Ancient Greek · ~21 min
Sect 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.] 1.1
Not analysed yet
Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυίδ. Καλῶς ἑαυτὸν Ἐκκλησιαστὴν ἐνταῦθα καλεῖ· καθάπερ οὖν ἐκκλησίαν συνιστάμενος, οὕτω τῇ οἰκουμένῃ διαλέγεται, περὶ τῶν κοινῶν πραγμάτων προθέμενος εἰπεῖν, ἅτε τοῦ κοινοῦ δεσπότου δοῦλος ὤν. Οὐ γὰρ πρὸς Ἰουδαίους διαλέγεται, καθάπερ οἱ λοιποί, ἀλλὰ πρὸς πᾶσαν <τὴν> κτίσιν καὶ τὴν οἰκουμένην. Φέρε οὖν, ὅσα βούλεσθε τῶν φιλοσόφων τούτοις παραβάλωμεν, καὶ εὑρήσομεν ἐκεῖνα εὐχερῆ ὄντα τῶν ἔξωθεν. Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαυίδ. Εἰκότως καὶ τὸν πατέρα φησὶν καὶ τὸν τόπον τῆς βασιλείας· Ἰσραὴλ ἐν Ἱερουσαλήμ· ἐπειδὴ γὰρ μετὰ τοῦτον οἱ βασιλεῖς τοῦ Ἰσραὴλ οὐκ ἐν Ἱερουσαλὴμ ἦσαν, ἀλλ' ἐν Σαμαρείᾳ. Διὰ τοῦτο καλέσας, οὐ περὶ μικρῶν ἡμῖν διαλέγεται, ἀλλὰ περὶ τῶν μεγάλων πραγμάτων. Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής, <ματαιότης ματαιοτήτων>, τὰ πάντα ματαιότης. Καλῶς τίθησιν ἑαυτὸν ἐν τῷ μεταξύ, καὶ οὐ λέγει· εἶπεν ὁ θεός, ἀλλ' εἶπεν ὁ Ἐκκλησιαστής. Οὐ γὰρ πίστεως ἐνταῦθα ἔχρῃζεν, ἵνα τοῦ θεοῦ τὸ ἀξιόπιστον παρενέγκῃ, ἀλλά τινος αὐτόθεν δήλου ὄντος καὶ ἀπὸ λογισμῶν καὶ ἀπὸ τῆς τῶν πραγμάτων πείρας διδάσκοντος, ὡσανεὶ ἔλεγεν· ἔδει μὲν πάντας πάντα παρὰ τοῦ θεοῦ μανθάνειν· ἐπειδὴ δὲ οὐκ ἐβουλήθητε, ἀλλ' ἐπτόησθε, κἂν παρ' ἐμοῦ ἀκούσατε· διὰ τοῦτο οὖν συνέλθωμεν, ἵνα μάθωμεν ὅτι ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Καὶ πάνυ· οὐ γὰρ μικρὸν πρὸς τὴν τῆς ἀληθείας εὕρεσιν τὸ ψεῦδος εἰδέναι καὶ τὴν ἀπάτην καὶ τὰ φαντάσματα. Ποῖα δὲ πάντα φησίν; καὶ τί ποτέ ἐστιν ματαιότης ματαιοτήτων; Πολλῷ γὰρ τῷ ἐπῳδῷ κέχρηται· ὥσπερ μάταιον τῇ γραφῇ καλεῖν ἔθος ἐστὶν τὸ μὴ κατά τινος πράγματος ὄν, εἰ νομίζεται μὲν εἶναι, οὐκ ἔστιν δέ. Τὰ εἴδωλα τῶν ἐθνῶν μάταια· οὐχ ὅτι εἴδωλα οὐκ ἔστιν— [οὐκ] ἔστιν