Ancient Greek · ~19 min
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-11
Not analysed yet
Ἐνταῦθά μοι παρατήρει, πῶς δείκνυσι τὸν νόμον λυόμενον, καὶ πῶς φησι, Λευίτης ὢν, Κύπριος ἦν. Ὅτι λοιπὸν καὶ μετοικοῦντες ἐχρημάτιζον Λευῖται. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἀπολυθέντες, φησὶν, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Ὅρα τὸ ἄτυφον τῶν ἀποστόλων, καὶ τὴν φιλοσοφίαν. Οὐ περιελθόντες ἐκόμπασαν καὶ εἶπον, πῶς ἀπεχρήσαντο τοῖς ἱερεῦσιν, οὐδὲ ἐφιλοτιμήσαντο τῇ ἀπαγγελίᾳ, ἀλλ' ἁπλῶς ἐλθόντες, ἅπερ ἤκουσαν παρὰ τῶν πρεσβυτέρων, ἀπαγγέλλουσιν. Ἐντεῦθεν μανθάνομεν, ὅτι τοῖς πειρασμοῖς ἑαυτοὺς οὐκ ἐπέῤῥιπτον, ἀλλὰ μᾶλλον καὶ τοὺς ἐπαγομένους γενναίως ἔφερον. Ἄλλος δὲ εἴ τις ἦν, ἴσως ἂν τῇ τοῦ πλήθους παῤῥησίᾳ θαῤῥῶν κἂν ὕβρισε, κἂν μυρία ἐφθέγξατο δυσχερῆ. Ἀλλ' οὐχ οἱ φιλόσοφοι οὗτοι· ἀλλ' ἅπαντα ἡμέρως καὶ ἐπιεικῶς. Οἱ δὲ ἀκούσαντες, φησὶ, ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν Θεόν. Ἡ κραυγὴ γέγονεν ἀπὸ ἡδονῆς καὶ διαθέσεως πολλῆς. Καὶ γὰρ αἱ τοιαῦται ἀνύουσιν εὐχαὶ, αἱ φιλοσοφίας γέμουσαι, αἱ περὶ τοιούτων γινόμεναι, αἱ παρὰ τῶν τοιούτων, αἱ ἐν τοῖς τοιούτοις καιροῖς, αἱ κατὰ τὸν τρόπον τοῦτον· ὡς αἵ γε ἄλλαι βδελυκταὶ καὶ ἀκάθαρτοι. Ὅρα, πῶς οὐδὲν περιττὸν, ἀλλὰ περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγονται μόνον· μᾶλλον δὲ καθάπερ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις, Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ λαλῶ· οὕτω καὶ αὐτοί φασι, Διὰ Πνεύματος ἁγίου. Ἰδοὺ καὶ ὁ Σωτὴρ ἐν Πνεύματι φθέγγεται. Τί δέ ἐστιν, ὃ καὶ λέγουσιν, ἄκουε. Δέσποτα ὁ Θεὸς ὁ διὰ στόματος Δαυῒδ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη; Ἔθος γὰρ τῇ Γραφῇ περὶ ἑνὸς ὡς περὶ πολλῶν λέγειν. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Οὐκ αὐτοὶ ἴσχυσαν, ἀλλὰ σὺ τὸ πᾶν, ὁ ἐπιτρέψας καὶ εἰς πέρας ἀγαγὼν, εἰργάσω, ὁ εὐμήχανος καὶ σοφὸς, ὁ τοῖς ἐχθροῖς εἰς τὸ βούλημά σου χρησάμενος. Ἐνταῦθα γὰρ ταῦτα περὶ τῆς εὐμηχανίας καὶ σοφίας αὐτοῦ διαλέγονται, δηλοῦντες, ὅτι αὐτοὶ μὲν συνῆλθον ὡς ἐχθροὶ φονικῇ προαιρέσει, καὶ ὡς ἐναντιούμενοι· ἐποίουν δὲ, ἃ σὺ ὅμως ἐβούλου ποιῆσαι, Ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Τί ἐστιν, Ἡ χείρ σου; Ἐνταῦθά μοι δοκεῖ χεῖρα λέγειν τὴν δύναμιν καὶ βουλήν. Ἀρκεῖ, φησὶ, βουληθῆναί σε μόνον· οὐδεὶς γὰρ δυνάμει προορίζει. Τὸ οὖν, Ὅσα ἡ χείρ σου, τοῦτό ἐστιν, Ὅσα διέταξας. Ἢ τοίνυν τοῦτο λέγει, ἢ ὅτι τῇ χειρὶ διέπραττεν. Ὥσπερ οὖν τότε κενὰ ἐμελέτησαν, οὕτω καὶ νῦν, φησὶ, κενὰ μελετῆσαι αὐτοὺς ποίησον. Καὶ δὸς τοῖς δούλοις σου· τουτέστι, Μὴ εἰς ἔργον ἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν. Ταῦτα δὲ ἔλεγον, οὐκ αὐτοὶ παραιτούμενοι δυσχερές τι παθεῖν, ἀλλ' ὑπὲρ τοῦ κηρύγματος. Οὐ γὰρ εἶπον, Καὶ ἐξελοῦ τῶν κινδύνων ἡμᾶς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου. Ὁ οὖν ἐκεῖνα εἰς τέλος ἀγαγὼν, καὶ ταῦτα ἄγαγε. Ὃν ἔχρισας, φησίν. Ὅρα, πῶς καὶ ἐν τῇ εὐχῇ διαιροῦσι τὸ πάθος, καὶ τὸ πᾶν εἰς αὐτὸν ἀνατιθέασι, καὶ τῆς παῤῥησίας αὐτὸν αἴτιον εἶναι λέγουσιν. Εἶδες, πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσι, καὶ οὐδὲν εἰς οἰκείαν δόξαν οὐδὲ φιλοτιμίαν; Τὸ μὲν οὖν αὐτῶν ἐπαγγέλλονται, ὅτι οὐ καταπλαγήσονται· ἀξιοῦσι δὲ σημεῖα γενέσθαι. Ἐν τῷ τὴν χεῖρά σου, φησὶν, ἐκτείνειν εἰς ἴασιν, καὶ σημεία καὶ τέρατα γίνεσθαι. Καλῶς· χωρὶς γὰρ τούτων, εἰ μυρίαν ἐπεδείξαντο προθυμίαν, εἰκῆ πάντα ἐποίουν. Ἐπένευσεν αὐτῶν τῇ δεήσει, καὶ δῆλον τοῦτο ἐποίησε σείσας τὸν τόπον, ὅτι πάρεστι ταῖς εὐχαῖς αὐτῶν. Δεηθέντων γὰρ αὐτῶν, φησὶ, ἐσαλεύθη ὁ τόπος. Ὅτι δὲ διὰ τοῦτο ἐγένετο, ἄκουε τοῦ προφήτου λέγοντος· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· καὶ πάλιν, Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον μείζονα, καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας, καὶ εἰς παῤῥησίαν πλείονα ἀλείφων. Ἐπεὶ γὰρ ἀρχὴ ἦν, καὶ αἰσθητοῦ ἐδέοντο σημείου πρὸς τὸ πιστευθῆναι αὐτοὺς, μετὰ δὲ ταῦτα οὐδαμοῦ τοῦτο γίνεται· πολλῆς οὕτω παρακλήσεως ἔτυχον ἀπὸ τῆς εὐχῆς. Εἰκότως δὲ καὶ σημείων χάριν αἰτοῦσιν· οὐδαμόθεν ἄλλοθεν εἶχον γὰρ ἐπιδεῖξαι, ὅτι ἀνέστη, ἀλλ' ἢ ἀπὸ τῶν σημείων. Ὥστε οὐ τὴν ἀσφάλειαν ἐζήτουν τὴν αὐτῶν μόνον, ἀλλὰ [καὶ] τὸ μὴ καταισχυνθῆναι, ἀλλὰ τὸ ἐν παῤῥησίᾳ φθέγγεσθαι. Ἐσαλεύθη ὁ τόπος, καὶ αὐτοὺς μᾶλλον ἐστερέωσε. Τοῦτο δὲ ποτὲ μὲν ὀργῆς ἐστι δεῖγμα, ποτὲ δὲ ἐπισκέψεως καὶ προνοίας, νυνὶ δὲ ὀργῆς. Ἐπὶ δὲ τοῦ σωτηρίου πάθους ξένως καὶ παρὰ φύσιν γέγονε. [Καὶ γὰρ τότε πᾶσα ἐσαλεύθη ἡ γῆ. Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἔλεγε· Τότε ἔσονται λιμοὶ καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους. Ἄλλως δὲ καὶ ὀργῆς τῆς κατ' ἐκείνων ἦν· τούτους γὰρ Πνεύματος ἐνέπλησεν. Ὅρα, καὶ οἱ ἀπόστολοι μετὰ τὴν εὐχὴν Πνεύματος πληροῦνται. Καὶ χάρις μεγάλη ἦν, φησὶν, ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς.] Ὁρᾷς, ὅτι πολλὴ τοῦ πράγματος ἡ δύναμις, ὅπου γε καὶ ἐκεῖ ταύτης ἔδει. Αὕτη γὰρ ἡ ὑπόθεσις τῶν ἀγαθῶν, ἧς καὶ δεύτερον μέμνηται, παραινῶν πᾶσι τὴν τῶν χρημάτων ὑπεροψίαν· ἀνωτέρω μὲν λέγων, ὅτι Οὐδὲ εἷς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἐνταῦθα δὲ, ὅτι Οὐκ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς.