Ancient Greek · ~15 min
Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 1.1-46
Not analysed yet
Οὗτος ὁ ἀδελφὸς ἦν τοῦ Κυρίου καὶ ἐπίσκοπος τῶν Ἱεροσολύμων, ἀνὴρ μέγας καὶ θαυμαστός. Πρὸς τοῦτον εἰσέρχεται Παῦλος, ὥσπερ καὶ πρὸ τούτου καὶ πρὸς αὐτὸν πέμπεται· καὶ ὅπως ἄκουε. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, φησὶν, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον. Ὅρα τὸ ἄτυφον. Πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι· καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν διηγεῖται, οὐ κενοδοξῶν, μὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. Ὅρα γοῦν πῶς ἀκούσαντες καὶ ἐδόξαζον τὸν Θεόν. Οὐκ ἐκεῖνον ἐπῄρουν οὐδὲ ἐθαύμαζον· ἀλλὰ Τὸν Θεὸν ἐδόξαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέμενος αὐτῷ. Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεὸν, εἰπόντες αὐτῷ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. Κατηχήθησαν δὲ περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Ὅρα καὶ αὐτοὶ μεθ' ὅσης ὑποστολῆς φασιν. Οὐχ ὡς ἐπίσκοπος αὐθεντικῶς διαλέγεται, ἀλλ' αὐτὸν παραλαμβάνουσι κοινωνὸν τῆς γνώμης· ὥσπερ ἂν εἰ εὐθέως καὶ ἀπὸ προοιμίων ἀπολογούμενοι, ὅτι Οὐκ ἐβουλόμεθα. Ὁρᾷς τοῦ πράγματος τὴν ἀνάγκην, Θεωρεῖς πόσαι, φησὶ, μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων; Καὶ οὐκ εἶπον, Πόσας μυριάδας κατηχήσαμεν, ἀλλ' Εἰσί. Καὶ οὗτοι, φησὶ, πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσι. Δύο αἰτίαι, καὶ τὸ πλῆθος, καὶ ἡ γνώμη. Οὔτε γὰρ εἰ ὀλίγοι ἦσαν, καταφρονῆσαι ἐχρῆν, οὔτε εἰ πολλοὶ, καὶ μὴ πάντες τοῦ νόμου ἀντείχοντο, περὶ πολλοῦ ποιεῖσθαι. Εἶτα καὶ τρίτη αἰτία· Καὶ αὐτοὶ πάντες κατηχήθησαν, φησὶ, περὶ σοῦ, ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Οὐκ εἶπον, Ἤκουσαν· ἀλλὰ, Κατηχήθησαν, τουτέστιν, ἐδιδάχθησαν καὶ ἐπίστευσαν, ὅτι ἀποστασίαν ἀπὸ Μωϋσέως διδάσκεις, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Τοῦτο εἰπὼν, ἐπήγαγε· Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ, ὅτι ἐλήλυθας. Τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν. Ὡς συμβουλεύοντες ταῦτα λέγουσιν, οὐχ ὡς ἐπιτάττοντες. Εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες, εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν. Τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ' αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλὴν, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς φυλάσσων τὸν νόμον. Ἔργῳ τὴν ἀπολογίαν ποιῆσαι αὐτῷ συμβουλεύουσιν, οὐ λόγῳ. Ἵνα ξυρήσωνται, φησὶ, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Οὐκ εἶπον, ὅτι Διδάσκεις, ἀλλὰ Κατήχηνται, πάλιν τὸ ἐδιδάχθησαν διὰ τούτου δηλῶν, καὶ ὅτι Στοιχεῖς, τουτέστιν, ἐκ περιουσίας καὶ αὐτὸς φυλάττεις. Οὐ γὰρ δὴ τοῦτο μόνον ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλ' ὅτι καὶ αὐτὸς τηρεῖ. Τί οὖν, ἂν τὰ ἔθνη μάθωσιν, οὐ σκανδαλισθήσονται, φησί; Πῶς; ὅπου καὶ ἡμεῖς οἱ τῶν Ἰουδαίων διδάσκαλοι ἐπέμψαμεν πρὸς αὐτούς. Περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τὸ εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ τὸ πνικτὸν καὶ πορνείαν. Ἐνταῦθα ἐντρεπτικῶς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἡμεῖς ἐκείνοις ἐπετάξαμεν, καίτοι γε Ἰουδαίοις κηρύττοντες, οὕτω καὶ σὺ, καίτοι ἔθνεσι κηρύττων, σύμπραξον ἡμῖν. Ὅρα τὸν Παῦλον· οὐ λέγει, Καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ· ἀλλ' ἐπείσθη αὐτοῖς, καὶ πάντα ἐποίησε· καὶ γὰρ οὕτω συνέφερεν. Οὐ γὰρ ἦν ἴσον εἰς ἀπολογίαν καταστῆναι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα. Ἀνύποπτον ἦν τὸ καὶ δαπανᾶσθαι. Τότε παραλαβὼν ὁ Παῦλος τοὺς ἄνδρας, καὶ τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερὸν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. Διαγγέλλων, τουτέστι, καταγγέλλων ὥστε αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν. Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι.