Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΑΣ ΠΡΑΞΕΙΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ. Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 8.1
Not analysed yet
Εἰ μὲν οὖν ἔτι ἀμφιβάλλεις, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, ἔξω στῆθι, καὶ μηδὲ θείων ἄκουε λόγων, μηδὲ ἐν τοῖς κατηχουμένοις ἀρίθμει σαυτόν· εἰ δὲ θαῤῥεῖς, καὶ οἶδας τοῦτο σαφῶς, τί μέλλεις; τί δὲ ἀναδύῃ καὶ ὀκνεῖς; Δέδοικα μὴ ἁμάρτω, φησί. Τὸ δὲ χαλεπώτερον οὐ δέδοικας, μὴ μετὰ φορτίων τοσούτων ἀπέλθῃς ἐκεῖ; Οὐδὲ γάρ ἐστιν ἴσον, χάριτος προκειμένης μὴ τυχεῖν, καὶ κατορθοῦν ἐπιχειροῦντα ἀποτυχεῖν. Εἰπὲ δή μοι, ἂν γὰρ ἐγκαλῇ, Τίνος ἕνεκεν οὐ προσῆλθες. τίνος ἕνεκεν οὐ κατώρθωσας, τί ἐρεῖς; Ἐκεῖ μὲν γὰρ τάχα τὸ φορτικὸν ἔχεις εἰπεῖν καὶ τῶν προσταγμάτων καὶ τῆς ἀρετῆς· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον. Χάρις γάρ ἐστι δωρεὰν παρεχομένη τὴν ἐλευθερίαν. Ἀλλὰ δέδοικας μὴ ἁμάρτῃς; Ταῦτα μετὰ τὸ βάπτισμα λέγε. Τότε ἔχε τὸν φόβον, ὥστε φυλάξαι τὴν παῤῥησίαν, ἣν ἔλαβες, οὐχ ὥστε μὴ λαβεῖν δωρεὰν τοιαύτην. Νῦν δὲ πρὸ μὲν τοῦ βαπτίσματος εὐλαβὴς σὺ, μετὰ δὲ τὸ βάπτισμα ῥᾴθυμος. Ἀλλὰ τὸν καιρὸν ἀναμένεις τῆς τεσσαρακοστῆς; Τίνος ἕνεκεν; μὴ γὰρ ἔχει τι πλέον ἐκεῖνος ὁ καιρός; Οἱ γοῦν ἀπόστολοι οὐκ ἐν τῷ πάσχα κατηξιώθησαν τῆς χάριτος, ἀλλ' ἐν ἑτέρῳ καιρῷ· καὶ οἱ τρισχίλιοι καὶ οἱ πεντακισχίλιοι, ὅτε ἐβαπτίσθησαν, πάσχα οὐκ ἦν καιρός· καὶ ὁ Κορνήλιος, καὶ ὁ εὐνοῦχος, καὶ ἕτεροι πλείους. Μὴ τοίνυν καιρὸν ἀναμένωμεν, μήποτε μέλλοντες καὶ ἀναβαλλόμενοι ἀπέλθωμεν κενοὶ καὶ ἔρημοι τοσούτων ἀγαθῶν. Πῶς οἴεσθε ὀδυνῶμαι, ὅταν ἀκούσω, ὅτι ἀμύητός τις ἀπηνέχθη ἐντεῦθεν, τὰς ἀφορήτους ἐννοῶν κολάσεις ἐκείνας, τὴν ἀπαραίτητον τιμωρίαν; πῶς δάκνομαι πάλιν, ὅταν ἑτέρους ἴδω πρὸς τὰς ἐσχάτας φθάνοντας ἀναπνοὰς, καὶ μηδὲ ἐντεῦθεν σωφρονιζομένους; Διά τοι τοῦτο πολλὰ τῆς δωρεᾶς ταύτης ἀνάξια γίνεται. Δέον γὰρ εὐφραίνεσθαι, καὶ χορεύειν, καὶ χαίρειν, καὶ στεφανοῦσθαι, ἑτέρου μυσταγωγουμένου, ὅταν ἀκούσῃ τοῦ κάμνοντος ἡ γυνὴ, ὅτι τοῦτο ἐπέσκηψεν ὁ ἰατρὸς, ὡς ἐπὶ κακῷ τινι κατακόπτεται καὶ θρηνεῖ, καὶ κωκυτοὶ καὶ οἰμωγαὶ πανταχοῦ τῆς οἰκίας ὡς ἐπὶ καταδίκων τῶν τὴν ἐσχάτην ἀπαγομένων ὁδόν. Καὶ ἐκεῖνος δὲ πάλιν τότε ὀδυνᾶται πλέον, κἂν ἀνενέγκῃ ἀπὸ τῆς ἀῤῥωστίας, χαλεπώτερον ἀλγεῖ ὡς ἐπηρεασθείς. Ἐπειδὴ γὰρ οὐ παρεσκεύαστο πρὸς ἀρετὴν, ὀκνεῖ λοιπὸν, καὶ ἀναδύεται πρὸς τοὺς ἀγῶνας τοὺς μετὰ ταῦτα. Ὁρᾷς, οἷα ὁ διάβολος κατασκευάζει μηχανήματα, ὅσην τὴν αἰσχύνην, ὅσον τὸν γέλωτα; Ἀπαλλαγῶμεν τοίνυν τούτου τοῦ γέλωτος· ζήσωμεν ὡς ὁ Χριστὸς ἐκέλευσε. Διὰ τοῦτο ἔδωκε τὸ βάπτισμα, οὐχ ἵνα λαβόντες ἀπέλθωμεν, ἀλλ' ἵνα ἐπιζήσαντες καρποὺς ἐπιδειξώμεθα. Πῶς ἐρεῖς, Καρποφόρει, τῷ ἀπιόντι, τῷ ἐκκοπέντι; οὐκ ἤκουσας, ὅτι Ὁ καρπὸς τοῦ Πνεύ ματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη; Πῶς οὖν τὰ ἐναντία γίνεται; Καὶ γὰρ ἡ γυνὴ παρέστηκε πενθοῦσα, ὅτε χαίρειν ἔδει· τὰ τέκνα ὀδυρόμενα, ὅτε συνήδεσθαι ἐχρῆν· αὐτὸς ὁ κείμενος ἐσκοτωμένος, θορύβου γέμων καὶ ταραχῆς, ὅτε πανηγυρίζειν ἔδει· ἀθυμίας πεπληρωμένος πολλῆς, διὰ τὴν ὀρφανίαν τῶν τέκνων, διὰ τὴν χηρείαν τῆς γυναικὸς, διὰ τὴν ἐρημίαν τῆς οἰκίας. Οὕτω τις προέρχεται μυστηρίοις; εἰπέ μοι· οὕτως ἅπτεται τραπέζης ἱερᾶς; ταῦτα ἀνεκτά; Κἂν μὲν βασιλεὺς πέμψῃ γράμματα, τοὺς ἐν δεσμωτηρίῳ λύων, εὐφροσύνη καὶ χαρά· ὁ δὲ Θεὸς καταπέμπει τὸ Πνεῦμα ἐξ οὐρανῶν, οὐχὶ ἐλλείμματα χρημάτων, ἀλλ' ὁλόκληρα ἁμαρτήματα συγχωρῶν· καὶ πάντες θρηνεῖτε καὶ ὀδύρεσθε; Τίς ἡ ἀνωμαλία αὕτη; Οὔπω γὰρ λέγω, ὅτι καὶ νεκροῖς ἐπεχύθη ὕδωρ, καὶ τὰ ἅγια ἐῤῥίφη εἰς γῆν· ἀλλ' οὐχ ἡμεῖς τούτων αἴτιοι, ἀλλ' οἱ ἀγνώμονες. Διὸ παρακαλῶ πάντα ἀφέντας συστρέψαι ἑαυτοὺς καὶ προσιέναι τῷ βαπτίσματι μετὰ προθυμίας ἁπάσης, ἵνα καὶ ἐν τῷ παρόντι πολλὴν ἐπιδειξάμενοι σπουδὴν, τῆς μελλούσης τύχωμεν παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.