Ancient Greek
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Homilia de capto Eutropio [Dub.] 8
Not analysed yet
Συνῆκας τί εἶπον; Πρόσεχε μετὰ ἀκριβείας, ἀγαπητέ. Ὀνόματά ἐστι θεῖα, καὶ ὀνόματα ἀνθρώπινα. Ἔλαβε παρ' ἐμοῦ, καὶ ἔδωκέ μοι αὐτός. Δός μοι τὰ σὰ, καὶ λάβε τὰ ἐμὰ, λέγει. Τῶν ἐμῶν χρείαν ἔχεις· οὐκ ἐγὼ χρείαν ἔχω, ἀλλὰ σύ· ἐπειδὴ γὰρ ἡ οὐσία μου ἀκήρατός ἐστι, σὺ δὲ ἄνθρωπος εἶ, σώματι συμπεπλεγμένος, σωματικὰς ζητῶν καὶ λέξεις, ἵνα σὺ, ὁ σώματι συμπεπλεγμένος, λαβὼν ἀπὸ τῶν παρὰ σοὶ γνωρίμων ῥημάτων, νοήσῃς τὰ ὑπερβαίνοντά σε νοήματα. Ποῖα ἔλαβε παρ' ἐμοῦ, ποῖα δὲ ἔδωκέ μοι ὀνόματα; Αὐτὸς Θεός ἐστι, καὶ ἐμὲ θεὸν ἐκάλεσεν· ἐκεῖ φύσις πράγματος, ἐνταῦθα τιμὴ ὀνόματος· Ἐγὼ εἶπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ῥήματά ἐστιν ἐνταῦθα, ἐκεῖ δὲ πραγμάτων φύσις. Ἐκάλεσέ με θεὸν, ἐτιμήθην γάρ. Ἐκλήθη αὐτὸς ἄνθρωπος, ἐκλήθη αὐτὸς Υἱὸς ἀνθρώπου, ἐκλήθη αὐτὸς ὁδὸς, ἐκλήθη αὐτὸς θύρα, ἐκλήθη αὐτὸς πέτρα. Ταῦτα παρ' ἐμοῦ ἔλαβεν, ἐκεῖνα παρ' ἑαυτοῦ τὰ ῥήματά μοι ἔδωκε. Διὰ τί ἐκλήθη ὁδός; Ἵνα μάθῃς, ὅτι δι' αὐτοῦ πρὸς τὸν Πατέρα ἀνερχόμεθα. Διὰ τί ἐκλήθη πέτρα; Ἵνα μάθῃς τὸ ἐπιτήδειον καὶ ἀσάλευτον τῆς πίστεως. Διὰ τί ἐκλήθη θεμέλιος; Ἵνα μάθῃς, ὅτι πάντα βαστάζει. Διὰ τί ἐκλήθη ῥίζα; Ἵνα μάθῃς, ὅτι ἐν αὐτῷ ἀνθοῦμεν. Διὰ τί ἐκλήθη ποιμήν; Ὅτι ἡμᾶς νέμει. Διὰ τί ἐκλήθη πρόβατον; Ὅτι ὑπὲρ ἡμῶν ἐτύθη, καὶ ἱλασμὸς ἐγένετο. Διὰ τί ἐκλήθη ζωή; Ὅτι νεκροὺς ὄντας ἡμᾶς ἀνέστησε. Διὰ τί ἐκλήθη φῶς; Ὅτι σκότους ἡμᾶς ἀπήλλαξε. Διὰ τί ἐκλήθη βραχίων; Ὅτι ὁμοούσιός ἐστι τῷ Πατρί. Διὰ τί ἐκλήθη Λόγος; Ὅτι ἀπὸ τοῦ Πατρὸς ἐτέχθη. Ὥσπερ γὰρ ὁ λόγος ὁ ἐμὸς ἀπὸ τῆς ψυχῆς μου γεννᾶται, οὕτω καὶ ὁ Υἱὸς ἀπὸ τοῦ Πατρὸς ἐτέχθη. Διὰ τί ἐκλήθη ἱμάτιον; Ὅτι ἐνδέδυμαι αὐτὸν βαπτισθείς. Διὰ τί ἐκλήθη τράπεζα; Ὅτι ἐσθίω αὐτὸν ἀπολαύσας τῶν μυστηρίων. Διὰ τί ἐκλήθη οἶκος; Ὅτι οἰκῶ ἐν αὐτῷ. Διὰ τί ἔνοικος; Ὅτι ναὸς αὐτοῦ γινόμεθα. Διὰ τί ἐκλήθη κεφαλή; Ὅτι μέλος αὐτοῦ κατέστην. Διὰ τί ἐκλήθη νυμφίος; Ὅτι νύμφην με ἡρμόσατο. Διὰ τί ἐκλήθη ἁγνός; Ὅτι παρθένον με ἔλαβε. Διὰ τί ἐκλήθη Δεσπότης; Ὅτι δούλη αὐτοῦ εἰμι.