Ancient Greek · ~2 min
Sect 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 15
Not analysed yet
Εἰς τέσσαρας δὲ τετράδας τὴν τῶν στρατιωτῶν ἀφώρισε φυλακὴν, καὶ οὐκ ἐφ' ἑνὶ τόπῳ, ἀλλ' ἐν πλείοσι καὶ μικρὸν ἄποθεν διεστηκόσιν, ἵν' ἥτε ἀσφάλεια εἴη ὀχυρωτέρα, καὶ τῷ ἀποστόλῳ, ἐὰν προσγένηται τῶν δεσμῶν ἀποδράσαι καὶ τοὺς ἐγγυτέρω διαλαθεῖν φύλακας, ὑπὸ τῶν ἄλλων κατάφορός τε καὶ εὔληπτος γένοιτο. Ἀλλ' ὁ μὲν Πέτρος, φησίν, ἦν ἐν τῇ φυλακῇ κοιμώμενος μεταξὺ δύο στρατιωτῶν καὶ δεδεμένος ἁλύσεσι δυσί. «Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὲρ αὐτοῦ ὑπὸ τῆς ἐκκλησίας».