Ancient Greek · ~5 min
Sect 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Ecclesiasten [Sp.] 2
Not analysed yet
***διακεῖσθαι καὶ μηδὲν αὐτὰ τίθεσθαι· ὃ καὶ Παῦλός φησιν· οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. Ὁ δὲ πονηρὸς †τίνι δίκην φησίν, τὸ συνάγειν †Ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοφίαν καὶ γνῶσιν καὶ εὐφροσύνην· καὶ τῷ ἁμαρτωλῷ ἔδωκεν περισπασμὸν τοῦ περισπασθῆναι καὶ τοῦ συναγαγεῖν. Τὸ μὴ ἀναπνεῖν, τὸ ἑτέροις μοχθεῖν· ὁρᾷς πῶς ἀπάγει τοῦ συνάγειν χρήματα, πῶς ἵστησιν τὴν ἐπιθυμίαν, πῶς ἐκκόπτει τὴν φαντασίαν, πῶς ἐξάγει πρὸς δαπάνην καὶ ἀνάλωσιν; Ὁ γὰρ ἀφ' ἑαυτοῦ κωλύων, πῶς ἑτέρῳ δώσει; Ὁ δὲ ἑαυτῷ παρέχων, πολλῷ μᾶλλον καὶ ἑτέρῳ· παιδεύεται γὰρ καταφρονεῖν χρημάτων. Μάθωμεν οὖν ὅτι τὸ μὲν καταφρονεῖν ἔργον τοῦ θεοῦ ἐστιν, τὸ δὲ τρυφᾶν περιττόν· εἰς ἀναγκαίας γὰρ ἀναλώσει χρείας. Οὐ γὰρ ἴσως ἂν παρεδέξατο τις ἀκούων ὅτι τὸ ἐλεεῖν ἔργον θεοῦ, ὡς ὁ ἀκούων ὅτι τὸ τρυφᾶν ἔργον θεοῦ. Μὴ φοβηθῇς ἀναλῶσαι· δίδωσίν σοι ὁ θεός· τούτοις χαίρει μάλιστα ἢ ἐκείνοις· ἐπεὶ ποῦ χρήσιμα τὰ παρόντα χρήματα; Συγκρίνει τοῦτον πρὸς τὸν ἀποτιθέμενον. Καὶ δείξει τῇ ψυχῇ αὐτοῦ ἀγαθόν. Ἐμοὶ δοκεῖ τὴν ἐλεημοσύνην λέγειν· τοῦτο γὰρ ὄντως ἀγαθόν, τοῦτο ψυχὴ ἀνθρώπου, ὅταν ἐλεῇ τὸ σῶμα τοῦ πλησίον. Ἀπ' ἐκείνου ἄρχεται καὶ εἰς τοῦτο λήγει. Οὐχ ἁπλῶς φησιν ἀγαθόν, ἀλλὰ πρὸς τὸν φειδωλὸν καὶ μικρολόγον, τὸν μικρόψυχον, εἶτα πάλιν φησίν· καί γε τοῦτο ματαιότης. Διὰ τί τὸ συνάγειν; Ἕτερος γὰρ αὐτὸ λήψεται.