Ancient Greek
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁράματι ἄνδρα Ἀνανίαν, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 2.1-20
Not analysed yet
Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ κατὰ τὸν Ἀνανίαν· Οὐκ εἶπε πρὸς αὐτὸν, Διαλέχθητι καὶ κατήχησον αὐτόν. Εἰ γὰρ εἰπὼν, ὅτι Εὔχεται, καὶ εἶδεν ἄνδρα ἐπιθέντα αὐτῷ τὰς χεῖρας, οὐκ ἔπεισε· πολλῷ μᾶλλον, εἰ τοῦτο εἶπεν. Εἶδε, φησὶν, ἐν ὁράματι· ὥστε οὐδὲ διαπιστήσει σοι· μὴ τοίνυν φοβηθῇς, ἀλλὰ πορεύου. Οὕτως οὐδὲ Φίλιππος τότε τὸ πᾶν εὐθέως ἀκούει. Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος. Ἐκ περιουσίας τὸν φόβον λύοντός ἐστι τοῦτο, καὶ θαῤῥεῖν πείθοντος· εἴ γε οὕτω μέλλοι τὰ ὑπὲρ αὐτοῦ φρονεῖν, ὡς καὶ παθεῖν πολλά. Εἰπὼν δὲ, Σκεῦος, ὥστε δεῖξαι, ὅτι οὐκ ἔστι φυσικὴ αὐτοῦ ἡ κακία, Ἐκλογῆς προσέθηκεν, ἵνα δηλώσῃ, ὅτι καὶ δόκιμός ἐστι· τὸ δόκιμον γὰρ ἐκλεγόμεθα. Μὴ δὴ νομίσῃ τις ταῦτα ἀκούων, ὅτι ἀπιστῶν τοῖς λεγομένοις ταῦτά φησιν Ἀνανίας, ἢ ἠπατῆσθαι νομίζων τὸν Χριστόν· μὴ γένοιτο· ἀλλὰ φοβούμενος καὶ τρέμων, οὐδὲ προσεῖχε τοῖς εἰρημένοις, ἀκούσας τὸ ὄνομα Παύλου· οὕτω προκατέλαβεν ὁ φόβος ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν ψυχήν· καίτοι ἀκούσας, ὅτι ἐτύφλωσεν αὐτὸν, ἔδει θαῤῥεῖν. Καὶ ὧδε εἰς αὐτὸ, φησὶ, τοῦτο ἐλήλυθεν, ὥστε δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Ὡσεὶ ἔλεγε· Φοβοῦμαι, μή ποτέ με εἰς Ἱεροσόλυμα ἀναγάγῃ. Τί με εἰς τὸ στόμα ἐμβάλλεις τοῦ λέοντος; τί με τούτῳ προδίδως; Φοβεῖται, καὶ ταῦτα λέγει, ἵνα μάθωμεν πάντοθεν τὴν ἀρετὴν τοῦ ἀνδρός. Τὸ μὲν γὰρ παρὰ Ἰουδαίων ταῦτα λέγεσθαι, οὐδὲν θαυμαστόν· τὸ δὲ παρὰ τούτου, καὶ οὕτω φοβηθέντος, μέγιστον τεκμήριον τῆς τοῦ Θεοῦ δυνάμεως δείκνυται τοῦτο. Σαοὺλ ἀδελφέ. Ἐνταῦθα καὶ ὁ φόβος γίνεται μέγας, καὶ ἡ ὑπακοὴ μείζων μετὰ τὸν φόβον. Εἶτα ἐπειδὴ Σκεῦος ἐκλογῆς εἶπεν, ἵνα μὴ εἴπῃς, τὸ πᾶν εἶναι Θεοῦ, ἀπάγων σε τούτου, προστίθησι τὸ ἑξῆς, λέγων· Τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ. Ἤκουσεν, ὃ σφόδρα ἐπεθύμει ὁ Ἀνανίας, ὅτι καὶ κατὰ Ἰουδαίων στήσεται· διὸ καὶ οὐ μόνον χαρᾶς, ἀλλὰ καὶ θάρσους πληροῦται. Ἐγὼ γὰρ, φησὶν, ὑποδείξω αὐτῷ, ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Προδηλωτικῶς ταῦτα εἴρηται ἅμα καὶ ἐντρεπτικῶς, εἰ ἐκεῖνος μὲν πάντα πείσεται ὁ οὕτω μεμηνὼς, αὐτὸς δὲ οὐδὲ βαπτίσαι αὐτὸν θέλει, ὅπως ἀναβλέψῃ. Καλῶς ἔχει, φησίν· ἄφες αὐτὸν πεπηρῶσθαι· διὰ τοῦτο νῦν ἥμερος, ὅτι τυφλός ἐστι· τί με κελεύεις ἀνοῖξαι αὐτοῦ τοὺς ὀφθαλμούς; ἵνα πάλιν δήσῃ; Ἀλλὰ μὴ φοβηθῇς τὸ μέλλον· τῇ γὰρ ἀνοίξει οὐ καθ' ἡμῶν, ἀλλ' ὑπὲρ ἡμῶν χρήσεται· πρὸς τὸ, Ὅπως ἀναβλέψῃ, ἔτι καὶ ταῦτα προσκείσθω. Μὴ φοβοῦ· οὐδὲν ἐργάσεται ὑμᾶς δεινὸν, ἀλλὰ καὶ πείσεται πολλά. Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι πρότερον πείσεται, καὶ τότε ἐμβήσεται εἰς τοὺς κινδύνους. Σαοὺλ ἀδελφὲ, ὁ Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἀπέσταλκέ με. Οὐκ εἶπεν, Ὁ πηρώσας, ἀλλ', Ὁ ὀφθείς σοι· οὕτως ᾔδει μετριάζειν, καὶ οὐδὲν φθέγγεταί που ἀλαζονικόν. Ὥσπερ οὖν ὁ Πέτρος ἔλεγεν ἐπὶ τοῦ χωλοῦ· Τί ἡμῖν προσέχετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; οὕτω καὶ οὗτος, Ὁ Ἰησοῦς ὁ ὀφθείς σοι. Τῶν χειρῶν ἐπικειμένων ταῦτα ἐφθέγγετο, καὶ διπλῆ πήρωσις ἐλύετο. Εἰπὼν δὲ, ὅτι Λαβὼν τροφὴν ἐνίσχυσεν, ἐδήλωσεν, ὅτι παρειμένος ἦν καὶ ἀπὸ τῆς ἀθυμίας ὑπὲρ τῆς πηρώσεως, καὶ ἀπὸ τοῦ φόβου, καὶ ἀπὸ τοῦ λιμοῦ. Οὐδὲ γὰρ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε βαπτισθεὶς τῶν μεγάλων εὐθὺς ἔτυχε δωρεῶν. Καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν· ἀλλὰ τί; Ὁ ὀφθείς σοι, ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν· Ἐγώ εἰμι ὁ σταυρωθεὶς, ὁ ἐγερθείς· ἀλλ' Ὃν σὺ διώκεις. Οὐκ εἶπεν, Ὁ δεδιωγμένος, ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾷν καὶ ἐπεγγελᾷν. Ὁ ὀφθείς σοι, φησὶ, ἐν τῇ ὁδῷ. Καὶ μὴν οὐκ ὤφθη, ἀλλὰ διὰ πραγμάτων ὤφθη. Καὶ θέλων συσκιάσαι τὸ φορτικὸν τοῦ λόγου, εὐθέως ἐπήγαγεν· Ὅπως ἀναβλέψῃς, καὶ πλησθῇς Πνεύματος ἁγίου. Οὐχὶ ἐλέγξαι ἦλθε τὸ γεγενημένον, ἀλλὰ δοῦναι τὴν δωρεὰν, φησίν. Ἐμοὶ δοκεῖ καὶ τοῦτον καὶ τὸν Κορνήλιον εὐθὺς τούτων λεγομένων τῶν ῥημάτων τοῦ Πνεύματος μετασχεῖν· καίτοι γε ὁ διδοὺς οὐκ ἦν τῶν δώδεκα. Οὕτως οὐδὲν ἀνθρώπινον πάντων τῶν ἐπ' αὐτῷ, οὐδὲ δι' ἀνθρώπου ἐγένετο, ἀλλ' ὁ Θεὸς παρῆν ὁ ταῦτα ποιῶν. Ἅμα δὲ αὐτὸν καὶ μετριάζειν παιδεύει, οὐκ ἄγων αὐτὸν πρὸς τοὺς προκρίτους ἀποστόλους, καὶ δείκνυσιν, ὅτι οὐδὲν ἀνθρώπινον ἐνταῦθα. Οὐ μὴν Πνεύματος δὲ ἠξιώθη τοῦ ποιοῦντος τὰ σημεῖα, ἵνα καὶ οὕτως ἡ πίστις αὐτοῦ δειχθῇ· οὐ γὰρ θαύματα ἐποίησε. Καὶ εὐθέως, φησὶν, ἐν ταῖς συναγωγαῖς ἐκήρυσσε τὸν Χριστὸν, ὅτι Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οὐχ ὅτι ἀνέστη ἐκήρυσσε, οὐδὲ ὅτι ζῇ· ἀλλὰ τί; Σφόδρα ἀκριβῶς τὸ δόγμα ἐξετίθετο· Ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Οἱ δὲ εἰς ἀπιστίαν λοιπὸν ἔρχονται ταῦτα ἀκούοντες, δέον οὐ πιστεύειν μόνον, ἀλλὰ καὶ ἐκπλήττεσθαι. Καὶ τί δήποτε οὐχ ἁπλῶς, ὅτι διώκτης ἦν, λέγουσιν, ἀλλ' ὅτι ἐπόρθει τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο; Τὸ σφόδρα μανικὸν διὰ τούτου ἐμφαίνοντες. Καὶ οὐκ εἶπον τὸν Ἰησοῦν, ἀπὸ τῆς βασκανίας οὐδὲ τὸ ὄνομα ἀκούειν ἀνεχόμενοι· οὕτως ἦσαν ἐκτεθηριωμένοι. Καὶ ὧδε εἰς τοῦτο ἐλήλυθεν. Οὐκ ἔχομεν εἰπεῖν, φησὶν, ὅτι τοῖς ἀποστόλοις πρότερον συνεγένετο.