Ancient Greek · ~3 min
Sect 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In catenas sancti Petri [Sp.] 16
Not analysed yet
Τίνος χάριν ἐπὶ τοσαύταις ἐφρουρεῖτο ταῖς ἡμέραις, καὶ οὐ παρ' εὐθὺ τοῦ θυμοῦ ζέοντος καὶ τῶν Ἰουδαίων τὸν αὐτοῦ θάνατον διψώντων, παρ' αὐτίκα τοῦτον ἐπῆγον τῷ κορυφαίῳ; Κατὰ μὲν τὸν νοῦν τοῦ συγγραφέως, διὰ τὰς τῶν ἀζύμων ἡμέρας, ἐν αἷς καθαίροντες ἑαυτοὺς Ἰουδαῖοι καὶ παντὸς ἀτόπου χωριζόμενοι πράγματος, τὴν τοῦ Πάσχα διήνυον ἑορτὴν, ἀθώοις χερσὶ, τῆς νομικῆς ἐφαπτόμενοι θυσίας. Κατὰ δὲ τρόπον ἕτερον, λύσσης ἀπείρου κατὰ τοῦ ἀποστόλου πεπληρωμένος ὁ Ἡρώδης, εἰς παρέκτασιν ἡμερῶν [f. 161 ro] τὴν τούτου κάθειρξιν διωρίσατο, ὡς ἂν ἐπὶ πλέον αἰκίζοιτο καὶ τιμωροῖτο, καὶ ἀνίαις καὶ θλίψεσι περιστοιχίζοιτο, τῇ τε τῶν ἁλύσεων βαρύτητι, καὶ τῇ ἐκ τοῦ λιμοῦ θανατώσεώς γε ἤλπιζε, καὶ τῇ τῶν συγκαθευδόντων αὐτῷ στρατιωτῶν ἀπανθρώπῳ διαθέσει.