Ancient Greek · ~36 min
Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-11
Not analysed yet
Ὅτι γὰρ οὐ τῶν σημείων ἦν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν προαιρέσεως, δηλοῖ ἡ Σάπφειρα καὶ ὁ Ἀνανίας. Οὐ λόγῳ δὲ, ἀλλὰ καὶ δυνάμει τὸ μαρτύριον τῆς ἀναστάσεως ἐδείκνυσαν· καθάπερ καὶ Παῦλος λέγει· Καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. Καὶ οὐχ ἁπλῶς δυνάμει, ἀλλὰ, μεγάλῃ δυνάμει. Καλῶς δὲ εἶπε, Χάρις ἦν ἐπὶ πάντας. Διὰ τοῦτο γὰρ ἡ χάρις, ὅτι οὐδεὶς ἦν ἐνδεής· τουτέστιν, ἀπὸ τῆς πολλῆς προθυμίας τῶν ἐπιδιδόντων οὐδεὶς ἦν ἐνδεής. Οὐ γὰρ μέρει μὲν ἐδίδοσαν, μέρει δὲ ἐταμιεύοντο· οὐδὲ πάντα μὲν, ὡς ἴδια δέ. Τὴν ἀνωμαλίαν ἐκ μέσου ἐξήγαγον, καὶ ἐν ἀφθονίᾳ ἔζων πολλῇ· καὶ μετὰ πολλῆς δὲ τῆς τιμῆς τοῦτο ἐποίουν. Οὐδὲ γὰρ εἰς τὰς χεῖρας ἐτόλμων δοῦναι, οὐδὲ τετυφωμένως παρεῖχον, ἀλλὰ παρὰ τοὺς πόδας ἔφερον, καὶ αὐτοὺς οἰκονόμους ἠφίεσαν γίνεσθαι, καὶ κυρίους ἐποίουν, ἵνα ὡς ἐκ κοινῶν λοιπὸν ἀναλίσκηται, ἀλλὰ μὴ ὡς ἐξ ἰδίων. Τοῦτο καὶ πρὸς τὸ μὴ κενοδοξεῖν αὐτοὺς συνεβάλλετο. Τοῦτο εἰ καὶ νῦν γέγονε, μετὰ πλείονος ἂν τῆς ἡδονῆς ἐβιώσαμεν, καὶ πλούσιοι καὶ πένητες. Οὐ τοῖς πένησι δὲ μᾶλλον, ἢ τοῖς πλουσίοις τοῦτο ἔφερεν ἂν τὴν ἡδονήν. Καὶ εἰ βούλει, τέως ὑπογράψωμεν αὐτὸ τῷ λόγῳ, καὶ ταύτῃ καρπωσώμεθα τὴν ἡδονὴν, ἐπειδὴ ἐν ἔργοις οὐ βούλεσθε. Μάλιστα μὲν γὰρ καὶ ἐξ ἐκείνων δῆλον τῶν τότε γενομένων, ὅτι πωλοῦντες οὐκ ἦσαν ἐνδεεῖς, ἀλλὰ καὶ τοὺς πένητας πλουσίους ἐποίουν. Πλὴν ἀλλὰ καὶ νῦν ὑπογράψωμεν τοῦτο τῷ λόγῳ, καὶ πάντες τὰ αὐτῶν πωλείτωσαν πάντα, καὶ φερέτωσαν εἰς μέσον, τῷ λόγῳ λέγω· μηδεὶς θορυβείσθω, μήτε πλούσιος, μήτε πένης. Πόσον οἴει χρυσίον συνάγεσθαι; Ἐγὼ στοχάζομαι (οὐ γὰρ δὴ μετὰ ἀκριβείας δυνατὸν εἰπεῖν), ὅτι εἰ πάντες καὶ πᾶσαι τὰ αὐτῶν ἐνταῦθα ἐκένωσαν χρήματα, καὶ χωρία καὶ κτήματα καὶ οἰκίας ἀπέδοντο (ἀνδράποδα γὰρ οὐκ ἂν εἴποιμι· οὐδὲ γὰρ τότε τοῦτο ἦν, ἀλλ' ἐλευθέρους ἴσως ἐπέτρεπον γίνεσθαι)· τάχα ἂν ἑκατὸν μυριάδες λιτρῶν χρυσίου συνήχθησαν· μᾶλλον δὲ καὶ δὶς καὶ τρὶς τοσαῦτα. Εἰπὲ γάρ μοι, ἡ πόλις ἡμῖν εἰς πόσον μιγάδων ἀριθμὸν νῦν τελεῖ; πόσους βούλεσθε εἶναι Χριστιανούς; βούλεσθε δέκα μυριάδας, τὸ δὲ ἄλλο Ἑλλήνων καὶ Ἰουδαίων; πόσαι μυριάδες χρυσίου συνελέγησαν; πόσος δὲ ἀριθμός ἐστι πενήτων; Οὐκ οἶμαι πλέον μυριάδων πέντε. Τούτους δὴ καθ' ἑκάστην ἡμέραν τρέφεσθαι, πόσῃ ἀφθονία ἦν; Μᾶλλον δὲ κοινῆς τῆς τροφῆς γινομένης, καὶ συσσίτων ὄντων, οὐδὲ πολλῆς ἂν ἐδέησε δαπάνης. Τί οὖν, φησὶν, ἐμέλλομεν ποιεῖν μετὰ τὸ ἀναλωθῆναι; Σὺ οἴει δυνηθῆναι ἀναλωθῆναί ποτε; οὐ γὰρ ἂν μυριοπλασίων ἡ τοῦ Θεοῦ χάρις γέγονε; οὐ γὰρ πλουσίως ἂν ἡ τοῦ Θεοῦ χάρις ἐξεχύθη; Τί δέ; οὐκ ἂν οὐρανὸν ἐποιήσαμεν τὴν γῆν; Εἰ ἔνθα τρισχίλιοι καὶ πεντακισχίλιοι, τοῦτο γενόμενον οὕτως ἔλαμψε, καὶ οὐδεὶς αὐτῶν πενίαν ᾐτιάσατο, πόσῳ μᾶλλον ἐν τοσούτῳ πλήθει; τίς δὲ οὐκ ἂν καὶ τῶν ἔξωθεν ἐπέδωκεν; Ἵνα δὲ δείξω, ὅτι τὸ διεσπάσθαι, τοῦτο δαπανηρὸν καὶ πενίας ποιητικὸν, ἔστω οἰκία, ἔνθα παιδία δέκα καὶ γυνὴ καὶ ἀνὴρ καὶ ἡ μὲν ἐριουργείτω, ὁ δὲ ἔξωθεν φερέτω προσόδους· εἰπὲ δή μοι, οὗτοι κοινῇ σιτούμενοι, καὶ μίαν ἔχοντες οἰκίαν, πλείονα ἂν ἀναλίσκοιεν, ἢ διασπασθέντες; Εὔδηλον, ὅτι διασπασθέντες; Εἰ γὰρ μέλλοιεν διεσπάσθαι τὰ δέκα παιδία, δέκα καὶ οἰκημάτων χρεία, δέκα τραπεζῶν, δέκα ὑπηρετῶν, καὶ τῆς ἄλλης προσόδου τοσαύτης. Τί δὲ, ἔνθα δούλων πλῆθός ἐστιν; οὐχὶ διὰ τοῦτο πάντες μίαν ἔχουσι τράπεζαν, ὥστε μὴ πολλὴν γενέσθαι τὴν δαπάνην; Ἡ γὰρ διαίρεσις ἀεὶ ἐλάττωσιν ἐμποιεῖ, ἡ δὲ ὁμόνοια καὶ συμφωνία αὔξησιν. Οὕτως οἱ ἐν τοῖς μοναστηρίοις ζῶσι νῦν, ὥσπερ ποτὲ οἱ πιστοί. Τίς ἂν ἀπέθανεν οὖν ἀπὸ λιμοῦ; τίς δὲ οὐ διετράφη μετὰ ἀφθονίας πολλῆς; Νῦν μὲν οὖν τοῦτο δεδοίκασιν ἄνθρωποι