Ancient Greek · ~23 min
Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων· Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 5.1-8
Not analysed yet
Ἀλλὰ φέρε ἐπὶ ὕβρεως τὸ πρᾶγμα ἐξετάσωμεν· Εἴ τις τὸν ὑβρίζοντα κατέχοι, καὶ ἐπιστομίζοι ὡς ἀλγῶν ταῖς ὕβρεσιν, ἕτερος δὲ μηδὲ φροντίζοι μηδὲ προσποιοῖτο, τίς μᾶλλον καταφρονεῖ; οὐχ οὗτος; Ἐκεῖνος μὲν γὰρ ἐμφαίνει, ὅτι πληγὴν δέχεται· οὗτος δὲ μονονουχὶ τὸ στόμα ἐμφράττει τοῦ Θεοῦ. Ἐφρίξατε τὸ ῥηθέν; Ἀλλ' ἄκουε καὶ πῶς τοῦτο γίνεται. Τὸ στόμα, δι' οὗ ὁ Θεὸς φθέγγεται, στόμα ἐστὶ τοῦ Θεοῦ. Καθάπερ γὰρ τοῦτο τὸ στόμα τῆς ψυχῆς ἡμῶν ἐστι, καίτοι ψυχῆς οὐκ ἐχούσης στόμα· οὕτω καὶ τὸ στόμα τῶν προφητῶν στόμα ἐστὶ τοῦ Θεοῦ. Ἀκούσατε καὶ φρίξατε. Κοινὸς διάκονος, ἕστηκεν ὁ διάκονος μέγα βοῶν καὶ λέγων· Πρόσχωμεν· καὶ τοῦτο πολλάκις. Ἐκείνη ἡ φωνὴ κοινὴ τῆς Ἐκκλησίας ἐστὶν, ἣν οὗτος ἀφίησι, καὶ οὐδεὶς ὁ προσέχων. Μετ' ἐκεῖνον ἄρχεται ὁ ἀναγνώστης τῆς προφητείας Ἡσαΐου· καὶ οὐδὲ οὕτω προσέχει τις, καίτοι προφητεία οὐδὲν ἀνθρώπινον ἔχει. Εἶτα εἰς ἐπήκοον ἐκφωνεῖ λέγων, Τάδε λέγει Κύριος, καὶ οὐδὲ οὕτω προσέχει τις. Τί λέγω; Φοβερά τινα διεξέρχεται καὶ φρικώδη, καὶ οὐδὲ οὕτως ἔστι τις ὁ προσέχων. Ἀλλὰ τίς ὁ λόγος τῶν πολλῶν; Ἀεὶ, φησὶ, τὰ αὐτὰ ἀναγινώσκεται. Τοῦτο μάλιστα ὑμᾶς ἀπόλλυσιν. Εἰ μὲν οὖν ᾔδειτε αὐτὰ, μάλιστα μὲν οὐδὲ οὕτως ἀπέχεσθαι ἔδει· ἐπεὶ καὶ ἐν τοῖς θεάτροις ἀεὶ τὰ αὐτὰ γίνεται, καὶ ὅμως οὐ λαμβάνετε κόρον. Ποῖα τὰ αὐτὰ τολμᾷς εἰπεῖν, ὁ μηδὲ τῶν προφητῶν τὰ ὀνόματα εἰδώς; Οὐκ αἰσχύνῃ λέγων μὲν διὰ τοῦτο μὴ ἀκούειν, ἐπειδὴ τὰ αὐτὰ ἀεὶ ἀναγινώσκεται, οὐκ εἰδὼς δὲ οὐδὲ τὰ ὀνόματα τῶν ἀναγινωσκομένων, καὶ ταῦτα ἀεὶ τὰ αὐτὰ ἀκούων; Καὶ γὰρ σὺ ὡμολόγησας, ὅτι τὰ αὐτὰ λέγεται. Ἐγὼ εἰ ἔλεγον εἰς κατηγορίαν προφέρων τοῦτο, σὲ ἐχρῆν ἐφ' ἑτέραν ἀπολογίαν ἐλθεῖν, μὴ ἐπὶ τὴν κατηγορίαν τὴν σήν. Εἰπέ μοι, σὺ οὐ παραινεῖς τῷ υἱῷ τῷ σῷ; Ἂν οὖν οὗτος εἴπῃ, ὅτι Ἀεὶ τὰ αὐτὰ, ἆρα οὐχ ἡγῇ ὕβριν