Ancient Greek
Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 8.1-3
Not analysed yet
Οὐχ ὁρᾷς τοὺς γεωργοὺς, πῶς τὴν ἅπαξ ὑποδεξαμένην τὰ σπέρματα γῆν θεραπεύουσι παντοδαπῷ θεραπείας τρόπῳ, κἂν μυρία ἐλαττώματα ἔχῃ, οἷον κἂν λυπρόγεως ᾖ, κἂν βοτάνας φέρῃ πονηρὰς, κἂν ὑπὸ ἐπομβρίας ἐπηρεάζηται τῇ φύσει τῆς θέσεως; Τοῦτο καὶ σὺ ποίει· οὕτω γὰρ πρότερος ἀπολαύσῃ καὶ τῶν καρπῶν καὶ τῆς γαλήνης· καὶ γὰρ λιμήν ἐστιν ἡ γυνὴ, καὶ φάρμακον εὐθυμίας μέγιστον. Ἂν μὲν οὖν τὸν λιμένα πνευμάτων ἀπαλλάξῃς καὶ κυμάτων, πολλῆς ἀπολαύσῃ τῆς ἀδείας ἐξ ἀγορᾶς ἀνιών· ἂν δὲ θορύβων καὶ ταραχῆς ἐμπλήσῃς, σαυτῷ χαλεπώτερον κατασκευάζεις τὸ ναυάγιον. Ἵν' οὖν τοῦτο μὴ γίνηται, τοῦτο ὃ λέγω γενέσθω· ὅταν τι συμβῇ λυπηρὸν κατὰ τὴν οἰκίαν, ἐκείνης ἁμαρτούσης, παραμυθοῦ, καὶ μὴ ἐπίτεινε τὴν λύπην. Κἂν γὰρ ἅπαντα ἀποβάλῃς, οὐδὲν λυπηρότερον τοῦ μὴ μετ' εὐνοίας ἔχειν γυναῖκα ἔνδον συνοικοῦσαν· κἂν ὁτιοῦν εἴπῃς ἁμάρτημα, οὐδὲν οὕτως ὀδυνηρότερον ἐρεῖς, οἷόν ἐστι τὸ πρὸς ἐκείνην στασιάζειν. Ὥστε καὶ διὰ ταῦτα πάντων ἔστω τιμιωτέρα ἡ ταύτης ἀγάπη. Εἰ γὰρ ἀλλήλων τὰ βάρη δεῖ βαστάζειν, πολλῷ μᾶλλον τῆς γυναικός. Κἂν πένησσα ᾖ, μὴ ὀνειδίσῃς· κἂν ἀνόητος ᾖ, μὴ ἐπέμβαινε, ἀλλὰ ῥύθμισον μᾶλλον· καὶ γὰρ μέλος ἐστὶ σὸν, καὶ σὰρξ ἐγένεσθε μία. Ἀλλὰ φλύαρός ἐστι καὶ μέθυσος καὶ ὀργίλος. Οὐκοῦν ἀλγεῖν ἐπὶ τούτοις, οὐκ ὀργίζεσθαι χρὴ, καὶ τὸν Θεὸν παρακαλεῖν, καὶ παραινεῖν αὐτῇ καὶ συμβουλεύειν, καὶ πάντα ποιεῖν, ὥστε ἐκκόψαι τὸ πάθος. Ἂν δὲ τύπτῃς, καὶ ἐπιτρίβῃς τὸ νόσημα, οὐ θεραπεύεται· θρασύτης γὰρ ἐπιεικείᾳ λύεται, οὐχ ἑτέρᾳ θρασύτητι. Μετὰ τούτων καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐννόει. Ὅταν γὰρ, ἐξόν σοι ἐκτεμεῖν αὐτὴν, μὴ ποιῇς τοῦτο διὰ τὸν τοῦ Θεοῦ φόβον, ἀλλὰ φέρῃς ἐλαττώματα τοσαῦτα, δεδοικὼς τὸν ἐπὶ τούτοις κείμενον νόμον τὸν κωλύοντα ἐκβαλεῖν γυναῖκα, κἂν ὁτιοῦν ἔχῃ νόσημα, ἄφατον λήψῃ μισθόν· καὶ πρὸ τῶν μισθῶν δὲ τὰ μέγιστα κερδανεῖς, ἐκείνην τε εὐπειθεστέραν κατασκευάζων, καὶ αὐτὸς