μᾶλλον, ἢ εἰς πέλαγος ἐμπεσεῖν ἄπλετον καὶ ἄπειρον. Εἰ δὲ πεῖραν ἐποιησάμεθα τούτου, τότε ἂν κατετολμήσαμεν τοῦ πράγματος. Πόσην οἴει καὶ χάριν εἶναι; Εἰ γὰρ τότε, ὅτε οὐδεὶς ἦν πιστὸς, ἀλλὰ τρισχίλιοι καὶ πεντακισχίλιοι μόνον· ὅτε πάντες οἱ τῆς οἰκουμένης ἦσαν ἐχθροί· ὅτε οὐδαμόθεν προσεδόκων παραμυθίαν, οὕτω δὴ κατετόλμησαν τοῦ πράγματος· πόσῳ μᾶλλον νῦν τοῦτο ἂν ἐγένετο, ἔνθα τῇ τοῦ Θεοῦ χάριτι πανταχοῦ τῆς οἰκουμένης πιστοί; τίς δ' ἂν ἔμενεν Ἕλλην λοιπόν; Οὐδένα ἔγωγε ἡγοῦμαι· οὕτως ἂν πάντας ἐπεσπασάμεθα, καὶ εἱλκύσαμεν πρὸς ἡμᾶς αὐτούς. Πλὴν ἀλλ' ἐὰν ὁδῷ ταύτῃ προβαίνωμεν, πιστεύω τῷ Θεῷ, ὅτι καὶ τοῦτο ἔσται. Πείσθητέ μοι μόνον, καὶ κατὰ τάξιν κατορθώσομεν τὰ πράγματα· καὶ ἂν ὁ Θεὸς ζωὴν δῷ, πιστεύω, ὅτι ταχέως εἰς ταύτην ἡμᾶς ἄξομεν τὴν πολιτείαν. Τέως τὸν νόμον τὸν περὶ τοῦ ὅρκου κατορθώσατε, καὶ βεβαιώσατε· καὶ ὁ φυλάξας τὸν μὴ φυλάξαντα δῆλον ποιείτω, καὶ ἐγκαλείτω λοιπὸν, καὶ ἐπιτιμάτω σφοδρῶς. Ἡ γὰρ προθεσμία ἐγγὺς, καὶ ἐξέτασιν ποιήσω τοῦ πράγματος, καὶ τὸν ἁλόντα ἀφορίσω καὶ ἀπείρξω. Ἀλλὰ μηδένα γένοιτο τοιοῦτον εὑρεθῆναι παρ' ἡμῖν, ἀλλὰ πάντας μετὰ ἀκριβείας τὸ σύνθημα τὸ πνευματικὸν τοῦτο φυλάξαι. Καθάπερ οὖν ἐν πολέμῳ ἀπὸ τοῦ συνθήματος οἵ τε οἰκεῖοι καὶ ἀλλότριοι γνωρίζονται· οὕτω δὴ καὶ νῦν γινέσθω. Καὶ γὰρ καὶ νῦν ἐν πολέμῳ ἐσμὲν, ἵνα καὶ τοὺς ἀδελφοὺς ἐπιγινώσκωμεν τοὺς οἰκείους. Ὅσον γάρ ἐστιν ἀγαθὸν τοῦτο ἡμῖν εἶναι τὸ γνώρισμα, καὶ ἐνταῦθα καὶ ἐπὶ τῆς ἀλλοτρίας; οἷον τοῦτο ὅπλον κατὰ τῆς τοῦ διαβόλου μηχανῆς; Στόμα γὰρ οὐκ εἰδὸς ὀμνύειν, ταχέως καὶ τὸν Θεὸν ἐν εὐχαῖς ἐπισπάσεται, καὶ τὸν διάβολον πλήξει καιρίαν πληγήν· στόμα οὐκ εἰδὸς ὀμνύειν, οὐδὲ ὑβρίζειν εἴσεται. Καθάπερ ἐξ οἰκίας τινὸς, οὕτως ἀπὸ τῆς γλώττης τὸ πῦρ ἔκβαλε τοῦτο, καὶ παρέλκυσον ἔξω. Δὸς αὐτῇ μικρὸν ἀναπνεῦσαι· τὸ ἕλκος ἀσθενέστερον ποίησον. Ναὶ παρακαλῶ, ἵνα ὑμῖν καὶ ἕτερόν τι ἐκδῶ μάθημα· οὔπω γὰρ τούτου κατωρθωμένου, οὐ τολμῶ ἐπὶ ἕτερόν τι ἐλθεῖν. Τοῦτο μετὰ ἀκριβείας ὑμῖν κατορθωθήτω· τούτου λάβετε τοῦ κατορθώματος αἴσθησιν πρότερον, καὶ τότε ὑμῖν καὶ ἑτέρους εἰσάξω νόμους, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' ὁ Χριστός. Φυτεύσατε ἐν τῇ ψυχῇ τῇ ὑμετέρᾳ τοῦτο τὸ καλὸν, καὶ κατὰ μικρὸν ἔσεσθε παράδεισος τοῦ Θεοῦ, πολλῷ βελτίων ἐκείνου τοῦ παραδείσου. Οὔτε γὰρ ὄφις παρ' ἡμῖν, οὔτε δένδρον θανατηφόρον, οὔτε ἄλλο τῶν τοιούτων οὐδέν. Πήξατε ἐν βάθει ταύτην τὴν συνήθειαν. Ἂν τοῦτο γένηται, οὐχ ὑμεῖς οἱ παρόντες ὠφεληθήσεσθε μόνον, ἀλλὰ καὶ πάντες οἱ ἐν τῇ οἰκουμένῃ· καὶ οὐκ ἐκεῖνοι μόνον, ἀλλὰ καὶ οἱ μετὰ ταῦτα ἐπιγινόμενοι. Ἔθος γὰρ καλὸν εἰσελθὸν, καὶ παρὰ πάντων φυλαττόμενον, εἰς μακροὺς διαδοθήσεται χρόνους, καὶ οὐδεὶς αὐτὸ καιρὸς ἐκκόψαι δυνήσεται. Εἰ ξύλα τις συλλέγων ἐν σαββάτῳ λιθόλευστος γέγονεν· ὁ τὰ πολλῷ τῆς συλλογῆς ἐκείνης χαλεπώτερα ἐργαζόμενος, καὶ φορτίον ἁμαρτιῶν συλλέγων (τοῦτο γὰρ τῶν ὅρκων τὸ πλῆθος), τί οὐχ ὑποστήσεται; τί δὲ οὐχ ὑπομενεῖ; Πολλὴν λήψεσθε παρὰ τοῦ Θεοῦ τὴν βοήθειαν, ἐὰν τοῦτο ὑμῖν κατωρθωμένον ᾖ. Ἂν εἴπω, Μὴ ὑβρίσῃς, εὐθέως τὸν θυμόν μοι φέρεις εἰς μέσον· ἂν εἴπω, Μὴ βασκήνῃς, ἄλλην αἰτίαν ἐρεῖς. Ἐνταῦθα οὐδὲν τοιοῦτον ἔχεις εἰπεῖν. Διὰ τοῦτο ἀπὸ τῶν εὐκόλων ἠρξάμην, ἐπεὶ καὶ ἐν ταῖς τέχναις ἁπάσαις τὸ αὐτὸ ποιοῦσιν. Οὕτω τις καὶ ἐπὶ τὰ μείζονα ἔρχεται, τὰ εὐκολώτερα πολλῷ πρῶτον μανθάνων. Εἴσεσθε, πῶς ἔστιν εὔκολον τοῦτο, ὅταν τῇ τοῦ Θεοῦ χάριτι κατορθώσαντες, καὶ ἕτερον δέξησθε νόμον. Δότε μοι παῤῥησίαν, καὶ ἐπὶ Ἑλλήνων, καὶ ἐπὶ Ἰουδαίων, καὶ πρὸ πάντων ἐπὶ τοῦ Θεοῦ. Ναὶ παρακαλῶ πρὸς τῆς ἀγάπης, πρὸς τῆς ὠδῖνος, δι' ἧς ὑμᾶς ὤδινα, Τεκνία μου. Τὸ δὲ ἑξῆς οὐκ ἐπάξω τὸ, Οὓς πάλιν ὠδίνω· οὐδὲ ἐρῶ τὸ, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Πιστεύω