εἶναι; Τότε ἐνῆν μὴ λέγειν τὰ αὐτὰ, ὅτε αὐτὰ καὶ ᾔδειμεν, καὶ διὰ τῶν ἔργων ἐπεδεικνύμεθα· μᾶλλον δὲ οὐδὲ τότε περιττὴ ἡ ἀνάγνωσις. Τί Τιμοθέου ἴσον; Ἀλλ' ὅμως καὶ ἐκείνῳ γράφων ὁ Παῦλος ἔλεγε· Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐξαντληθῆναί ποτε τὸν νοῦν τῶν Γραφῶν· πηγή τίς ἐστιν οὐκ ἔχουσα πέρας. Εἶπον, Ἐσοφίσθην, φησὶ, καὶ τότε ἀπέστη ἀπ' ἐμοῦ. Βούλεσθε δείξω, ὅτι οὐκ ἔστι τὰ αὐτά; Πόσους νομίζετε εἰρηκέναι εἰς τὰ Εὐαγγέλια; Ἀλλ' οὗτοι πάντες ξένως καὶ καινῶς εἶπον. Ὅσῳ γὰρ ἄν τις αὐτοῖς ἐνδιατρίβῃ, τοσούτῳ ὀξύτερον βλέπει, τοσούτῳ πλέον ὁρᾷ τὸ φῶς καθαρόν. Ἰδοὺ πόσα λέγω· Τί ἐστι προφητεία; εἴπατε· τί ἐστι διηγήματα; τί ἐστι παραβολή; τί ἐστιν ἀλληγορία; τί ἐστι τύπος; τί ἐστι σύμβολον; τί ἐστιν Εὐαγγέλια; Τοῦτο δὴ μόνον εἴπατέ μοι τὸ φανερὸν, διὰ τί Εὐαγγέλια εἴρηται; Καίτοι πολλάκις ἠκούσατε, ὅτι τὰ εὐαγγέλια οὐδὲν ἔχειν ὀφείλει σκυθρωπόν· ταῦτα δὲ πολλῆς γέμει σκυθρωπότητος. Τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, φησὶ, καὶ ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει· τό τε, Διχοτομήσει αὐτὸν, καὶ θήσει τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν· τό τε, Ἐρεῖ· Οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε ἀπ' ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Ἄρα μὴ ἀπατῶμεν ἑαυτοὺς, νομίζοντες ταῦτα Ἑλληνιστὶ ἡμῖν λέγειν. Ἢ οὐδὲν πρὸς ἡμᾶς τούτων; Ὑμεῖς κεκώφωσθε, καὶ οἷον ἀπόπληκτοι τυγχάνοντες κάτω κύπτετε. Τὰ Εὐαγγέλια οὐδὲν ἔχειν δεῖ τῶν πρακτέων, ἀλλὰ μόνον ἀγαθὰ συμβουλεύειν· ταῦτα δὲ μυρία ἔχει πρακτέα· οἷάπερ ἐστὶ καὶ τὰ τοιαῦτα· Ἐὰν μή τις μισήσῃ αὑτοῦ τὸν πατέρα καὶ τὴν μητέρα, οὐκ ἔστι μου ἄξιος· καὶ, Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν· καὶ, Θλῖψιν ἕξετε ἐν τῷ κόσμῳ. Καλά γε· οὐ γὰρ ταῦτα εὐαγγέλια. Τὸ γὰρ εὐαγγέλιον τοῦτό ἐστι· Τάδε σοι ἔσται ἀγαθά· καθάπερ καὶ ἐν τῇ συνηθείᾳ φασὶ πρὸς ἀλλήλους οἱ ἄνθρωποι· Τί μοι τῶν εὐαγγελίων; Ὁ πατήρ σου ἥξει, ἡ μήτηρ σου. Οὐ λέγει· Τόδε ποίησον. Πάλιν εἰπέ μοι, τί διέστηκε ταῦτα τῶν προφητικῶν; διὰ τί μὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; καὶ γὰρ καὶ ἐκεῖνα τὰ αὐτὰ λέγουσιν· οἷον, Ἁλεῖται ὡς ἔλαφος ὁ χωλός· Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις· Δώσω ὑμῖν οὐρανὸν καινὸν, καὶ γῆν καινήν. Διὰ τί μὴ καὶ ἐκεῖνα εὐαγγέλια λέγεται; διὰ τί μὴ καὶ τοῦτο προφητεία; Εἰ δὲ μηδὲ τί ἐστιν εὐαγγέλια εἰδότες, οὕτω καταφρονεῖτε τῆς τῶν Γραφῶν ἀναγνώσεως· τί ὑμῖν ἐρῶ; Εἴπω τι καὶ ἕτερον· Διὰ τί τέσσαρα Εὐαγγέλια; διὰ τί μὴ δέκα; διὰ τί μὴ εἴκοσι; διὰ τί μὴ πολλοὶ ἐπεχείρησαν συντάξασθαι Εὐαγγέλια; διὰ τί μὴ εἷς; διὰ τί οἱ μαθηταί; διὰ τί οἱ μὴ μαθηταί; διὰ τί δὲ ὅλως καὶ αἱ Γραφαί; Καίτοι γε τοὐναντίον φησὶν ἡ Παλαιά· Δώσω ὑμῖν διαθήκην καινήν. Ποῦ εἰσὶν οἱ λέγοντες, Ἀεὶ τὰ αὐτά; Εἰ ταῦτα ᾔδειτε, ὅτι, κἂν μυρία ἔτη ζήσῃ ἄνθρωπος, οὐκ ἔστι τὰ αὐτὰ, οὐκ ἂν εἴπατε ταῦτα. Πιστεύσατε, οὐκ ἐρῶ ὑμῖν οὐδὲν τούτων, οὐκ ἰδίᾳ, οὐ κοινῇ· ἀλλὰ εἰ μέν τις εὕρῃ, ἐπινεύσω· ἂν δὲ μὴ, ἐάσω. Οὕτω γὰρ ὑμᾶς ἐποιήσαμεν ἀχρήστους, ἀεὶ πάντα ἐξ ἑτοίμου λέγοντες, καὶ ὅτε χρὴ οὐκ ἀνανεύοντες. Ἰδοὺ ἔχετε ζητήματα ἱκανά· σκέψασθε, εἴπατε τὴν αἰτίαν. Διὰ τί εὐαγγέλια; διὰ τί μὴ προφητεῖαι; διὰ τί τὰ πρακτέα ἐν τοῖς Εὐαγγελίοις; Κἂν οὗτος ἀπορήσῃ, ἕτερος ζητείτω, καὶ τὰ παρ' ἑαυτῶν ἀλλήλοις συνεισφέρετε· λοιπὸν δὲ ἡμεῖς σιγήσομεν. Εἰ γὰρ τὰ εἰρημένα οὐδὲν ὑμᾶς ὤνησε, πολλῷ μᾶλλον οὐδ' ἂν ἕτερα προσθείημεν. Ὄντως εἰς πίθον τετρυπημένον ἀντλοῦμεν, ἔνθεν μείζων ὑμῖν καὶ ἡ κόλασις. Οὐκοῦν διὰ τοῦτο σιγήσομεν. Ὅπερ ἵνα μὴ γένηται, ὑμεῖς κύριοι. Εἰ γὰρ θεασόμεθα ὑμῶν τὴν σπουδὴν, ἴσως πάλιν ἐροῦμεν, ἵνα καὶ ὑμεῖς ἐπὶ πλέον εὐδοκιμῆτε, καὶ ἡμεῖς ἐφ' ὑμῖν εὐφραινώμεθα, ἐπὶ πᾶσι δοξάζοντες τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα, καὶ τὸ κράτος, καὶ ἡ μεγαλωσύνη, καὶ ἡ τιμὴ, σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.