Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.] 7
Not analysed yet
Ἑρμηνευέτω ὁ αἱρετικὸς τοῦτο μόνον, ὁ περιεργαζόμενος τὴν ἄνω γέννησιν, καὶ λέγων· Πῶς ἐγέννησεν ὁ Πατήρ; Εἰπὲ αὐτῷ· Πῶς ἡ Ἐκκλησία, πόρνη οὖσα, παρθένος ἐγένετο; πῶς δὲ ἡ γεννήσασα, παρθένος ἔμεινε; Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ, ὁ Παῦλός φησιν ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Ὢ σοφία καὶ σύνεσις. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τί ἐστι τοῦτο; Ζηλῶ, λέγει. Ζηλοῖς, ὁ πνευματικός; Ζηλῶ γὰρ, λέγει, ὡς ὁ Θεός. Καὶ Θεὸς ζηλοῖ; Ναὶ, ζηλοῖ, οὐ πάθει, ἀλλὰ ἀγάπῃ, καὶ ζηλοτυπίᾳ. Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Εἴπω σοι, πῶς ζηλοῖ; Εἶδεν ὑπὸ δαιμόνων διαφθειρομένην τὴν γῆν, καὶ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκε. Τὰ γὰρ ῥήματα ἐπὶ τοῦ Θεοῦ λεγόμενα οὐ τὴν αὐτὴν ἔχει ἰσχύν· οἷον, ζηλεύει Θεὸς, ὀργίζεται Θεὸς, μετανοεῖ Θεὸς, μισεῖ Θεός. Τὰ ῥήματα ταῦτα ἀνθρώπινα, ἀλλὰ τὰ νοήματα θεοπρεπῆ. Πῶς ζηλεύει Θεός; Ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Ὀργίζεται Θεός; Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με. Ὥστε καὶ καθεύδει Θεός; Ἀνάστηθι, ἵνα τί ὑπνοῖς, Κύριε; Μετανοεῖ Θεός; Μετενόησα, ὅτι ἐποίησα τὸν ἄνθρωπον. Μισεῖ ὁ Θεός; Τὰς ἑορτὰς ὑμῶν καὶ τὰς νεομηνίας μισεῖ ἡ ψυχή μου. Ἀλλὰ μὴ πρόσεχε τῇ εὐτελείᾳ τῶν λέξεων· ἀλλὰ λάβε θεοπρεπῆ τὰ νοήματα. Ζηλεύει ὁ Θεὸς, ἀγαπᾷ γάρ. Ὀργίζεται ὁ Θεὸς, οὐ πάθει, ἀλλὰ τιμωρίᾳ καὶ κολάσει. Ὑπνοῖ Θεὸς, οὐ καθεύδων, ἀλλὰ μακροθυμῶν. Ἔκλεγε τὰς λέξεις. Οὕτω καὶ ὅταν ἀκούσῃς, ὅτι γεννᾷ Θεὸς, μὴ τμῆσιν νόμιζε, ἀλλὰ τὸ ὁμοούσιον. Τὰ γὰρ ῥήματα ταῦτα πολλὰ παρ' ἡμῶν ἐχρήσατο ὁ Θεὸς, καὶ ἡμεῖς παρ' αὐτοῦ, ἵνα τιμηθῶμεν.