Ancient Greek · ~23 min
Καὶ τανῦν παρατίθεμαι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ἐποικοδομῆσαι, καὶ δοῦναι κληρονομίαν ὑμῖν ἐν πᾶσι τοῖς ἡγιασμένοις.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-36
Not analysed yet
Πάντα γὰρ ταῦτα δεῖ τὸν ξενίζοντα ἔχειν· τὸ πρόθυμον, τὸ φαιδρὸν, τὸ ἄφθονον. Ἡ γὰρ τοῦ ξένου ψυχὴ ἐρυθριᾷ καὶ αἰσχύνεται· κἂν μὴ μεθ' ὑπερβολῆς ἐπιδείξῃ χαρὰν, ὡς ἀλογηθεὶς ἀπαλλάσσεται, καὶ λοιπὸν χεῖρον γέγονε τοῦ μὴ ὑποδέξασθαι τὸ οὕτως ὑποδεχθῆναι. Διὰ τοῦτο προσκυνεῖ, διὰ τοῦτο τῷ λόγῳ δέχεται, διὰ τοῦτο τῇ καθέδρᾳ. Τίς γὰρ ἂν ἠπορήθη, εἰδὼς ὅτι τοῦτο ἔργον αὐτῷ ἦν; Ἀλλ' οὐκ ἐπὶ ξένης ἐσμὲν ἡμεῖς; Ἀλλ' ἐὰν θέλωμεν, δυνησόμεθα αὐτὸν μιμήσασθαι. Πόσοι ξένοι εἰσὶ τῶν ἀδελφῶν; Ἔστιν οἴκημα κοινὸν ἡ ἐκκλησία, ὃν ξενῶνα καλοῦμεν· περιεργάζεσθε καὶ ὑμεῖς, καθέζεσθε παρὰ τὰς θύρας, τοὺς ἐρχομένους ὑποδέχεσθε· κἂν μὴ εἰς τὰς οἰκίας ὑμῶν βούλησθε, ἀλλ' ἑτέρως τὰ πρὸς τὰς χρείας αὐτοῖς χορηγοῦντες. Τί γάρ; ἡ Ἐκκλησία οὐκ ἔχει; φησίν. Ἔχει· ἀλλὰ τί τοῦτο πρὸς ὑμᾶς; μὴ τὸ ἀπὸ τῶν κοινῶν τῆς Ἐκκλησίας τρέφεσθαι χρημάτων αὐτοὺς, τοῦτο ὑμᾶς ὠφελῆσαι δύναται; μὴ γὰρ, ἂν ἕτερος εὔχηται, σὺ οὐκ ὀφείλεις εὔχεσθαι; διὰ τί μὴ λέγεις· τί γάρ; οὐκ εὔχονται οἱ ἱερεῖς; ἐγὼ τί εὔχομαι; Ἀλλ' ἐγὼ, φησὶ, δίδωμι τῷ μὴ δυναμένῳ καταχθῆναι ἐκεῖ. Δὸς κἂν ἐκείνῳ· τὸ γὰρ σπουδαζόμενον ἡμῖν τοῦτό ἐστι, τὸ ὅλως δοῦναι. Ἄκουσον, τί φησιν ὁ Παῦλος· Ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ, καὶ μὴ βαρῆται ἡ Ἐκκλησία. Ὅπως βούλει ποίησον, μόνον ποίησον. Ἐγὼ δὲ οὐ λέγω, Ἵνα μὴ βαρῆται ἡ Ἐκκλησία, ἀλλ', Ἵνα μὴ σὺ βαρῇ· τῷ γὰρ λογισμῷ τούτῳ οὐδὲν ἐργάσῃ, πάντα ἐπιτρέπων αὐτῇ. Διὰ τοῦτο κοινὸν οἴκημά ἐστιν ὑπὸ τῆς Ἐκκλησίας ἀφωρισμένον, ἵνα μὴ ταῦτα λέγῃς. Ἀλλ' ἔχει δαπανήματα ἡ Ἐκκλησία, φησὶ, χρήματα ἔχει καὶ προσόδους. Εἰπέ μοι, ἀναλώματα δὲ οὐκ ἔχει; δαπάνην δὲ οὐκ ἔχει καθημερινήν; Ναὶ, φησί. Τί οὖν οὐ βοηθεῖς τῇ μετρίᾳ; Αἰσχύνομαι μὲν ταῦτα λέγων· πλὴν ἀλλ' οὐδὲν ἀναγκάζω. Εἴ τις νομίζει χρηματισμὸν εἶναι τὰ λεγόμενα, ποιήσει ἑαυτῷ ξενοδοχεῖον ἐπὶ τῆς οἰκίας· στῆσον ἐκεῖ κλίνην, στῆσον ἐκεῖ τράπεζαν καὶ λυχνίαν. Πῶς γὰρ οὐκ ἄτοπον, εἰ μὲν στρατιῶται ἔλθοιεν, ἔχειν ὑμᾶς ἀποτεταγμένα οἰκήματα, καὶ πολλὴν ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ πάντα παρέχειν αὐτοῖς, ἐπειδὴ τὸν πόλεμον ὑμῖν ἀμύνουσι τοῦτον τὸν αἰσθητόν· τοὺς δὲ ξένους μὴ ἔχειν ὅπου καταμείνειεν; Νίκησον τὴν Ἐκκλησίαν. Βούλει ἐντρέψαι ἡμᾶς; Τοῦτο ποίησον· ὑπερβαλοῦ τῇ φιλοτιμίᾳ· ἔχε οἴκημα, ἔνθα Χριστὸς παραγίνεται· εἰπέ· Τοῦτο τὸ κελλίον τοῦ Χριστοῦ· ἡ οἰκία αὕτη αὐτῷ ἀφώρισται. Κἂν καταγώγιον ᾖ καὶ εὐτελὲς, οὐκ ἀπαξιοῖ Γυμνὸς καὶ ξένος ὁ Χριστὸς περίεισι, μόνον σκέπης δεόμενος· κἂν τούτῳ πάρεχε· μὴ ὠμὸς ἔσο μηδὲ ἀπάνθρωπος, μηδὲ ἐν μὲν τοῖς βιωτικοῖς οὕτω σφοδρὸς ἔσο, ἐν δὲ τοῖς πνευματικοῖς ψυχρός. Ἔστω καὶ τῶν οἰκετῶν ὁ πιστότερος τοῦτο ἐγκεχειρισμένος, καὶ τοὺς ἀναπήρους, τοὺς πτωχοὺς, τοὺς ἀστέγους εἰσαγέτω. Ταῦτα λέγω πρὸς ἐντροπήν. Ἔδει μὲν γὰρ ἄνω ἐπὶ τῆς οἰκίας αὐτοὺς δέχεσθαι· εἰ δὲ μὴ βούλει, κἂν κάτω, κἂν ἔνθα αἱ ἡμίονοι, κἂν ἔνθα οἱ οἰκέται, δέξαι τὸν Χριστόν. Τάχα φρίττετε ἀκούοντες. Τί οὖν, ὅταν μηδὲ ταῦτα ποιῆτε; Ἰδοὺ παραινῶ, ἰδοὺ λέγω· Ἔστω ὑμῖν τοῦτο περισπούδαστον. Ἀλλ' οὐ βούλεσθε οὕτως; Οὐκοῦν ἑτέρως ποιήσατε. Εἰσὶ πολλοὶ πένητες καὶ πενιχραί· ἀφορίσατε δι' ὅλου μένειν ἐκεῖ τινα· ἔστω κἂν φύλαξ τῆς οἰκίας ὁ πένης· ἔστω σοι τειχίον καὶ περίφραγμα, ἀσπὶς καὶ δόρυ. Ἔνθα ἐλεημοσύνη, οὐ τολμᾷ προσελθεῖν ὁ διάβολος, οὐδὲ ἄλλο τι τῶν δεινῶν. Μὴ δὴ περιίδωμεν τοσοῦτον κέρδος. Νῦν δὲ ὀχήματος μὲν τόπος ἐστὶν ἀφωρισμένος, καὶ βαστερνίοις ἕτερος· τῷ δὲ Χριστῷ πλανωμένῳ οὐδὲ εἷς. Ὁ Ἀβραὰμ ἔνθα αὐτὸς ἔμενε τοὺς ξένους ὑπεδέχετο· καὶ ἡ μὲν γυνὴ ἐν τάξει θεραπαινίδος εἱστήκει, ἐκεῖνοι δὲ ἐν τάξει δεσποτῶν. Οὐκ ᾔδει, ὅτι τὸν Χριστὸν ἐδέχετο· οὐκ ᾔδει, ὅτι ἀγγέλους· ὡς εἴ γε ᾔδει, πάντα ἂν ἐκένωσεν. Ἡμεῖς δὲ καίπερ εἰδότες, ὅτι τὸν Χριστὸν δεχόμεθα, οὐδὲ τοσαύτην ἐπιδεικνύμεθα τὴν σπουδὴν, ὅσην ἐκεῖνος ὁ νομίζων ἀνθρώπους δέχεσθαι. Ἀλλ' ἐπιθέται εἰσὶ, φησὶ, πολλοὶ καὶ ἀγνώμονες. Καὶ τούτου σοι μείζων ὁ μισθὸς, ὅταν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ δέχῃ. Εἰ μὲν γὰρ οἶδας ὄντας ἐπιθέτας, μὴ δέχου εἰς τὴν οἰκίαν· εἰ δὲ οὐκ οἶδας, τί ἁπλῶς κατηγορεῖς; Διὰ τοῦτο λέγω εἰς τὸ ξενοδοχεῖον ἀπιέναι. Ποία δὲ ἀπολογία, ὅταν μηδὲ οὓς ἴσμεν, μηδὲ τούτους δεχώμεθα, ἀλλ' ἀποκλείωμεν πᾶσι τὰς θύρας; Ἔστω τὸ τοῦ Χριστοῦ πανδοχεῖον ἡμῶν ἡ οἰκία· ἀπαιτῶμεν αὐτοὺς τὸν μισθὸν, μὴ ἀργύριον, ἀλλὰ τὸ ποιῆσαι ἡμῖν δοχεῖον τοῦ Χριστοῦ τὴν οἰκίαν· περιτρέχωμεν πανταχοῦ, ἕλκωμεν, ἁρπάζωμεν τὴν θήραν· μείζονα εὐεργετούμεθα ἢ εὐεργετοῦμεν. Οὐ κελεύω καταθῦσαι μόσχον· ἄρτον δὸς πεινῶντι, ἱμάτιον γυμνῷ, σκέπην τῷ ξένῳ. Ἵνα δὲ μὴ ταῦτα προφασίζῃ, Ἔστιν οἴκημα κοινὸν τὸ τῆς Ἐκκλησίας· ἐκεῖ κατάβαλε, καὶ σὺ ὑπεδέξω· ἐπεὶ καὶ τῶν διὰ τῶν οἰκετῶν γινομένων ἐκεῖνος εἶχε τὸν μισθόν. Οὕτως ἦσαν πεπαιδευμένοι καὶ οἱ παῖδες αὐτοῦ· ἔτρεχον καὶ οὐκ ἐγόγγυζον καθάπερ οἱ ἡμέτεροι· εὐλαβεῖς γὰρ αὐτοὺς ἦν πεποιηκώς. Εἰς πόλεμον εἷλκε, καὶ οὐκ ἐγόγγυζον· οὕτως ἦσαν φιλόσοφοι. Πάντων γὰρ ὁμοίως ἐπεμελεῖτο ὥσπερ ἑαυτοῦ· μονονουχὶ γὰρ κατὰ τὸν Ἰὼβ ἔλεγεν, ὅτι Ὁμοίως ἐπλάσθημεν ἐν τῇ αὐτῇ γαστρί. Τοίνυν καὶ ἡμεῖς φροντίζωμεν ἑαυτῶν τῆς σωτηρίας, καὶ πολλὴν ποιώμεθα τῶν οἰκετῶν τὴν ἐπιμέλειαν, ὅπως ἔσονται χρηστοὶ καὶ ἐπιμελεῖς· καὶ ἔστω καὶ ὁ οἰκέτης ἡμῶν πεπαιδευμένος τὰ τοῦ Θεοῦ. Οὐκ ἔσται δύσκολος ἡμῖν ἡ ἀρετὴ λοιπὸν, ἐὰν ἐκείνους ῥυθμίσωμεν. Καθάπερ ἐν πολέμῳ στρατιωτῶν ὄντων εὐτάκτων, ὁ στρατηγὸς ῥᾳδίως πολεμεῖ, τοὐναντίον δὲ γίνεται, ὅταν μὴ τοῦτο ᾖ· καὶ ναυτῶν δὲ ὁμονοούντων, ὁ κυβερνήτης εὐκόλως τοὺς οἴακας μεταχειρίζεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν οὕτως ὦσι πεπαιδευμένοι οἱ οἰκέται, οὐ παροξυνθήσῃ ῥᾳδίως, οὐκ ἐγκαλέσεις, οὐκ ὀργισθήσῃ, οὐ λοιδορήσεις. Ἔστιν ὅπου καὶ ἐντραπήσῃ τοὺς οἰκέτας, ἐὰν ὦσι θαυμαστοὶ, καὶ συναντιλήψονταί σοι, καὶ παραινέσουσι τὰ χρηστά. Ἀπὸ δὲ τούτων πάντων πάντα ἔσται τὰ τῷ Θεῷ δοκοῦντα, καὶ οὕτω πᾶσα ἡ οἰκία εὐλογίας πληρωθήσεται, καὶ τὰ τῷ Θεῷ ἀρέσκοντα διαπραττόμενοι, πολλῆς ἀπολαύσομεν τῆς ἄνωθεν συμμαχίας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.