Ancient Greek · ~18 min
Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων· Ἀνάστηθι καὶ πορεύου πρὸς μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. Καὶ ἀναστὰς ἐπορεύθη.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Acta apostolorum (homiliae 1-55) 4.1-17
Not analysed yet
Ὅσοι ἐν ἀξιώμασίν ἐστε, ἀκούσατε, καὶ τὸ ἄτυφον καὶ εὐλαβὲς μιμήσασθε. Καίτοι μέλλων ἀπιέναι οἴκαδε, οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπέρχομαι εἰς τὴν πατρίδα, ἐκεῖ λαμβάνω τὸ λουτρὸν, τὰ ψυχρὰ ῥήματα τῶν πολλῶν. Οὐκ ἐδεήθη σημείων, οὐκ ἐδεήθη θαυμάτων· ἀπὸ τοῦ προφήτου μόνον ἐπίστευσε. Διὰ ταῦτα πενθεῖ ἑαυτὸν ὁ Παῦλος, λέγων· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ, καὶ ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν. Ἄξιον ὄντως θαυμάσαι τὸν εὐνοῦχον τοῦτον. Οὐκ εἶδε τὸν Χριστὸν, οὐκ εἶδε σημεῖον· ἔτι τὰ Ἱεροσόλυμα συνεστῶτα ἑώρα, καὶ ἐπίστευε τῷ Φιλίππῳ. Πόθεν οὖν τοιοῦτος γεγένηται; Μεμεριμνημένη ἦν ἡ ψυχὴ αὐτοῦ, προσεῖχε Γραφαῖς, ἐσχόλαζεν ἀναγνώσεσι. Καίτοι καὶ ὁ λῃστὴς εἶδε σημεῖα, καὶ οἱ μάγοι εἶδον ἀστέρα· οὗτος δὲ οὐδὲν εἶδε τοιοῦτον, καὶ ἐπίστευε· τοσοῦτόν ἐστιν ἡ τῶν Γραφῶν ἀνάγνωσις ὠφέλιμος. Τί οὖν Παῦλος; οὐχὶ τὸν νόμον ἐμελέτα; Ἀλλ' ἐμοὶ δοκεῖ οὗτος ἐπίτηδες ἀναβληθῆναι, δι' ἅπερ εἶπον προλαβὼν πανταχόθεν βουλομένου ἐπισπάσασθαι τοὺς Ἰουδαίους τοῦ Χριστοῦ. Εἰ γὰρ νοῦν εἶχον, οὐδὲν αὐτοὺς οὕτως ὠφέλει ὡς τοῦτο. Τοῦτο γὰρ, καὶ σημείων μᾶλλον, καὶ πάντων, ἱκανὸν ἦν αὐτοὺς ἐφελκύσασθαι· ὥσπερ οὖν οὐδὲν οὕτω σκανδαλίζειν εἴωθε τοὺς παχυτέρους. Ὅρα γοῦν μετὰ τὴν διασπορὰν τῶν ἀποστόλων καὶ τὸν Θεὸν ποιοῦντα τὰ σημεῖα. Ἐνεκάλεσαν Ἰουδαῖοι τοῖς ἀποστόλοις, ἐνέβαλον εἰς δεσμωτήριον· λοιπὸν ὁ Θεὸς θαυματουργεῖ. Καὶ πῶς, ὅρα· Τὸ ἐξενεγκεῖν ἀπὸ τῆς φυλακῆς, αὐτοῦ σημεῖον ἦν· τὸ ἀγαγεῖν Φίλιππον, αὐτοῦ σημεῖον ἦν· τὸ Παῦλον προσαγαγέσθαι, αὐτοῦ σημεῖον ἦν· τὸ δεῖξαι Στεφάνῳ ἑαυτὸν, αὐτοῦ σημεῖον ἦν. Καὶ σκόπει, πῶς μὲν τιμᾶται Παῦλος, πῶς δὲ ὁ εὐνοῦχος. Ἐνταῦθα καὶ ὁ Χριστὸς φαίνεται, ἴσως διὰ τὸ σκληρὸν, καὶ ὅτι οὐκ ἂν ἄλλως ἐπείσθη. Τούτοις ἐνστρεφόμενοι καὶ ἡμεῖς τοῖς θαύμασιν, ἀξίους ἑαυτοὺς παρασκευάσωμεν. Πολλοὶ νῦν οὐδὲ εἰς ἐκκλησίαν εἰσιόντες, οὐκ ἴσασι τὰ λεγόμενα· ὁ δὲ εὐνοῦχος, καὶ ἐπ' ἀγορᾶς, καὶ ἐπὶ ὀχήματος φερόμενος, τῇ ἀναγνώσει τῶν Γραφῶν προσεῖχεν. Ἀλλ' οὐχ ὑμεῖς· οὐδεὶς γὰρ ὑμῶν βιβλίον ἔχει μετὰ χεῖρας, ἀλλὰ πάντα μᾶλλον ἢ τὸ βιβλίον. Διὰ τί δὲ μὴ πρὸ τῶν Ἱεροσολύμων ὁρᾷ αὐτὸν, ἀλλὰ μετὰ ταῦτα; Οὐκ ἔδει αὐτὸν ἰδεῖν ἐλαυνομένους τοὺς ἀποστόλους, διὰ τὸ ἀσθενὲς ἔτι· οὐδὲ πρότερον οὕτως ἦν εὔκολον, ὡς ὅτε ὁ προφήτης αὐτὸν κατήχησεν. Οὕτω καὶ νῦν, εἴ τις ὑμῶν ἐθέλοι προσέχειν τοῖς προφήταις, οὐ δεήσεται σημείων· καὶ εἰ βούλεσθε, αὐτὴν τὴν προφητείαν ἴδωμεν τί φησιν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Ἐντεῦθεν ἔμαθεν, ὅτι ἐσταυρώθη, ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ὅτι ἁμαρτίαν οὐκ ἐποίησεν, ὅτι ἴσχυσε καὶ ἑτέρους σῶσαι, ὅτι ἡ γενεὰ αὐτοῦ ἀνεκδιήγητος, ὅτι πέτραι ἐῤῥάγησαν, ὅτι τὸ καταπέτασμα ἐσχίσθη, ὅτι νεκροὶ ἐκ τῶν μνημείων ἠγέρθησαν· μᾶλλον δὲ ταῦτα πάντα εἶπεν αὐτῷ ὁ Φίλιππος, μόνον ὑπόθεσιν λαβὼν ἀπὸ τοῦ προφήτου. Μέγα ὄντως ἡ τῶν Γραφῶν ἀνάγνωσις. Οὕτως ἐκεῖνο ἐπληροῦτο τὸ παρὰ τοῦ Μωϋσέως εἰρημένον· Καθεζόμενος, καὶ κοιταζόμενος, καὶ διανιστάμενος, καὶ περιπατῶν, μέμνησο Κυρίου τοῦ Θεοῦ σου. Μάλιστα γὰρ αἱ ὁδοὶ, ὅταν ἔρημοι ὦσι, καὶ πρὸς τὰς ἐννοίας ἡμῖν καιρὸν διδόασιν, οὐδενὸς ὄντος τοῦ παρενοχλοῦντος. Καὶ οὗτος ἐν ὁδῷ πιστεύει, καὶ Παῦλος ἐν ὁδῷ· ἀλλὰ τοῦτον οὐδεὶς ἕλκει, ἀλλ' ὁ Χριστός. Μεῖζον ἢ κατὰ τοὺς ἀποστόλους τοῦτο ἦν· τὸ δὲ μεῖζον, ὅτι τῶν ἀποστόλων ὄντων ἐν Ἱεροσολύμοις, καὶ οὐδενὸς ὄντος ἐκ τούτων ἐν Δαμασκῷ, ἐπανῄει ἐκεῖθεν πεισθείς· καὶ οἱ ἐν Δαμασκῷ ᾔδεσαν, ὅτι οὐκ ἀπὸ Ἱεροσολύμων ἦλθε πεπεισμένος· ἐπιστολὰς γὰρ ἔφερεν, ὥστε δῆσαι τοὺς πιστεύοντας. Καθάπερ ἰατρὸς ἄριστος, ἀκμάζοντος ἔτι τοῦ πυρετοῦ, τὸ βοήθημα αὐτῷ ἐπήγαγεν ὁ Χριστός· ἔδει γὰρ αὐτὸν μεταξὺ μαινόμενον κατασχεθῆναι. Τότε μάλιστα κατέπεσε, καὶ κατέγνω ἑαυτοῦ, ὡς δεινὰ τολμῶντος. Ἀλλὰ πάλιν καλὸν πρὸς ὑμᾶς τὸν λόγον ἐπαναλαβεῖν. Τίνος ἕνεκεν, εἰπέ μοι, αἱ Γραφαί; Τὸ γὰρ ὑμέτερον μέρος, πάντα ἀνῄρηται. Τίνος ἕνεκεν ἐκκλησία; Κατάχωσον τὰ βιβλία· τάχα οὐ τοιοῦτον κρῖμα, οὐ τοιαύτη κόλασις. Εἴ τις καταχώσειεν αὐτὰ ἐν κόπρῳ, καὶ μὴ ἀκούοι αὐτῶν, οὐχ οὕτως αὐτὰ ὑβρίζει, ὡς νῦν. Τί γὰρ, εἰπέ μοι, τὸ ὑβριστικὸν ἐκεῖ; Ὅτι αὐτὰ κατέχωσε. Τί δαὶ ἐνταῦθα; Ὅτι οὐκ ἀκούομεν αὐτῶν. Εἰπέ μοι, τίς ποτε μάλιστα ὑβρίζεται; ὅταν σιωπῶντος μὴ ἀποκρίνηται, ἢ ὅταν λέγοντος; Πάντως ὅταν λέγοντος. Ὥστε μείζων ἡ ὕβρις νῦν, ὅταν καὶ φθεγγομένου μὴ ἀκούσῃς, μείζων ἡ καταφρόνησις. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, πάλαι Ἰουδαῖοι τοῖς προφήταις ἔλεγον· ὑμεῖς δὲ χεῖρον ποιεῖτε, λέγοντες· Μὴ λαλεῖτε, οὐ ποιοῦμεν. Ἐκεῖνοι μὲν οὖν ἀπέστρεφον αὐτοὺς μηδὲ φθέγγεσθαι, ὡς ἀπὸ τῆς φωνῆς δεχόμενοί τινα εὐλαβείας ἀφορμήν· ὑμεῖς δὲ ἐκ πολλῆς καταφρονήσεως οὐδὲ τοῦτο ποιεῖτε. Πιστεύσατε, εἰ τὰ στόματα ἡμῖν ἐνεφράξατε, τὰς χεῖρας ἐπιθέντες, οὐκ ἦν τοσαύτη ἡ ὕβρις ὅση νῦν. Εἰπὲ γάρ μοι, ὁ ἀκούων καὶ μὴ πειθόμενος, μειζόνως καταφρονεῖ, ἢ ὁ μηδὲ ἀκούων;