Ancient Greek
Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοσοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Hebraeos (homiliae 1-34) 4.1-14
Not analysed yet
Οὕτω δὴ καὶ ἡμεῖς καινοί ἐσμεν, μᾶλλον δὲ καινοὶ ἐγενόμεθα· νῦν δὲ πεπαλαιώμεθα· διὰ τοῦτο ἐγγύς ἐσμεν ἀφανισμοῦ καὶ ἀπωλείας. Ἀλλ', ἂν ἐθέλωμεν, ἔστιν ἀποξῦσαι τοῦτο τὸ γῆρας. Λουτρῷ μὲν οὖν οὐκέτι δυνατὸν, μετανοίᾳ δὲ ἐνταῦθα δυνατόν. Εἴ τι παλαιὸν ἐν ἡμῖν, ῥίψωμεν· εἴ τις ῥυτὶς, εἴ τις κηλὶς, εἴ τις σπῖλος, ἀπονιψώμεθα, καὶ καλοὶ γενώμεθα, ἵνα ἐπιθυμήσῃ ὁ βασιλεὺς τοῦ κάλλους ἡμῶν. Ἔξεστι καὶ πρὸς ἐσχάτην δυσείδειαν καταπεσόντας ἀνακτήσασθαι τὸ κάλλος ἐκεῖνο, περὶ οὗ φησιν ὁ Δαυΐδ· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Καὶ μὴν ἡ λήθη κάλλος οὐ ποιεῖ, κάλλος τὸ ψυχικόν. Λήθη ποία; Ἡ τῶν ἁμαρτιῶν. Πρὸς γὰρ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν διαλέγεται, παραινῶν αὐτῇ τῶν πατρῴων μὴ μνησθῆναι, τουτέστι, τῶν εἰδώλοις θυόντων· ἀπὸ γὰρ τῶν τοιούτων συνῆκται. Καὶ οὐκ εἶπε, Μὴ μετέλθῃς αὐτά· ἀλλ', ὃ πλέον ἐστὶ, Μηδὲ εἰς νοῦν λάβῃς· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου· καὶ πάλιν· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. Οὔπω τοῦτο μεγάλη ἀρετή· μᾶλλον δὲ μεγάλη μὲν, ἀλλ' οὐ τοιαύτη. Ἐκεῖ γὰρ τί φησιν; Οὐκ εἶπεν, Οὐ μὴ λαλήσῃς τὰ τῶν πατέρων, ἀλλὰ, Μηδὲ ἀναμνησθῇς αὐτῶν, μηδὲ εἰς νοῦν λάβῃς. Ὁρᾷς πόσον ἡμᾶς διάστημα τῆς κακίας ἀπέχειν βούλεται; Ὁ γὰρ μὴ μεμνημένος, οὐ λογιεῖται· ὁ δὲ μὴ λογιζόμενος, οὐδὲ φθέγγεται· ὁ δὲ μὴ φθεγγόμενος, οὐδὲ πράξει. Ὁρᾷς πρὸ πόσων ἀπετείχισεν ἡμᾶς ὁδῶν, πρὸ πόσων διαστημάτων ἀπεμάκρυνε καὶ ἐκ τοῦ πλείονος; Ἀκούσωμεν τοίνυν καὶ ἡμεῖς, καὶ ἐπιλαθώμεθα τῶν ἡμετέρων κακῶν, οὐ τῶν ἡμαρτημένων ἡμῖν, λέγω· Μνήσθητι γὰρ σὺ, φησὶ, πρῶτος, καὶ οὐ μὴ μνησθῶ ἐγώ. Οἷόν τι λέγω· Μηκέτι μνημονεύωμεν ἁρπαγῆς, ἀλλὰ καὶ τὰ πρότερα ἀποδῶμεν. Τοῦτό ἐστιν ἐπιλαθέσθαι κακίας, καὶ ἐκβαλεῖν τὸν λογισμὸν τὸν ἁρπακτικὸν, καὶ μηδέποτε αὐτὸν ἔτι δέξασθαι, ἀλλὰ καὶ τὰ ἤδη πεπλημμελημένα ἀπαλείφειν. Πόθεν δὲ ἂν γένοιτο ἡμῖν λήθη πονηρίας; Ἀπὸ τῆς μνήμης τῶν ἀγαθῶν τοῦ Θεοῦ· ἐὰν τοῦ Θεοῦ διαπαντὸς μνημονεύωμεν, οὐ δυνάμεθα κἀκείνων μεμνῆσθαι. Εἰ ἐμνημόνευον γὰρ σου, φησὶν, ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἀεὶ μὲν οὖν, μάλιστα δὲ τότε χρὴ μεμνῆσθαι τοῦ Θεοῦ, ὅταν ἐν ἡσυχίᾳ ὁ λογισμὸς ᾖ, ὅταν διὰ τῆς μνήμης ἐκείνης ἑαυτοῦ καταδικάζειν δύνηται, ὅταν κατέχεσθαι ἐν τῇ μνήμῃ. Ἐν ἡμέρᾳ μὲν γὰρ ἂν μνημονεύσωμεν, ἐπεισελθοῦσαι φροντίδες ἕτεραι καὶ θόρυβοι πάλιν αὐτὴν ἐκβάλλουσιν· ἐν νυκτὶ δὲ διαπαντὸς μεμνῆσθαι δυνατὸν, ὅταν ἐν γαλήνῃ ᾖ καὶ ἀναπαύσει ἡ ψυχὴ, ὅταν ἐν λιμένι, ὅταν ἐν εὐδίᾳ. Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε, φησίν. Ἔδει μὲν γὰρ καὶ δι' ἡμέρας ταύτην ἔχειν τὴν μνήμην· ἐπειδὴ δὲ φροντίζετε ἀεὶ, καὶ περισπᾶσθε ἐν τοῖς βιωτικοῖς, κἂν τότε μνημονεύετε ἐπὶ τῆς κοίτης τοῦ Θεοῦ· ἐν τοῖς ὄρθροις μελετᾶτε ἐν αὐτῷ. Ἂν ἐν τοῖς ὄρθροις μελετήσωμεν ταῦτα, μετὰ πολλῆς ἀσφαλείας χωρήσομεν εἰς τὰ πράγματα· ἂν ἵλεων πρῶτον τὸν Θεὸν ποιήσωμεν τῇ ἐντεύξει καὶ τῇ ἱκετηρίᾳ, οὕτω προβαίνοντες οὐδένα ἕξομεν ἐχθρόν· κἂν ἔχῃς δὲ, καταγελάσῃ, ἵλεων ἔχων τὸν Θεόν. Πόλεμός ἐστιν ἐν τῇ ἀγορᾷ, μάχη ἐστὶ τὰ πράγματα τὰ καθημερινὰ, κλυδώνιόν ἐστι καὶ χειμών. Δεῖ τοίνυν ὅπλων ἡμῖν· μέγα δὲ ὅπλον εὐχή· δεῖ οὐρίων ἀνέμων δεῖ μαθεῖν ἅπαντα, ὥστε τὸ μῆκος τῆς ἡμέρας χωρὶς ναυαγίων διανύσαι καὶ τραυμάτων· πολλοὶ γὰρ καθ' ἑκάστην ἡμέραν οἱ σκόπελοι, καὶ πολλάκις προσέῤῥαξε τὸ σκάφος καὶ κατεποντίσθη. Διὰ τοῦτο εὐχῆς ἡμῖν δεῖ μάλιστα ἑωθινῆς καὶ νυκτερινῆς. Ὀλύμπια πολλοὶ πολλάκις ὑμῶν ἐθεάσαντο· καὶ οὐκ ἐθεάσαντο μόνον, ἀλλὰ καὶ σπουδασταὶ καὶ θαυμασταὶ τῶν ἀγωνιζομένων ἐγένοντο, ὁ μὲν τούτου, ὁ δὲ ἐκείνου. Ἴστε οὖν ὅτι καὶ τὰς ἡμέρας τῶν ἀγώνων, καὶ τὰς νύκτας ἐκείνας, δι' ὅλης νυκτὸς ὁ κήρυξ οὐδὲν ἄλλο φροντίζει, οὐδὲν ἄλλο μεριμνᾷ, ἢ ὅπως ἐξελθὼν μὴ ἀσχημονήσῃ, ὁ ἀγωνιζόμενος. Ἐκεῖνοι γὰρ οἱ παρακαθήμενοι τῷ σαλπιγκτῇ παρεγγυῶσι μηδὲ φθέγγεσθαί τινι, ὥστε μὴ τὸ πνεῦμα δαπανώμενον γέλωτα ὄφλειν. Εἰ τοίνυν ὁ ἐπ' ἀνθρώπων ἀγωνίζεσθαι μέλλων, τοσαύτῃ κέχρηται προνοίᾳ, πολλῷ μᾶλλον ἡμῖν ἁρμόσει διηνεκῶς φροντίζειν καὶ μεριμνᾷν, οἷς ὁ πᾶς βίος ἀγών ἐστι. Πᾶσα τοίνυν ἔστω νὺξ παννυχὶς, καὶ μεριμνῶμεν πῶς ἐξελθόντες τὴν ἡμέραν, μὴ γέλωτα ὄφλωμεν. Καὶ εἴθε γέλωτα μόνον· νυνὶ δὲ κάθηται ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ ἀγωνοθέτης, ἀκούων ἀκριβῶς μήτι ἀπηχὲς φθεγγώμεθα, μήτι παρὰ μέλος· οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων ἐστὶ κριτής. Παννυχίσωμεν, ἀγαπητοί· ἔχομεν καὶ ἡμεῖς σπουδαστὰς, ἐὰν θέλωμεν· ἑκάστῳ ἡμῶν ἄγγελος παρακάθηται· ἡμεῖς δὲ ῥέγχομεν δι' ὅλης νυκτός· καὶ εἴθε τοῦτο μόνον· πολλοὶ δὲ καὶ ἀσελγῆ πράττουσι πολλὰ, οἱ μὲν πρὸς αὐτὰ τὰ χαμαιτυπεῖα βαδίζοντες, οἱ δὲ τὰς οἰκίας πορνεῖα ποιοῦντες τῷ ἑταίρας ἄγειν ἐκεῖ. Πάνυ γε (οὐ γάρ;) καλῶς μεριμνῶσιν ἀγωνίσασθαι. Ἕτεροι μεθύουσι καὶ παραφθέγγονται, ἄλλοι θορυβοῦσιν, ἕτεροι παννυχίζουσι κακῶς, καὶ τῶν καθευδόντων χεῖρον πλέκοντες δόλους· ἄλλοι τόκους ἀριθμοῦντες, ἕτεροι φροντίσι κοπτόμενοι, καὶ πάντα μᾶλλον ποιοῦντες, ἢ τὰ τῷ ἀγῶνι προσήκοντα. Διὸ, παρακαλῶ, πάντα ἀφέντες, εἰς ἓν ὁρῶμεν μόνον, ὅπως τὸ βραβεῖον λάβωμεν, καὶ τὸν στέφανον ἀναδησώμεθα· πάντα πράττωμεν, δι' ὧν δυνησώμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.