ἐπιεικέστερος ταύτῃ γινόμενος. Λέγεται γοῦν τις καὶ τῶν ἔξωθεν φιλοσόφων μοχθηρὰν ἔχων γυναῖκα καὶ φλύαρον καὶ πάροινον, πρὸς τοὺς ἐρωτῶντας, τίνος ἕνεκεν τοιαύτην ἔχων ἀνέχεται, εἰπεῖν, ὥστε γυμνάσιον καὶ παλαίστραν ἔχειν φιλοσοφίας ἐπὶ τῆς οἰκίας· Ἔσομαι γὰρ τοῖς λοιποῖς πραότερος, φησὶν, ἐν ταύτῃ καθ' ἑκάστην παιδευόμενος τὴν ἡμέραν. Ἐβοήσατε μεγάλα; Ἀλλ' ἐγὼ νῦν ὀδύρομαι μέγα, ὅταν Ἕλληνες ἡμῶν ὦσι φιλοσοφώτεροι, ἡμῶν τῶν κελευσθέντων ἀγγέλους μιμεῖσθαι, μᾶλλον δὲ τῶν κελευσθέντων αὐτὸν τὸν Θεὸν ζηλοῦν κατὰ τὸν τῆς ἐπιεικείας λόγον. Ὁ μὲν οὖν φιλόσοφος λέγεται διὰ τοῦτο πονηρὰν ἔχων γυναῖκα μὴ ἐκβαλεῖν· τινὲς δὲ καὶ διὰ τοῦτο ἀγαγέσθαι αὐτὸν αὐτὴν λέγουσιν. Ἐγὼ δὲ, ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων ἀλογώτερόν εἰσι διακείμενοι, παραινῶ μὲν ἐξαρχῆς πάντα ποιεῖν καὶ σπουδάζειν ὅπως εὐάρμοστον λάβοιεν σύνοικον καὶ πάσης γέμουσαν ἀρετῆς· εἰ δὲ συμβαίη διαμαρτεῖν, καὶ μὴ χρηστὴν μηδὲ ἀνεκτὴν νύμφην εἰσαγαγεῖν εἰς τὴν οἰκίαν, τότε γοῦν τὸν φιλόσοφον τοῦτον ζηλοῦν, καὶ ῥυθμίζειν αὐτὴν πάντοτε, καὶ μηδὲν τούτων προτιθέναι. Ἐπεὶ καὶ ἔμπορος, πρὶν ἢ πρὸς τὸν κοινωνὸν συνθήκας θέσθαι τὰς δυναμένας εἰρήνην πρυτανεύειν, οὐ πρότερον καθέλξει τὸ πλοῖον εἰς τὸ πέλαγος, οὐδὲ τῆς ἄλλης ἅψεται ἐμπορίας. Καὶ ἡμεῖς τοίνυν πάντα πράττωμεν, ὥστε τὴν κοινωνὸν τῆς τοῦ βίου πραγματείας ἡμῖν καὶ τοῦ πλοίου τούτου μετὰ πάσης ἔνδον κατέχειν τῆς εἰρήνης. Οὕτω γὰρ καὶ τὰ ἄλλα πάντα ἡμῖν ἔσται γαληνὰ, καὶ μετὰ ἀδείας τὸ πέλαγος τοῦ παρόντος διαδραμοῦμεν βίου. Τοῦτο καὶ πρὸ οἰκίας καὶ ἀνδραπόδων καὶ χρημάτων καὶ ἀγρῶν καὶ αὐτῶν τῶν πολιτικῶν πραγμάτων ἄγωμεν· καὶ πάντων ἡμῖν προτιμότερον ἔστω τὸ τὴν μεθ' ἡμῶν ἐπὶ τῶν οἴκων καθημένην μὴ στασιάζειν μηδὲ διχοστατεῖν πρὸς ἡμᾶς. Οὕτω γὰρ καὶ τὰ ἄλλα ἡμῖν κατὰ ῥοῦν ἥξει, καὶ ἐν τοῖς πνευματικοῖς δὲ πολλὴν ἕξομεν τὴν εὐκολίαν, μετὰ ὁμονοίας τὸν ζυγὸν τοῦτον ἕλκοντες· καὶ πάντα κατορθώσαντες, τῶν ἀποκειμένων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.