Ancient Greek · ~13 min
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἀνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἀνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγὼ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτὸν εἶπεν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα, Σαῦλον ὀνόματι, Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται. Καὶ εἶδεν ἐν ὁράματι ἄνδρα Ἀνανίαν, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρα, ὅπως ἀναβλέψῃ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 3.1-20
Not analysed yet
Ὅρα διὰ πόσων ὁμολογεῖται τῶν ἐχθρῶν τυγχάνων ὁ Παῦλος. Ὁ δὲ οὐ μόνον οὐκ ᾐσχύνετο τούτοις, ἀλλὰ καὶ ἐνηβρύνετο. Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνῄσχυνε τοὺς Ἰουδαίους· τουτέστιν, ἐπεστόμιζεν, οὐκ εἴα τι εἰπεῖν· συμβιβάζων, ὅτι οὗτός ἐστιν ὁ Χριστός. Διδάσκων, φησί· διδάσκαλος καὶ γὰρ εὐθέως ἦν. Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν. Ἐπὶ τὸν ἰσχυρὸν συλλογισμὸν ἔρχονται πάλιν οἱ Ἰουδαῖοι. Οὐκ ἔτι γὰρ συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας ἐπιζητοῦσιν· οὐδὲ γὰρ ἔτι ἀνέχονται τούτων· ἀλλὰ τί; Λοιπὸν αὐτοὶ δι' ἑαυτῶν τοῦτο ἐργάζονται. Ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ πρᾶγμα, οὐδὲ δικαστήριον καθίζουσιν. Ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν· παρετήρουν τε τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσι. Διὰ τί; Ὅτι πάντων ἀφορητότερον ἦν αὐτοῖς τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν τρισχιλίων, πάντων ἁπλῶς. Καὶ ὅρα αὐτὸν τέως οὐ χάριτι σωζόμενον, ἀλλ' ἀνθρωπίνῃ σοφίᾳ· ἵνα μάθῃς τοῦ ἀνδρὸς τὴν ἀρετὴν καὶ χωρὶς σημείων λάμποντος. Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι. Εἰκότως· ἵνα ἀνύποπτον ᾖ τὸ πρᾶγμα. Τί οὖν; τοιοῦτον κίνδυνον διαφυγὼν, ἆρα ἵσταται; Οὐδαμῶς, ἀλλ' ἀπέρχεται ἔνθα μειζόνως ἂν αὐτοὺς ἐξάψοι. Ὅτι γὰρ ἀκριβῶς ἐπίστευσεν, ἄπιστον ἦν ἔτι τοῖς πολλοῖς. Διὰ τοῦτο μεθ' ἡμέρας ἱκανὰς τοῦτο γίνεται. Τί ποτε τοῦτό ἐστιν; Εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως. Τοῦτο αἰνιττόμενος ἔλεγεν· Ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν, πιάσαι με θέλων. Καὶ ὅρα τὸν εὐαγγελιστὴν οὐδὲν φιλοτίμως λέγοντα, οὐδὲ λαμπρὸν δεικνύντα τὸν Παῦλον, ἀλλὰ μόνον ὅτι ἐπήγειραν τὸν βασιλέα. Μόνον οὖν αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ' αὐτοῦ. Καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς ἀποστόλοις ἐν Ἱεροσολύμοις· μᾶλλον δὲ αὐτοὶ μὲν ἐξέπεμψαν, ὡς ἐκ τούτου λοιπὸν ἑαυτῷ τὴν σωτηρίαν πορίσασθαι· αὐτὸς δὲ τοὐναντίον πραττόμενος, εἰς τοὺς μαινομένους εὐθὺς ἐπεπήδησε. Τοῦτό ἐστι πεπυρῶσθαι, τοῦτο μάλιστα ζεῖν. Καὶ σκόπει, πῶς ἀκολουθεῖ, ἐκ πρώτης ἡμέρας τηρῶν τὸ παράγγελμα, ὅπερ ἤκουσαν οἱ ἀπόστολοι, τὸ, Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθήσῃ μοι. Τὸ τοίνυν ὕστερον αὐτὸν τῶν ἄλλων ἐλθεῖν, μᾶλλον αὐτὸν προθυμότερον ἐποίει. Καὶ ἔργῳ ἐπληροῦτο ἐκεῖνο τὸ, ᾯ ἀφίεται πολὺ, μᾶλλον ἀγαπήσει. Ὥστε ὅσῳ ἔσχατον ἦλθε, τοσούτῳ μᾶλλον ἠγάπησεν. Διὰ τοῦτο καὶ τὸν πρότερον βίον ἑαυτοῦ στηλιτεύων, καὶ πολλάκις ἑαυτὸν στίζων, οὐδὲν ἡγεῖτο ἱκανὸν εἶναι πρὸς τὸ τὰ πρότερα ἀποκρύψαι. Συμβιβάζων, φησὶ, τουτέστι, μετ' ἐπιεικείας διδάσκων. Καὶ ὅρα, οὐ λέγουσιν αὐτῷ, ὅτι Σὺ εἶ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον. Εἶπε γὰρ ἂν πολλῷ δικαιότερον, ὅτι Τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει, ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται. Τοῦτον μιμώμεθα, παρακαλῶ, καὶ ἡμεῖς, καὶ πρὸς πάντας ὦμεν κινδύνους παρατεταγμένοι. Καὶ πῶς, φησὶν, ἐκεῖνος φεύγει; Οὐκ ἦν δειλίας τὸ πρᾶγμα, ἀλλ' ἐφύλαττεν ἑαυτὸν τῷ κηρύγματι. Εἰ δειλὸς ἦν, οὐκ ἂν εἰς τὰ Ἱεροσόλυμα ἦλθεν, οὐκ ἂν εὐθέως ἀνεδέξατο τὴν διδασκαλίαν· καθυφῆκεν ἂν τῆς σφοδρότητος. Ἀλλ' οὐκ ἦν δειλὸς, ἀλλὰ καὶ οἰκονομικός. Ἐπαιδεύθη τῷ πάθει τοῦ Στεφάνου. Διὸ οὐδὲν μέγα ἡγεῖτο τὸ ἀποθανεῖν ὑπὲρ τοῦ κηρύγματος, εἰ μὴ μετὰ πολλοῦ τοῦ κέρδους τοῦτο ἐργάσαιτο, ἄνθρωπος οὐδὲ τὸν Χριστὸν ἰδεῖν θέλων, ὃν μάλιστα πάντων ἔσπευδεν ἰδεῖν, ἐπειδὴ οὐδέπω ἀπήρτιστο αὐτῷ τὰ τῆς εἰς τοὺς ἀνθρώπους οἰκονομίας. Τοιαύτην εἶναι χρὴ τὴν ψυχὴν τοῦ Χριστιανοῦ.