Ancient Greek
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-2
Not analysed yet
Ὅταν τι μέλλωσιν ἐρωτᾷν οἱ μαθηταὶ, ὁμοῦ προσέρχονται. Τοῦτο δὲ ποιοῦσιν, ἵνα τῷ πλήθει δυσωπήσωσιν. ᾜδεισαν γὰρ, ὅτι τὸ πρώην παρ' αὐτοῦ εἰρημένον, ὅτι Οὐδεὶς οἶδε τὴν ἡμέραν, διακρουομένου ἦν, οὐκ ἀγνοοῦντος, ἀλλ' ἀναβαλλομένου τὴν ἀπόκρισιν· ὅθεν πάλιν προσέρχονται, καὶ ἐρωτῶσιν. Οὐκ ἂν δὲ ἠρώτησαν, εἴ γε ὄντως ἦσαν πεπεισμένοι. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Πνεῦμα μέλλουσι λαμβάνειν, ὡς ἄξιοι λοιπὸν ὄντες ἤθελον μαθεῖν, καὶ πρὸς ἀπαλλαγὴν ἦσαν ἕτοιμοι. Οὐ γὰρ ἐβούλοντο καθεῖναι ἑαυτοὺς εἰς κινδύνους, ἀλλὰ ἀναπνεῦσαι· διότι οὐ μικρὰ ἦν τὰ συμβεβηκότα αὐτοῖς, ἀλλὰ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος ἐπεκρεμάσθη. Οὐδὲν οὖν αὐτῷ περὶ τοῦ Πνεύματος εἰπόντες, ἐρωτῶσι λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Καὶ οὐκ εἶπον, Πότε; ἀλλὰ, Εἰ νῦν; φησίν· οὕτως ἐπεθύμουν τὴν ἡμέραν μαθεῖν. Διὸ καὶ μετὰ πλείονος προσίασι τῆς τιμῆς. Ἐμοὶ δὲ δοκεῖ οὐδὲ τετρανῶσθαί πως αὐτοῖς, τίς ποτε ἦν ἡ βασιλεία· οὔπω γὰρ ἦν τὸ Πνεῦμα διδάξαν αὐτούς. Καὶ οὐκ εἶπον, Πότε ταῦτα ἔσται; ἀλλὰ τί; Εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ὡς ἤδη ἐκπεπτωκυῖαν. Ταῦτα οὕτω πυνθάνονται, ὅτι περὶ τὰ αἰσθητὰ ἔτι διέκειντο, εἰ καὶ μὴ ὁμοίως ὡς πρότερον· οὐδὲ γὰρ οὐδέπω γεγένηντο βελτίους. Οὕτω λοιπὸν οὗτοι μείζονα περὶ αὐτοῦ ἐφαντάζοντο. Ἐπεὶ οὖν ἀνήχθησαν, καὶ αὐτὸς ἀνηγμένως αὐτοῖς διαλέγεται. Οὐκέτι γὰρ λέγει πρὸς αὐτοὺς, ὅτι Οὐδὲ ὁ Υἱὸς οἶδε τὴν ἡμέραν· ἀλλὰ τί; Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Μείζονα αἰτεῖτε, φησί. Καὶ μὴν ἤδη ἔμαθον καὶ ἃ πολλῷ μείζονα ἦν. Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ὅρα πόσα ἀπαριθμοῦμαι. Τί μεῖζον, εἰπέ μοι, τοῦ μαθεῖν αὐτοὺς ἅπερ ἔμαθον; Ἔμαθον γοῦν, ὅτι Υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ Υἱὸν ἔχει ὁ Θεὸς ὁμότιμον· ἔμαθον, ὅτι ἀνάστασις ἔσται· ἔμαθον, ὅτι ἀνελθὼν ἐκάθισεν ἐν δεξιᾷ τοῦ Πατρός· τὸ τούτου φρικωδέστερον ἔμαθον, ὅτι σὰρξ ἄνω κάθηται, καὶ προσκυνεῖται ὑπὸ ἀγγέλων· ἔμαθον, ὅτι ἥξει πάλιν κρῖναι πάντα τὸν κόσμον· ἔμαθον, ὅτι μέλλουσι καθεδεῖσθαι καὶ αὐτοὶ τότε κριταὶ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραήλ· ἔμαθον, ὅτι Ἰουδαῖοι ἐκβάλλονται, οἱ δὲ ἐξ ἐθνῶν ἀντεισέρχονται. Τὸ ταῦτα εἰδέναι ὅτι ἔσται, μέγα· τὸ δὲ μαθεῖν, ὅτι βασιλεύσει τις