Ancient Greek · ~15 min
ΚΕΦΑΛ. ΙΘʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Fragmenta in Proverbia (in catenis) ΚΕΦΑΛ. ΙΘʹ.1
Not analysed yet
Πλοῦτος προστίθησι φίλους πολλούς. Ἢ πλούσιον ἐνταῦθα τὸν συνετόν φησι, πένητα δὲ τὸν ἐναντίον. Ἢ εἰ μὴ τοῦτο, συμβαῖνον πρᾶγμα λέγει οὐκ ἐπαινῶν, οὐδὲ ἀποδεχόμενος, ἀλλ' ἀρκούμενος τῇ κατηγορίᾳ ταύτῃ, ὡς αὐτόθεν ὄντος δήλου. Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων. Ἐνταῦθα παιδεύει, καὶ ἀπάγει τοὺς θεραπευομένους μὴ θεραπεύεσθαι ὑπὸ πονηρῶν. Ὄνειδος δὲ ἐπ' αὐτῷ ἔσται, φησί· κἂν χρήματα δῷ, μόνον θεραπεύει· κἂν ἀργύριον ἐπιδῷ, ἐπονείδιστος ἔσται. Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται. Εἰ γὰρ ἔνθα ἡ φύσις ἐκέλευσεν οὐ πείθεται, πολλῷ μᾶλλον ἐπ' ἄλλων μακρὰν φιλίας. Ὃς δὲ ἐρεθίσει λόγους, οὐ σωθήσεται. Οἱ ἐμπαθεῖς λογισμοὶ ἐρεθίζουσι τὴν ψυχὴν πρὸς πᾶν εἶδος κακίας, τοῦ μὴ σωθῆναι τὸν ἄνθρωπον. Ὁ κτώμενος φρόνησιν, ἀγαπᾷ ἑαυτόν. Ὁ κτώμενος φρόνησιν, ἀγαπᾶσθαι ἑαυτὸν ποιεῖ ὑπὸ Θεοῦ καὶ τῶν ἀγγέλων. Ὃς δὲ φυλάσσει εἰς τέλος τὴν φρόνησιν, εὑρήσει ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· καθά φησι Παῦλος. Οὐδεὶς γὰρ ἐγκληθήσεται ἀγαθὸς, μὴ εὑρὼν ταῦτα ἀγαθά. Ἐλεήμων ἀνὴρ, μακρόθυμος, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. Ἢ τοῦτό φησιν, ὅτι μακροθυμοῦντος, καυχῶνται οἱ παράνομοι· ἢ ὅτι καθ' ἑαυτῶν καυχῶνται οὗτοι· οὐδενὸς γὰρ ἑτέρου ἔστιν κατακαυχᾶσθαι, ἢ τῶν παρανόμων τοῦ μακροθύμου. Τῷ θέλειν γὰρ παράκειται ἐνεργεῖν. Οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. [Ibid.] Ἀπὸ κακῆς αἰτίας οὐ δέχεται προσφορά· καὶ ψυχῆς ἀκαθάρτου ἡ κατάστασις, ἀπρόσδεκτος· Παρὰ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. Ἢ τοῦτό φησιν, ὅτι τοῦ Θεοῦ ἐστι τὸ καταστῆσαι τὸν γάμον· πολλῷ γὰρ μεῖζον τοῦτο ἐκείνου, χρημάτων λέγω· ἢ αὐτὸν τὸν γάμον φησὶ καὶ τὸ πρᾶγμα, ἢ μέγα δεῖξαι βουλόμενος τὸ γυναικὸς ἐπιτυχεῖν ἀγαθῆς. Ὃς φυλάσσει ἐντολήν. Ἐπειδὴ ἐπὶ μαρτύρων οὐρανοῦ καὶ γῆς ἐδόθησαν αἱ ἐντολαὶ, λέγονται μαρτύρια. Διὸ καὶ ὁ δεξάμενος αὐτὰ νοῦς, ὀνομάζεται μάρτυς, ὅστις ψευσάμενος αὐτὰ, οὐκ ἀτιμώρητος ἔσται. Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν. [Ibid.] Κἂν γὰρ μὴ εὐθέως ἀπολάβῃς, μὴ θορυβοῦ. Ὅσον ἀναβάλλεται, τοσοῦτον τὸν τόκον αὔξει· κατὰ δὲ τὸ δόμα αὐτοῦ, οἷον ἐὰν πολὺ ᾖ, πολύ· ἐὰν ὀλίγον, ὀλίγον. Τὸ δὲ πολὺ καὶ ὀλίγον, οὐ τῷ μέτρῳ τῶν διδομένων ὁρίζεται. Ἢ Θεῷ δανείζει ὡς οἰκειουμένου Θεοῦ τὰ εἰς ἐκεῖνον διδόμενα. Κατὰ δὲ τὸ δόμα, οἷον κατὰ τὴν διάθεσιν τοῦ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· οὐ γὰρ τὰ διδόμενα, ἀλλὰ τὴν διάθεσιν· Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται. Ζημιωθήσεται αἴσθησιν καὶ γνῶσιν. Ὁ δὲ τῆς κακίας ἑτέροις μεταδιδοὺς, καὶ τὴν φυσικὴν παρὰ Θεοῦ ἔννοιαν ζημιωθῇ, εἰς ἀλογίαν καταπεσών. Ἄκουε, υἱὲ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου. Πατέρα ἐνταῦθα τὸν Θεόν φησι· παιδείαν δὲ τὴν πρὸς τὰς ἐντολὰς αὐτοῦ πολιτείαν καὶ ἐπίγνωσιν δηλοῖ. Τὸ δὲ, ἐπ' ἐσχάτων, οὐ τὸν χρόνον σημαίνει, ἀλλὰ τὴν μετὰ τὰς πρακτικὰς ἀρετὰς καθαρότητα. Καρπὸς ἀνδρὸς ἐλεημοσύνη. Πρακτικὴν ἀρετὴν ἔχειν μόνην ἄμεινον, ἢ γνῶσιν ἐψευσμένην. Αὐλισθήσεται ἐν τόποις. Τουτέστι περιιὼν πανταχοῦ, τοιοῦτον ἕξει τόπον. Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὑτοῦ χεῖρας ἀδίκως. Τουτέστιν ὁ ἁρπάζων καὶ κλέπτων, ἄκαρπος ἔσται· ἀλλὰ καὶ ὁ μὴ ὀρθῶς βιοὺς, κρύπτει ἐν τῇ ψυχῇ αὐτοῦ τὰς χεῖρας ἀδίκως. Αἱ γὰρ πρακτικαὶ ἀρεταὶ χειρῶν ἔχουσι λόγον, τὸν ἄρτον τῷ στόματι ἡμῶν προσφέρουσαι τὸν ἀπ' οὐρανῶν· οὐ δύναται οὖν οὐδὲ τὴν ἀρχὴν, οὔτε ὠφεληθῆναι ὀκνηρὸς ὤν. Ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον. Ἐλέγχει δέ τις φρόνιμον ἢ ἐπιτιμῶν, ἢ τῶν λόγων προσφέρων τὰς ἀποδείξεις. Οὐδὲ τῷ στόματι οὐ μὴ προσενείκῃ αὐτάς. Ὅρα αὐτοῦ τοῦ σχήματος τὸ ἀκαταγέλαστον. Ὁ ἀτιμάζων πατέρα, ἐπονείδιστος ἔσται. [Ibid.] Ἀκαθάρτους ἐν ψυχῇ γεννᾷ λογισμοὺς, ὁ μὴ τὰς ἐντολὰς τηρῶν τοῦ ἐπὶ πάντων πατρὸς, ἀλλ' ἀπολιπὼν ἑαυτὸν ἐξ αὐτῶν. Ὁ ἐγγυώμενος παῖδα ἄφρονα, καθυβρίσει δικαίωμα· τὴν ἐγγύην δικαίωμα καλῶν, ἢ τὴν φιλανθρωπίαν αὐτήν· ἢ ἀντὶ τοῦ, εἰς τὸν νόμον αὐτὸν ἐμπαροινεῖ. Στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. Εἰσὶ γὰρ αὐτοκατάκριτοι μὴ ἔχοντες ἀπολογίαν δι' ἣν ἥμαρτον· καταπίνουσι κρίσεις καὶ οἱ φάσκοντες μὴ εἶναι κρίσιν.