Ancient Greek · ~15 min
Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-2
Not analysed yet
Ἀλλ' ἵνα μάθητε, ἐπὶ ὑποδείγματος ποιήσω τοῦτο φανερόν. Ὥσπερ ὅταν ἴδωμεν παιδίον ἀποκλαιόμενον, καὶ συνεχῶς βουλόμενόν τι λαβεῖν παρ' ἡμῶν οὐκ ἀναγκαῖον αὐτῷ, μᾶλλον ἀποκρύψαντες, γυμνὰς δείκνυμεν τὰς χεῖρας, λέγοντες, Ἰδοὺ οὐκ ἔχομεν· οὕτω καὶ αὐτὸς τοῖς ἀποστόλοις πεποίηκεν. Ἀλλ' ὥσπερ τὸ παιδίον ἐκεῖνο, καὶ μὴ δεικνύντων ἡμῶν ἐπίκειται κλαῖον, εἰδὸς ὅτι ἐξηπάτηται· εἶτα ἀφέντες ἄπιμεν λέγοντες· Καλεῖ με ὁ δεῖνα, καὶ ἕτερόν τι ἀντ' αὐτοῦ διδόαμεν, βουλόμενοι αὐτὸ ἀπαγαγεῖν τῆς προαιρέσεως, καὶ θαυμάζοντες ἐκεῖνο ἀντὶ τούτου, καὶ δόντες ἀποπηδῶμεν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐζήτουν ἐκεῖνοι λαβεῖν· ἔφη οὗτος μὴ ἔχειν. Ὅμως καὶ πρῶτον ἐφόβησεν· ἐπεὶ δὲ πάλιν ἐζήτουν, ἔφη πάλιν μὴ ἔχειν. Πλὴν οὐ φοβεῖ νῦν, ἀλλὰ μετὰ τὸ δεῖξαι τοῦτο ὃ πεποίηκε, λέγει καὶ εὐπρόσωπον ἀφορμήν· ὅτι Ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ. Τί οὖν; σὺ οὐκ οἶδας τὰ τοῦ Πατρός; ἀλλ' αὐτὸν μὲν γινώσκεις, τὰ δὲ αὐτοῦ οὐκέτι; Αὐτὸς εἶπας· Οὐδεὶς γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· καὶ, Τὸ μὲν Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ· σὺ δὲ οὐδὲ τοῦτο οἶδας; Ἄπαγε. Οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν, τοῦτο εἴρηκεν· ἀλλ' ἀγνοεῖν προσποιεῖται, τῆς ἀκαίρου ζητήσεως ἀπάγων αὐτούς. Ἐφοβήθησαν οὖν ἐρωτῆσαι πάλιν, ἵνα μὴ ἀκούσωσι· Καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Πολλῷ γὰρ μᾶλλον αὐτὸν ἐφοβοῦντο νῦν, ἢ τὸ πρότερον. Ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς. Ὥσπερ γὰρ ἐκεῖ οὐ πρὸς ἃ ἠρώτησαν ἀπεκρίνατο (διδασκάλου γὰρ τοῦτό ἐστι, μὴ ἃ βούλεται ὁ μαθητὴς, ἀλλ' ἃ συμφέρει μαθεῖν, διδάσκειν)· οὕτω καὶ νῦν, ἃ ἔδει μαθεῖν διὰ τοῦτο προλέγει, ἵνα μὴ ταραχθῶσιν. Ἄρα ἔτι ἀσθενεῖς ἦσαν. Ὥστε δὲ παῤῥησιάζεσθαι, ἐπῆρεν αὐτῶν τὰς ψυχὰς, καὶ τὰ φορτικὰ συνεκάλυψεν. Ἐπειδὴ γὰρ ἔμελλεν αὐτοὺς μικρὸν ὕστερον λοιπὸν καταλιμπάνειν, ταῦτα διαλεγόμενος οὐδὲν λέγει λυπηρὸν ἁπλῶς· ἀλλὰ τί; Μετ' ἐγκωμίου τὰ λυπηρά φησι, μονονουχὶ λέγων, Μὴ φοβηθῆτε· Λήψεσθε γὰρ δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ' ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ. Ἐπειδὴ γὰρ εἶπεν· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· νῦν δὲ βούλεται ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ κηρύσσειν αὐτούς· καὶ ἃ τότε οὐκ εἶπεν, ἐνταῦθα προσέθηκε, Καὶ ἕως ἐσχάτου τῆς γῆς, λέγων. Καὶ τὸ πάντων φοβερώτερον εἰπὼν, ἵνα μὴ πάλιν αὐτὸν ἐρωτῶσι, Βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Ὁρᾷς ὅτι αὐτοὶ ἐκήρυξαν, καὶ ἐπλήρωσαν τὸ Εὐαγγέλιον; Ὄντως μέγα αὐτοῖς ἐχαρίσατο. Ὅπου δεδοίκατε. φησὶν, ἐν Ἱεροσολύμοις, ἐκεῖ κηρύξατε πρῶτον, καὶ ὕστερον ἕως ἐσχάτου τῆς γῆς. Εἶτα πάλιν τῶν λεχθέντων ἡ πίστις· Βλεπόντων αὐτῶν ἐπήρθη, φησί. Βλεπόντων μὲν γὰρ οὐκ ἀνέστη· Βλεπόντων δὲ ἐπήρθη· ἐπειδὴ οὐδὲ ἐνταῦθα ἡ ὄψις τὸ πᾶν ἴσχυσε. Καὶ γὰρ τῆς ἀναστάσεως τὸ μὲν τέλος εἶδον, τὴν δὲ ἀρχὴν οὐκέτι· καὶ τῆς ἀναλήψεως τὴν μὲν ἀρχὴν εἶδον, τὸ δὲ τέλος οὐκέτι. Παρεῖλκε γὰρ ἐκεῖνο τὸ τὴν ἀρχὴν ἰδεῖν, αὐτοῦ τοῦ ταῦτα φθεγγομένου παρόντος, καὶ τοῦ μνήματος δηλοῦντος, ὅτι οὐκ ἔστιν ἐκεῖ· ἀλλὰ τὸ μετὰ τοῦτο λόγῳ ἔδει μαθεῖν. Ἐπειδὴ γὰρ οὐκ ἀρκοῦσιν οἱ ὀφθαλμοὶ δεῖξαι τὸ ὕψος, οὐδὲ παιδεῦσαι πότερον εἰς τὸν οὐρανὸν ἀνῆλθεν, ἢ ὡς εἰς τὸν οὐρανὸν, ὅρα τί γίνεται. Ὅτι μὲν αὐτός ἐστιν ὁ Ἰησοῦς, ᾔδεσαν ἐξ ὧν διελέγετο πρὸς αὐτοὺς (πόῤῥωθεν γὰρ οὐκ ἐνῆν ἰδόντας γνῶναι)· ὅτι δὲ εἰς τὸν οὐρανὸν ἀναλαμβάνεται, αὐτοὶ λοιπὸν ἐδίδασκον οἱ ἄγγελοι. Ὅρα, πῶς οὐ πάντα Πνεύματι, ἀλλὰ καὶ ὄψει γενέσθαι οἰκονομεῖται. Διατί δὲ νεφέλη ὑπέλαβεν αὐτόν; Καὶ τοῦτο τεκμήριον, ὅτι εἰς τὸν οὐρανὸν ἀνῆλθεν. Οὐ πῦρ, ὡς ἐπὶ Ἠλίου, οὐδὲ ἅρμα πύρινον· ἀλλὰ νεφέλη αὐτὸν ὑπέλαβεν, ὃ τοῦ οὐρανοῦ σύμβολον ἦν, καθὼς ὁ προφήτης φησίν· Ὁ τιθεὶς νέφει τὴν ἐπίβασιν αὐτοῦ, εἰ καὶ περὶ τοῦ Πατρὸς εἴρηται τοῦτο. Διὰ τοῦτο λέγει, ὅτι Ἐπὶ νεφέλης, δεικνὺς, ὅτι ἐν τῷ συμβόλῳ αὐτῷ τῆς θείας δυνάμεως· οὐδαμοῦ γὰρ ἄλλη τις δύναμις ἐπὶ νεφέλης φαίνεται. Ἄκουε πάλιν, τί φησιν ἄλλος προφήτης· Ὁ Θεὸς κάθηται ἐπὶ νεφέλης κούφης.