Ancient Greek · ~18 min
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁράματι ἄνδρα Ἀνανίαν, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-20
Not analysed yet
Τί δήποτε οὐδένα τῶν κορυφαίων ἀποστόλων οὔτε ἐκάλεσεν, οὔτε ἀπέστειλε πρὸς τὴν τοῦ Παύλου κατήχησιν; Ὅτι οὐκ ἐχρῆν δι' ἀνθρώπων ἐνάγεσθαι, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ· ἐπεὶ καὶ οὗτος ἐδίδαξε μὲν αὐτὸν οὐδὲν, ἐβάπτισε δὲ μόνον. Ἅμα γοῦν τῷ βαπτισθῆναι ἐπεσπάσατο πολλὴν τοῦ Πνεύματος τὴν χάριν ἀπὸ τοῦ ζήλου καὶ τῆς προθυμίας τῆς πολλῆς. Ὅτι δὲ καὶ ὁ Ἀνανίας τῶν σφόδρα ἐπισήμων ἦν, δῆλον ἐξ ὧν ἐμφανίζεται καὶ λέγει πρὸς αὐτὸν, καὶ ἐξ ὧν πάλιν αὐτὸς ἀποκρίνεται, λέγων· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνθρώπου τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἱερουσαλήμ. Εἰ τοίνυν πρὸς Κύριον ἀντεῖπε, πολλῷ μᾶλλον, εἰ ἄγγελον ἔπεμψε. Διὰ τοῦτο οὐδὲ πρὸ τούτου Φίλιππος ἀκούει τὸ ἐσόμενον, ἀλλὰ μόνον ὁρᾷ τὸν ἄγγελον· καὶ οὕτω τὸ Πνεῦμα προστάττει προσελθεῖν, καὶ κολληθῆναι τῷ ἅρματι. Τέως δὲ ἐνταῦθα τὸν φόβον αὐτοῦ ὑποτέμνεται, καὶ μονονουχὶ τοῦτό φησι τῷ εἰπεῖν· Ἰδοὺ προσεύχεται, τυφλός ἐστι, καὶ σὺ δέδοικας; Οὕτω καὶ Μωϋσῆς φοβεῖται· ὥστε τὰ ῥήματα φοβουμένου μᾶλλόν ἐστιν, οὐκ ἀπιστοῦντος. Καὶ ἄκουε τῶν ῥημάτων αὐτῶν· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου. Τί λέγεις; ὁ Θεὸς λέγει, καὶ σὺ ἀμφιβάλλεις; Οὕτως οὔπω ᾔδεσαν τὴν δύναμιν τοῦ Χριστοῦ. Καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Πόθεν τοῦτο δῆλον; Εἰκὸς ἦν αὐτοὺς ἐν φόβῳ ὄντας περιεργάζεσθαι. Οὐχ ὡς οὐκ εἰδότος οὖν τοῦ Χριστοῦ ταῦτα λέγει, ἀλλ' ἀποροῦντος, ὅτι τούτων ὄντων, πῶς δυνατὸν ταῦτα γενέσθαι. Οὕτω καὶ ἀλλαχοῦ οἱ μαθηταὶ λέγουσι· Τίς δύναται σωθῆναι; Ἀλλ' ὅρα πόσα οἰκονομεῖται, ἵνα πιστεύσῃ τῷ ἐρχομένῳ. Ἐν ὀνείρῳ εἶδε, προεμήνυσεν αὐτῷ, Προσεύχεται, φησίν· οὐκοῦν μὴ φοβοῦ. Καὶ διὰ τί οὐ λέγει αὐτῷ τὸ κατόρθωμα τὸ γενόμενον; Παιδεύων ἡμᾶς μὴ λέγειν ἡμῶν τὰ κατορθώματα· μᾶλλον δὲ καὶ φοβούμενον ἰδών. Οὐδὲ οὕτως εἶπεν, Οὐκ ἀπιστηθήσῃ, ἀλλὰ τί; Ἀναστὰς πορεύθητι. Οἶδε γὰρ ἐν ὁράματι ἄνδρα ἐπιθέντα αὐτῷ χεῖρας. Διὰ τοῦτο ἐν ὁράματι, ἐπειδὴ πηρὸς ἦν. Καὶ οὐδὲ τοῦ θαύματος ἡ ὑπερβολὴ εἷλε τὸν μαθητήν· οὕτως ἐφοβεῖτο. Ὅμως δι' αὐτοῦ Παῦλον τυφλὸν ὄντα ἀναβλέψαι ὁ Θεὸς ἐποίησεν. Εἶπε δὲ ὁ Κύριος πρὸς αὐτόν· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἐγὼ γὰρ ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Οὐ μόνον πιστὸς ἔσται, φησὶν, ἀλλὰ καὶ διδάσκαλος, καὶ πολλῇ χρήσεται τῇ παῤῥησίᾳ. Ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οὕτως ἐπιδώσει ἡ διδασκαλία, φησὶ, ὡς καὶ ἐθνῶν καὶ βασιλέων ἁπάντων κρατῆσαι. Ἀπῆλθε δὲ Ἀνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ' αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφὲ, ὁ Κύριος ἀπέσταλκέ με (Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ᾗ ἤρχου), ὅπως ἀναβλέψῃς καὶ πλησθῇς Πνεύματος ἁγίου. Εὐθέως αὐτὸν οἰκειοῦται τῷ ὀνόματι. Ἰησοῦς, φησὶν, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ. Καὶ μὴν τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ Πνεύματος ἔμαθε. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡσεὶ λεπίδες, ἀνέβλεψέ τε παραχρῆμα, καὶ ἀναστὰς ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσε. Μόνον αὐτῷ τὰς χεῖρας ἐπέθηκε, καὶ εὐθέως τῶν ὀφθαλμῶν αὐτοῦ ἀπέπεσον αἱ λεπίδες. Ταύτας τινές φασι τῆς πηρώσεως αὐτοῦ εἶναι αἰτίας. Καὶ διὰ τί μὴ ἐπήρωσε αὐτοῦ τοὺς ὀφθαλμούς; Τοῦτο παραδοξότερον ἦν· καὶ γὰρ ἀνεῳγμένων οὐκ ἔβλεπεν· ὅπερ ἔπαθεν ἐπὶ τοῦ νόμου, ἕως τὸ ὄνομα ἐπετέθη τοῦ Ἰησοῦ. Καὶ εὐθέως, φησὶν, ἐβαπτίσθη. Καὶ λαβὼν τροφὴν, ἐνίσχυσεν. Ἄρα καὶ ἐξησθενηκὼς ἦν ἀπό τε τῆς ὁδοιπορίας, ἀπό τε τοῦ φόβου, ἀπό τε τοῦ λιμοῦ καὶ τῆς ἀθυμίας. Βουλόμενος οὖν αὐτοῦ ἐπιτεῖναι τὴν ἀθυμίαν, τυφλὸν μένειν εἴασεν, ἕως ἦλθεν Ἀνανίας. Καὶ ἵνα μὴ νομίσῃ φαντασίαν τις εἶναι τὴν πήρωσιν, διὰ τοῦτο αἱ λεπίδες. Ἄρα οὐκ ἐδεήθη διδασκαλίας ἑτέρας, ἀλλὰ τὸ συμβὰν γέγονε διδασκαλία. Ἐγένετο δὲ μετὰ τῶν ὄντων ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς. Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα, εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς. Οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδεδοίκει, ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα καταλύων. Οὐχ ἁπλῶς ἦν διδάσκαλος, ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς. Οὕτως ἐκ προοιμίων θανατῶν ὁ ἄνθρωπος ἦν, καὶ πρὸς φόνους παρεσκευασμένος. Ὁρᾷς, οἷον γέγονε σημεῖον εἰς αὐτὸν ἐναργές; Τούτῳ αὐτῷ καὶ πάντας ἐξέπληττε. Διὸ καὶ τοῦτο δηλῶν ἐπάγει, λέγων· Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες, καὶ ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς αὐτὸ τοῦτο ἐλήλυθεν, ἵνα δεδεμένους ἀναγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς; Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνῄσχυνε τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων, ὅτι Οὗτός ἐστιν ὁ Χριστός. Ἅτε νομομαθὴς ὢν, ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι. Ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις διαλέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὗρον ἕτερον.