Ancient Greek · ~3 min
Sect p
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.] Sect p
Not analysed yet
ΤΟΥ ΑΥΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΕΚΚΛΗΣΙΑΣΤΗΝ Πολλοὶ μὲν τῶν ἐπιεικεστέρων διαποροῦσιν ἐπὶ τοῦ βιβλίου τούτου, οἱ δὲ προπετέστεροι καὶ καταγελῶσιν. Ἵν' οὖν ἀμφοτέρων τὰ πάθη λύσωμεν, φέρε, ἀπὸ τοῦ τέλους αὐτοῦ συστήσωμεν. Πέρας λόγου τὸ πᾶν ἄκουε· τὸν θεὸν φοβοῦ καὶ τὰς ἐντολὰς αὐτοῦ φύλασσε, ὅτι δὴ τοῦτο πᾶς ἄνθρωπος· ὅτι σύμπαν τὸ ποίημα ἄξει ὁ θεὸς εἰς κρίσιν ἐν παντὶ παρεωραμένῳ, ἐάν τε ἀγαθὸν ἐάν τε κακόν· ὅπερ λέγει ὁ Χριστός· ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ ποίημα καὶ θεόν φησιν. Τί δεῖ πολλῶν λόγων; Ταῦτα οὖν εἰδότες, κἂν μὴ εὑρίσκωμέν τινα τῶν ἐγκειμένων, μὴ καταγινώσκωμεν τῶν ῥημάτων· ἐκεῖνα γὰρ ἴσως ἔχει ἔννοιαν μεγάλην καὶ δυνατήν. Καὶ γὰρ ὑψηλὸν τὸ βιβλίον καὶ ἠθικώτατον καὶ μουσικώτατον καὶ περὶ τῶν κατὰ τὸν βίον πολλῆς γέμον φιλοσοφίας. Διὸ παρακαλῶ προσέχειν.