ἢ τὸ πότε, οὐδὲν μέγα. Ἔμαθε Παῦλος ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· τὰ πρὸ τοῦ κόσμου ἅπαντα ἔμαθε. Τί μαθεῖν δυσκολώτερον, τὴν ἀρχὴν, ἢ τὸ τέλος; Εὔδηλον, ὅτι τὸ πρῶτον. Οὐκοῦν τοῦτο Μωϋσῆς ἔμαθε, καὶ πότε, καὶ πρὸ πόσων χρόνων, δείκνυσι δι' ὧν ἀριθμεῖ τὰ ἔτη. Τοῦτο καὶ Σολομῶν, διὸ καὶ ἔλεγε· Μνημονεύσω τὰ ἀπ' αἰῶνος. Ὅτι τοίνυν ἐγγύς ἐστιν, ἴσασι μετὰ ταῦτα καὶ οὗτοι· ὥσπερ καὶ ὁ Παῦλος, λέγων· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Ἀλλὰ τότε οὐκ ἔγνωσαν, καίτοι λαβόντες τεκμήρια. Ὁ δὲ Χριστὸς ὥσπερ εἶπεν, Οὐ μετὰ πολλὰς ταύτας ἡμέρας, ἀγρυπνεῖν αὐτοὺς βουλόμενος, καὶ οὐκ ἐδήλωσε φανερῶς· οὕτω καὶ νῦν ποιεῖ. Ἄλλως δὲ, καὶ ἐκεῖνοι ἐνταῦθα οὐ περὶ συντελείας, ἀλλὰ περὶ βασιλείας ἐρωτῶσι· διὸ καὶ, Εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; ἔλεγον. Ὁ δὲ οὐδὲ τοῦτο αὐτοῖς ἐξεκάλυψε. Περὶ δὲ τοῦ τέλους καὶ πρὸ τούτου τοῦτο ἠρώτων· ἀλλ' οὐχ ὥσπερ ἐκεῖ ἀπεκρίνατο σφοδρότερον, ἀπάγων αὐτοὺς τοῦ νομίζειν τὴν ἀπαλλαγὴν εἶναι πλησίον, καὶ ἐνέβαλεν εἰς τοὺς κινδύνους· οὕτω καὶ ἐνταῦθα, ἀλλ' ἡμερώτερον. Ἵνα γὰρ μὴ δοκῶσιν ὑβρίσθαι μηδὲ προφάσεις εἶναι ταῦτα, ἄκουσον καὶ πῶς εὐθέως αὐτοῖς δώσειν ἐπαγγέλλεται ἐφ' ᾧ ἐχάρησαν. Ἐπήγαγε γοῦν· Ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Εἶτα, ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσιν, εὐθέως ἀνελήφθη. Καθάπερ οὖν ἐκεῖ τῷ φόβῳ αὐτοὺς ἐσκότωσε, καὶ τῷ εἰπεῖν, οὐκ οἶδα· οὕτω καὶ ἐνταῦθα, τὸ Ἀνελήφθη εἰπών. Καὶ γὰρ πολλὴν τοῦ πράγματος εἶχον τὴν ἐπιθυμίαν, καὶ οὐκ ἂν ἀπέστησαν, καὶ σφόδρα ἀναγκαῖον ἦν αὐτοὺς μὴ μαθεῖν. Εἰπὲ γάρ μοι· τί μᾶλλον ἀπιστοῦσιν Ἕλληνες; ὅτι συντέλεια ἔσται, ἢ ὅτι ὁ Θεὸς γέγονεν ἄνθρωπος, καὶ ἐκ Παρθένου προῆλθε μήτρας, καὶ μετὰ σαρκὸς ὤφθη ἀνθρώποις; ἆρ' οὐχὶ τοῦτο; Πάντως καὶ σὺ ἐρεῖς. Ἀλλὰ γὰρ αἰσχύνομαι συνεχῶς ὑπὲρ τούτου λέγων, ὡς περὶ πράγματός τινος ἀδιαφόρου. Εἶτα πάλιν ἵνα μὴ εἴπωσι, Διατί ἐπαίρεις τὸ πρᾶγμα; Οὓς ὁ Πατὴρ, φησὶν, ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Καὶ μὴν μία Πατρὸς καὶ αὐτοῦ ἐξουσία, ὡς ὅταν λέγῃ· Ὥσπερ γὰρ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ ἔνθα ἐργάσασθαι δεῖ, μετὰ τῆς αὐτῆς αὐτῷ πράττει ἐξουσίας· ἔνθα εἰδέναι χρὴ, οὐχὶ μετὰ τῆς αὐτῆς οἶδεν ἐξουσίας; Καὶ μὴν τοῦ μαθεῖν τὴν ἡμέραν πολλῷ μεῖζον τὸ νεκροὺς ἐγείρειν. Εἰ τὸ μεῖζον μετ' ἐξουσίας ποιεῖ, οὐ πολλῷ μᾶλλον τὸ ἕτερον;