γὰρ, ὅτι μεμόρφωται Χριστὸς ἐν ὑμῖν. Ἀλλ' ἕτερα πρὸς ὑμᾶς ἐρῶ· Ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου. Πιστεύσατε γάρ μοι, ὅτι οὐκ ἄλλως ἐρῶ. Εἰ μυρίους τις λιθοκολλήτους στεφάνους βασιλικοὺς ἐπέθηκέ μου τῇ κεφαλῇ νῦν, οὐκ ἂν εὐφράνθην ὡς εὐφραίνομαι ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ· μᾶλλον δὲ, οὐδὲ τὸν βασιλέα οὕτως οἶμαι χαίρειν, ὡς ἐγὼ ἐφ' ὑμῖν. Τί λέγω; Εἰ πάντα τὰ ἔθνη τὰ πολεμοῦντα αὐτῷ νικήσας ἐπανῆλθε, καὶ τοῦ νενομισμένου στεφάνου πλείους ἑτέρους ἔλαβε στεφάνους, καὶ ἕτερα διαδήματα σύμβολα τῆς νίκης, οὐκ ἂν αὐτὸν οὕτως οἶμαι χαίρειν ἐπὶ τοῖς τροπαίοις, ὡς ἐγὼ ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ μυρίους στεφάνους ἐπὶ τῆς κεφαλῆς ἔχων, οὕτως ἀγάλλομαι· καὶ εἰκότως. Ἂν γὰρ τῇ τοῦ Θεοῦ χάριτι τοῦτο ὑμῖν κατορθωθῇ τὸ ἔθος, μυρίους νενικήκατε πολέμους, καὶ πολλῷ χαλεπωτέρους ἐκείνου· πρὸς δαίμονας πονηροὺς, πρὸς ἀλάστορας παλαίσαντες καὶ μαχεσάμενοι, οὐ διὰ μαχαίρας, ἀλλὰ διὰ γλώττης καὶ προαιρέσεως. Ὅρα γὰρ, ὅσα κατορθοῦται, ἐὰν ἄρα καὶ κατορθώσητε. Πρῶτον, ὅτι συνήθειαν χαλεπὴν ἐκκόπτετε· δεύτερον, λογισμὸν πονηρὸν, καὶ ὅθεν πάντα τὰ κακὰ, τῷ νομίζειν ἀδιάφορον εἶναι τὸ πρᾶγμα καὶ μηδὲν βλάπτειν· τρίτον, τὸν θυμόν· τέταρτον, τὴν φιλοχρηματίαν· πάντα γὰρ ταῦτα ὁ ὅρκος τίκτει. Ἀλλὰ ἀπὸ τούτου καὶ εἰς τὰ ἄλλα κατορθώματα λήψεσθε πολλὴν ἀφορμήν. Καθάπερ γὰρ οἱ τὰ στοιχεῖα μανθάνοντες τῶν παίδων, οὐκ ἐκεῖνα μόνα μανθάνουσιν, ἀλλ' ἐν ἐκείνοις παιδεύονται κατὰ μικρὸν ἀναγινώσκειν· οὕτω δὴ καὶ ὑμεῖς· οὐκ ἔτι λοιπὸν ὑμᾶς ὁ πονηρὸς λογισμὸς ἀπατήσει, οὐδὲ ἐρεῖτε, ὅτι Ἀδιάφορόν ἐστι τόδε, οὐκ ἔτι τῇ συνηθείᾳ φθέγξεσθε, ἀλλὰ πρὸς ἅπαντα στήσεσθε γενναίως, ἵνα διὰ πάντων τὴν κατὰ Θεὸν ἀρετὴν διανύσαντες, τῶν αἰωνίων ἀπολαύσητε ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.