γάρ—ἀλλ' ὅτι [μάταια] θεοὶ οὐκ εἰσίν. Ὅταν τὸ μὲν ὄνομα παρῇ, ἡ δὲ ὑπόθεσις καθεῖστο, ὄνομα μηκέτι, <ἀλλὰ> ψευδώνυμα· ὡς ἄν τις εἴποι φιλονεικῶν τὸν ἐν τῇ σκιᾷ ἄνθρωπον ἄνθρωπον εἶναι· οὐκ ἔστιν γάρ· οὐ γὰρ ἐπιδέχεται τὸν κατὰ τοῦ ἀνθρώπου λόγον· οὐκοῦν μάταιος ἐκεῖνος. Τίνος οὖν ἕνεκεν ματαιότης ματαιοτήτων; Ἐπίτασιν τοῦ πράγματος λέγει· ὡς ὅταν εἴπωμεν δόξα δοξῶν, τὴν ὑπερβάλλουσαν λέγομεν δόξαν, ἢ βασιλεὺς βασιλέων τὸν ὑπερβάλλοντα βασιλέα, οὕτω ματαιότης ματαιοτήτων. Ἀπὸ δὲ τοῦ ἐναντίου, εἰ βούλει, τὸν λόγον πειρασώμεθα κινῆσαι· δεῖ γὰρ ὑμᾶς μαθεῖν ἀκριβῶς τὴν λέξιν ταύτην. Ἀλήθεια ἀληθείας λέγομεν μεγάλη. Φῶς ἢ φῶς φωτός· τὸ μὲν γὰρ ἐν σκότει φῶς οὐκ ἂν εἴη μέγα· ὅταν δὲ ἐν φωτὶ φανῇ, τότε καὶ λέγομεν φῶς μέγα, οἷον ὁ ἥλιος ὁ αἰσθητός, φῶς φωτός. Ὁ δὲ ἥλιος τῆς δικαιοσύνης οὐ φῶς φώτων, ἀλλὰ φῶς ἀληθινόν. Βούλει δὲ καὶ περὶ σώματος; Καὶ αὐτὸ εἴπω· τὸ σῶμα φθαρτόν, ἡ δὲ κόνις φθορὰ φθορᾶς, ἢ ὡς εἴποιμεν βασιλεῖαι βασιλειῶν. Ὅταν καὶ τὴν σύγκρισιν πρὸς τὰ ὁμογενῆ ἔχῃς, καλὸς καλῶν πάνυ καλὸς ἂν εἴη. Ὥστε οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ τοιαύτη μεθ' ἣν οὐκ ἂν εἴη ἑτέρα ματαιότης. Ἐννόησόν μοι σκιάν· τοῦτο ματαιότης ματαιοτήτων παρὰ ζωγραφίαν. Ὥσπερ γάρ ἐστιν ἀλήθεια ἀληθείας, οἷον ἡ τοῦ θεοῦ καὶ ἡ ἡμετέρα, οὕτως ματαιότης ματαιοτήτων, καὶ οὐχ ἁπλῶς ματαιότης, ἀλλὰ πάντων ματαιότης ἀνωτάτω. Πάντα ματαιότης. Τὰ πάντα ποῖα λέγει; Οὐρανόν, γῆν, θάλατταν, τόνδε τὸν κόσμον; Μὴ γένοιτο. Βλάσφημον γὰρ τὸ λεχθέν· τὰ γὰρ ἔργα τοῦ θεοῦ οὐκ ἂν εἴη μάταια, ἀλλὰ ἀληθῆ· καὶ πάντα γὰρ τὰ ἔργα σου, φησίν, ἀληθινὰ καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις. Περὶ ποῖα οὖν λέγει· ματαιότης ματαιοτήτων; ἢ οὐκ ἀρκεῖται ἅπαξ εἰπών, ἀλλ' ἐπιλέγει ἀεὶ οὕτως; Ἀπὸ διαθέσεως φθέγγεται τῷ διπλασιάζειν αὐτά. Μὴ φοβηθῶμεν, ἀγαπητοί, μὴ θορυβηθῶμεν, μὴ πλανηθῶμεν, μὴ πανταχοῦ περιαγάγωμεν τὸν λόγον. Ἐγγύθεν ὁ ἔλεγχος. Τί οὖν φησιν; Τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Εἶδες ποῖα πάντα φησίν; Τὰ τῶν ἀνθρώπων ἔργα τὰ βιωτικά, ἐμπορίας, καπηλείας, πραγματείας, δόξαν, πλοῦτον, τρυφήν. Καὶ ὅρα πῶς κατέβαλεν τὸ πρᾶγμα, καὶ ὅρα πῶς πρῶτον μὲν μόχθον καλέσας, ὃ προσίσταται μάλιστα τῷ ἀκροατῇ, εἶπεν δὴ καὶ ἀκερδῆ τὸν μόχθον. Καὶ οὐκ ἀποφαίνεται ἐνταῦθα, ἀλλ' ἐρωτᾷ· τίς περισσεία τῷ ἀνθρώπῳ; Ὃ καὶ σφόδρα θαρροῦντος ἦν τοῖς ἐλέγχοις καὶ πολλὴν ἐμφαῖνον τὴν βαρύτητα καὶ καταγινώσκοντος ὡς μαινομένων καὶ εἰκῇ πάντα ποιούντων. Ὁ δεῖνα οἴκημα ἐδείματο, λαμπρὸν κατέστησεν. Τί τούτῳ τὸ ὄφελος; Οὐδέν. Τεχνίτας συνήγαγεν, χρήματα ἀνήλωσεν, τὴν ἐπιθυμίαν ἐπλήρωσεν, ἀπετέμετο ἑταίρας, ἀρρωστίας ὑπέμεινεν, φροντίδας, προσκρούσματα, χάριτας ᾔτησεν, πάντα συνέδραμεν. Τί τὸ περισσόν; εἰπέ μοι. Τί μικρὸν ἢ μέγα ἀπώνασθαι ἠδυνήθη; Ἕτερος πάλιν, κλῆρον πατρῷον παραλαβών, πόρνας ἔθρεψεν, ἀρχῆς ἐπέβη, μεγάλα εἰργάσατο. Τί τὸ πέρας, εἰπέ μοι, ἐν παντὶ μόχθῳ αὐτοῦ; Οὐ λέγω ὅτι τοῦ μόχθου τὸ μὲν καλόν, τὸ δὲ κακόν. Πάντα μοι φέρε εἰς μέσον καὶ οὐδὲν εὑρήσεις. Τὰ γὰρ τῆς εὐσεβείας οὐ μόχθου· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως εἰς ὑπερβολὴν βάρος δόξης ἡμῖν κατεργάζεται· καὶ δεῦτε πρός με πάντες οἱ κοπιῶντες· ἄρατε τὸν ζυγόν μου, ὅτι χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν. Τοῦτο δὲ μόχθος, ἅτε μήτε τὸν θεὸν ἔχον συμπράττοντα, μήτε ταῖς ἐλπίσι κουφιζόμενον. Καὶ εἰ βούλει τὸν ἄνθρωπον αὐτὸν ἐλεγχόμενον εἰπεῖν μόχθον, βούλει καὶ οὐ παραιτοῦμαι. Οὗτος ὁ μόχθος ὑπὸ τὸν ἥλιον, ἐκεῖνος ὁ μόχθος οὐχ ὑπὸ τὸν ἥλιον, ἀλλ' ὑπὲρ τὸν ἥλιον. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ὁρᾷς πῶς εὐθέως ἐν ἀρχῇ καὶ ἐν προοιμίοις διωρίσατο περὶ ὧν ἔλεγεν; Περὶ τῶν ὑπ' οὐρανὸν πραγμάτων, περὶ τῶν μοχθηρῶν τούτων καὶ ἐπιπόνων περὶ ὧν οἱ ἄνθρω<ποι μοχθοῦσιν> ***