Ancient Greek
Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ad Romanos (homiliae 1-32) 1.1-28
Not analysed yet
Ἔθος ἀεὶ τῷ Παύλῳ εἰς εὐχὰς καὶ δοξολογίας κατακλείειν τὴν παραίνεσιν· οἶδε γὰρ οὐ μικρὰν τὸ πρᾶγμα ἔχον ῥοπήν. Τοῦτο δὲ ἀπὸ φιλοστοργίας καὶ εὐλαβείας ποιεῖν εἴωθε. Καὶ γὰρ φιλόπαιδος καὶ φιλοθέου διδασκάλου τὸ μὴ μόνον λόγῳ παιδεύειν, ἀλλὰ καὶ δι' εὐχῶν τὴν παρὰ τοῦ Θεοῦ συμμαχίαν τοῖς διδασκομένοις εἰσάγειν· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Ἡ δὲ ἀκολουθία αὕτη ἐστί· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. Ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν ἱκετηρίαν. Εἰπὼν δὲ, Στηρίξαι, ἐπάγει καὶ κατὰ ποῖον τρόπον· Κατὰ τὸ εὐαγγέλιόν μου. Τοῦτο δὲ δηλοῦντος ἦν, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ' ἑστήκεσαν μὲν, ἐσαλεύοντο δέ. Εἶτα ποιῶν τὸν λόγον ἀξιόπιστον, ἐπήγαγε, Καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ· τουτέστιν ὃ αὐτὸς ἐκήρυξεν. Εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ' ἐκείνου οἱ νόμοι. Φιλοσοφῶν δὲ λοιπὸν καὶ περὶ τοῦ κηρύγματος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο τὸ δῶρον, καὶ πολλῆς τῆς τιμῆς. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ καταγγείλαντος τοῦτο κατασκευάζει, ἔπειτα καὶ ἀπ' αὐτῶν τῶν καταγγελθέντων· εὐαγγέλια γὰρ ἦν. Πρὸς τούτοις, ἀπὸ τοῦ μηδενὶ γνωρίσαι πρὸ ἡμῶν. Τοῦτο γοῦν ᾐνίξατο εἰπὼν, Κατὰ ἀποκάλυψιν μυστηρίου· ὅπερ μεγίστης φιλίας σημεῖόν ἐστι, τὸ μυστηρίων ποιεῖν κοινωνοὺς, καὶ μηδένα πρὸ ἡμῶν. Χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν. Πάλαι μὲν γὰρ προώριστο, ἐφάνη δὲ νῦν. Πῶς ἐφάνη; Διὰ Γραφῶν προφητικῶν. Ἐνταῦθα πάλιν ἐκλύει τὸν φόβον τοῦ ἀσθενοῦς. Τί γὰρ δέδοικας; μὴ ἀποστῇς τοῦ νόμου; Τοῦτο βούλεται ὁ νόμος, τοῦτο ἄνωθεν προὔλεγεν. Εἰ δὲ καὶ ἐξετάζεις διὰ τί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς, μυστήρια Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν· οὐδὲ γὰρ πολυπραγμονεῖν τὰ τοιαῦτα δεῖ, ἀλλ' ἀγαπᾷν καὶ στέργειν. Διὸ καὶ αὐτὸς ἐπιστομίζων τὴν τοιαύτην γνώμην ἐπήγαγε, Κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως. Ὑπακοῆς γὰρ ἡ πίστις δεῖται, οὐ πολυπραγμοσύνης· καὶ ὅταν Θεὸς ἐπιτάττῃ, πείθεσθαι, οὐ περιεργάζεσθαι χρή. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς παραθαῤῥύνει λέγων· Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Οὐ γὰρ σὺ μόνος, ἀλλ' ἡ οἰκουμένη πᾶσα οὕτω πιστεύει, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν λαβοῦσα διδάσκαλον. Διὸ καὶ ἐπήγαγε, Διὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη· ἀμφότερα δὲ αὐτοῦ ἔργα. Διὸ καὶ οὕτως ἀναγνωστέον, Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ, ὅπερ εἶπον, ἀμφότερα αὐτῷ ἀνατίθησι· μᾶλλον δὲ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. Διὸ καὶ ἔλεγεν· ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Δοξάζει δὲ πάλιν τὸ ἀκατάληπτον τῶν μυστηρίων τούτων ἐκπληττόμενος. Οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη, λογισμοῖς αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως εἰδέναι χρὴ, ἄλλως δὲ οὐκ ἔνι. Καλῶς εἶπε, Μόνῳ σοφῷ Θεῷ. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, πῶς τῆς γῆς ἀναξίους ὄντας εἰς οὐρανοὺς ἀνήγαγε, καὶ τῆς παρούσης ζωῆς ἐκπεπτωκότας εἰς τὴν ἀθάνατον ἐκείνην καὶ ἀπόῤῥητον εἰσήγαγε, καὶ ὑπὸ δαιμόνων πατουμένους ἀγγέλοις ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἠνέῳξε, καὶ τὰ παλαιὰ ἅπαντα κακὰ ἔλυσε, καὶ ταῦτα ἐν χρόνῳ βραχεῖ, καὶ δι' ὁδοῦ ῥᾳδίας καὶ συντομωτάτης· τότε γνώσῃ τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ μήτε ἄγγελοι μήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης τοὺς ἐξ ἐθνῶν μεμαθηκότας διὰ τοῦ Ἰησοῦ. Δέον οὖν θαυμάζειν αὐτοῦ τὴν σοφίαν, καὶ δοξάζειν αὐτόν· σὺ δὲ περὶ μικρὰ στρέφῃ, τῇ σκιᾷ προσεδρεύων ἔτι· ὅπερ οὐ σφόδρα ἐστὶ δοξάζοντος. Ὁ γὰρ μὴ θαῤῥῶν αὐτῷ, μηδὲ τῇ πίστει πεποιθὼς, οὐ μαρτυρεῖ τῷ μεγέθει τῶν γενομένων. Ἀλλ' αὐτὸς τὴν ὑπὲρ ἐκείνων δόξαν ἀνήνεγκε, κἀκείνους εἰς τὸν αὐτὸν ζῆλον ἐνάγων. Ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος, Μόνῳ σοφῷ Θεῷ, μὴ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ νόμιζε τοῦτο λέγεσθαι. Εἰ γὰρ ἅπαντα ταῦτα, ἀφ' ὧν ἡ σοφία αὐτοῦ δείκνυται, διὰ Χριστοῦ γέγονε, καὶ χωρὶς αὐτοῦ οὐδὲ ἓν γέγονεν, εὔδηλον ὅτι καὶ τὰ τῆς σοφίας ἴσα. Τίνος οὖν ἕνεκεν Μόνῳ εἴρηκε; Πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως ἁπάσης. Ἀποδοὺς τοίνυν τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς ἐπὶ παραίνεσιν χωρεῖ, πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων οὕτως· Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοί. Ὀφείλομεν, οὐ χαριζόμεθα. Τί ὀφείλομεν; Τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν.