶν, αὑτοῦ τὴν πρᾶξιν, ᾠκειώσατο τὸν δικαστήν· οὐδὲν γὰρ οὕτως ὡς ἄρνησις παροξύνειν εἴωθεν. Οὐ μετὰ τοῦ αὐτοῦ σχήματος ἐρεῖ. Ὥστε καὶ τῷ προφθάσαι ὁμολογῆσαι, καὶ τῷ μετὰ τοῦ οἰκείου συνειδότος αὐτὰ ἀπαγγεῖλαι, ᾠκειώσατο. Ἀντιλογίας παύει κλῆρος, ἐν δὲ δυνάσταις ὁρίζει πράγματα. Ἢ τοῦτο φησίν· Καὶ ἐν αὐτοῖς τοῖς δυνάσταις ἰσχὺν ἔχει τὰ χρήματα. Τοῦτο γὰρ κλῆρος. Ἢ ὅτι καὶ οἱ ἄρχοντες οὐκ ἔχοντες τὸν δικάζοντα, κλήρῳ πείθονται τῷ διακληροῦντι αὐτοῖς τὰ πατρῷα· καὶ τὴν προσδοκωμένην δὲ ἀντιλογίαν ὁ Ματθαίου κλῆρος ἔπαυσε, καὶ δυνατοῖς ἐπέταξε τοῖς ἀποστόλοις. Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ἰσχυρὰ καὶ ὑψηλή· ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. Ὁμοφρονοῦντες οἱ Χριστοῦ μαθηταὶ, ἀδελφοὶ ἦσαν, καὶ ὡς μυρίοις ἕρκεσιν ἠσφαλισμένον βασίλειον ὀχυροὶ ἦσαν· εἷς ὑφ' ἑνὸς βοηθούμενος· ἦσαν γὰρ ὁμοφροσύνη· καὶ τὸ ἕνα ὑφ' ἑνὸς βοηθεῖσθαι, ὀχυρωτέρους αὐτοὺς ἀπεργάζεται. Ἀπὸ καρπῶν στόματος ἀνὴρ ἐμπίμπλησι κοιλίαν. Λόγων αἰσθητῶν μὴ πληρούντων κοιλίαν, ἀνάγκη τῶν πνευματικῶν τροφῶν τὸ δοχεῖον νοεῖν· ἣν οὐκ ἄνθρωπος ἁπλῶς, ἀλλ' ἀνὴρ πληροῖ. Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης. Θάνατος δὲ γλώσσης, ὅτε φθέγγεται τὰ κακὰ, ἀφιεῖσα τὸν τοῦ Θεοῦ νόμον, ζωὴ δὲ πάλιν ὅτε ὀρθὰ προφέρει τὰ δόγματα.