Ancient Greek · ~20 min
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-11
Not analysed yet
Οὐχὶ φιλοτιμίας ἕνεκεν διηγοῦνται· πῶς γάρ; ἀλλὰ τῆς τοῦ Χριστοῦ χάριτος ταῦτα τεκμήρια ἐπιδείκνυνται. Διὸ καὶ ὅσα μὲν ἐκεῖνοι εἶπον, ταῦτα διηγοῦνται· τὰ δὲ αὐτῶν εἰ καὶ παρατρέχουσιν, ὅμως καὶ ταύτῃ θαρσαλεώτεροι γίνονται. Καὶ σκόπει, πῶς πάλιν ἐπὶ τὴν ἀληθῆ βοήθειαν κατέφυγον, ἐπὶ τὴν συμμαχίαν τὴν ἄμαχον, καὶ πάλιν ὁμοθυμαδὸν, καὶ μετὰ σπουδῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη. Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεὸν, καὶ εἶπον. Ὅρα, πῶς εἰσιν ἠκριβωμέναι αὐτῶν αἱ εὐχαί. Ὅτε τὸν ἄξιον εἰς ἀποστολὴν ἠξίουν αὐτοῖς ἀναδειχθῆναι, οὕτως ἔλεγον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον (προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία)· ἐνταῦθα δὲ, ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναντίους ἐχρῆν, περὶ δεσποτείας διαλέγονται· διὸ καὶ οὕτως ἤρξαντο· Δέσποτα ὁ Θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ στόματος Δαυῒδ τοῦ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Καθάπερ συνθήκας ἀπαιτοῦντες τὸν Θεὸν, τὴν προφητείαν εἰς μέσον ἄγουσιν, ἅμα καὶ ἑαυτοὺς παραμυθούμενοι, ὅτι εἰκῆ ἅπαντα μελετῶσιν οἱ ἐχθροί. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Ἐκεῖνα εἰς πέρας ἄγαγε, καὶ δεῖξον, ὅτι κενὰ ἐμελέτησαν. Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Ὁρᾷς τὴν φιλοσοφίαν, καὶ πῶς οὐχὶ καταρωμένων ἐστὶ ταῦτα; Οὐκ ἔθηκαν δὲ τὰς ἀπειλὰς ἰδικῶς, ἀλλ' ὅτι ἠπείλησαν μόνον λέγουσιν· ἐπιτέμνεται γὰρ ὁ συγγραφεὺς τὸν λόγον. Καὶ ὅρα· οὐκ εἶπον, Ῥάξον αὐτοὺς, κατάβαλε αὐτούς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου. Οὕτω μανθάνωμεν εὔχεσθαι καὶ ἡμεῖς. Καίτοι γε πόσου οὐκ ἄν τις ἐμπλησθείη θυμοῦ, εἰς ἄνδρας ἐμπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας, καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; Ἀλλ' οὐχ οἱ ἅγιοι οὗτοι. Ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ. Ἂν ἐν τῷ ὀνόματι ἐκείνῳ γίνωνται αἱ ἐνέργειαι, μεγάλη ἔσται ἡ παῤῥησία, φησί. Δεηθέντων δὲ αὐτῶν, ἐσαλεύθη ὁ τόπος, ἐν ᾧ ἦσαν συνηγμένοι. Τοῦ ἀκουσθῆναι αὐτοὺς, καὶ τῆς ἐπισκέψεως τοῦ Θεοῦ τοῦτο τεκμήριον γέγονε. Καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου. Τί ἐστιν, Ἐπλήσθησαν; Ἀντὶ τοῦ, Ἀνεπυρώθησαν τῷ Πνεύματι. Καὶ γὰρ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισμα. Καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παῤῥησίας. Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ὁρᾷς, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν εἰσέφερον; Πανταχοῦ γὰρ τοῦτο χρὴ παρατηρεῖν, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν ἐπιδεικνύουσι· καθάπερ Πέτρος ἔλεγεν, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Ὃ ἀνωτέρω οὖν εἶπεν, ὅτι πάντες ἦσαν ἐπιτοαυτὸ, πάλιν ἐνταῦθα δηλῶν τὸ αὐτὸ λέγει, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Εἰπὼν δὲ, ὅτι ἠκούσθησαν, λέγει λοιπὸν αὐτῶν καὶ τὴν ἀρετήν. Καὶ γὰρ μέλλει ἐμβαίνειν εἰς τὸ διήγημα τῆς Σαπφείρας καὶ τοῦ Ἀνανίου. Διὸ θέλων δεῖξαι τὴν μιαρίαν ἐκείνων, πρότερον περὶ τῆς τῶν ἄλλων ἀρετῆς διαλέγεται. Εἰπὲ δή μοι, ἡ ἀγάπη τὴν ἀκτημοσύνην ἔτεκεν, ἢ ἡ ἀκτημοσύνη τὴν ἀγάπην; Ἐμοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτημοσύνην, ἣ καὶ ἐπέσφιγγεν αὐτὴν μᾶλλον. Ἄκουε δὲ καὶ τί φησιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἰδοὺ καρδία καὶ ψυχὴ τὸ αὐτό. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. Καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν τὸ μαρτύριον τῆς ἀναστάσεως οἱ ἀπόστολοι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Καθάπερ ἐγχειρισθέντας αὐτοὺς τοῦτο δείκνυσιν· ἢ καὶ ὡς περὶ ὀφλήματος λέγει· τουτέστι, τὸ μαρτύριον τῆς βασιλείας μετὰ παῤῥησίας πᾶσιν ἀπεδίδουν. Χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ υἱοὶ ὁμότιμοι πάντες, οὕτω διέκειντο. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι ἔτρεφον μὲν τοὺς ἄλλους· ὡς ἐξ ἰδίων δὲ τρέφοντες, οὕτω διέκειντο. Ἀλλὰ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγματα, οὕτως ἔτρεφον, ἵνα μηκέτι ὡς ἐξ ἰδίων, ἀλλ' ὡς ἐκ κοινῶν τρέφειν δοκῶσιν. Ὅσοι δὲ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. Διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε. Πολλὴ ἡ τιμὴ, εἴ γε μὴ εἰς χεῖρας, ἀλλὰ παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἐτίθουν. Ἰωσῆς δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων, ὅ ἐστι μεθερμηνευόμενον, Υἱὸς παρακλήσεως. Οὐ δοκεῖ μοι οὗτος ἐκεῖνος εἶναι ὁ μετὰ Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰωσῆς ἐλέγετο καὶ Βαρσαβᾶς, ὕστερον δὲ ἐπεκλήθη καὶ Ἰοῦστος· οὗτος δὲ Βαρνάβας, υἱὸς παρακλήσεως ὑπὸ τῶν ἀποστόλων ἐπωνομάσθη. Καὶ δοκεῖ μοι ἀπὸ τῆς ἀρετῆς εἰληφέναι τὸ ὄνομα, ὡς πρὸς τοῦτο ἱκανὸς ὢν καὶ ἐπιτήδειος. Λευίτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.