Ancient Greek
Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται; τί καὶ βαπτίζονται ὑπὲρ τῶν νεκρῶν;
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 4.1-37
Not analysed yet
Ταῦτα δὲ μὴ πρὸς ἐκείνους εἰρῆσθαι νομίζωμεν μόνον, ἀλλὰ καὶ νῦν εἰρῆσθαι πρὸς ἅπαντας τοὺς τὰ αὐτὰ νοσοῦντας, καὶ τοὺς βίον διεφθαρμένον ἔχοντας. Καὶ γὰρ οὐχ οἱ τὰ πονηρὰ δόγματα ἔχοντες μόνον, ἀλλὰ καὶ οἱ ἁμαρτίαις κατεχόμενοι χαλεπαῖς, μεθύουσί τε καὶ παραπαίουσι. Διὸ καὶ πρὸς αὐτοὺς ἂν λεχθείη δικαίως τὸ, Ἐκνήψατε, καὶ μάλιστα πρὸς τοὺς τῷ κάρῳ τῆς πλεονεξίας βεβαρημένους, τοὺς κακῶς ἁρπάζοντας. Ἔστι γὰρ ἁρπαγὴ καλὴ ἡ τῶν οὐρανῶν ἁρπαγὴ, ἡ μηδὲν βλάπτουσα. Ἐν μὲν γὰρ τοῖς χρήμασιν οὐκ ἔστιν ἕτερον γενέσθαι πλούσιον, μὴ ἑτέρου πρότερον γενομένου πένητος· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ τοὐναντίον ἅπαν, οὐκ ἔστι τινὰ γενέσθαι πλούσιον, μὴ ἕτερον ποιήσαντα εὔπορον· ἂν γὰρ μηδένα ὠφελήσῃς, οὐ δυνήσῃ γενέσθαι εὔπορος. Ἐν μὲν γὰρ τοῖς σωματικοῖς ἡ μετάδοσις μείωσιν ποιεῖ· ἐν δὲ τοῖς πνευματικοῖς ἡ μετάδοσις πλεονασμὸν ἐργάζεται, καὶ τὸ μὴ μεταδοῦναι, τοῦτο πολλὴν πενίαν κατασκευάζει, καὶ κόλασιν ἐσχάτην ἐπάγει. Καὶ δείκνυσι τοῦτο ὁ τὸ τάλαντον κατορύξας. Καὶ γὰρ ὁ λόγον ἔχων σοφίας, μεταδοὺς ἑτέρῳ, ηὔξησε τὴν περιουσίαν, πολλοὺς ποιήσας τοὺς σοφούς· οἴκοι δὲ κατακρύψας, ἀπεστέρησεν ἑαυτὸν τῆς περιουσίας, οὐ κτησάμενος τὴν τῶν πολλῶν ὠφέλειαν. Πάλιν ὁ χαρίσματα ἔχων ἕτερα, πολλοὺς ἰασάμενος ἐξέτεινε τὴν δωρεάν· καὶ οὔτε αὐτὸς ἐξεκενώθη τῇ μεταδόσει, καὶ πολλοὺς ἑτέρους ἐνέπλησε τῆς πνευματικῆς δωρεᾶς. Καὶ ἐπὶ πάντων τῶν πνευματικῶν ἀκίνητος οὗτος ὁ κανὼν διαμένει. Οὕτω καὶ ἐπὶ τῆς βασιλείας, ὁ μὲν κοινωνοὺς πολλοὺς κατασκευάζων ἑαυτῷ τῆς βασιλείας, ταύτῃ μειζόνως αὐτῆς ἀπολαύσεται πάλιν· ὁ δὲ μηδένα σπουδάζων λαβεῖν κοινωνὸν, καὶ αὐτὸς ἐκπεσεῖται τῶν πολλῶν ἀγαθῶν ἐκείνων. Εἰ γὰρ ἡ σοφία ἡ αἰσθητὴ οὐ δαπανᾶται, μυρίων ἁρπαζόντων, οὔτε ὁ τεχνίτης πολλοὺς τοὺς τεχνίτας ποιῶν ἀπόλλυσι τὴν τέχνην, πολλῷ μᾶλλον ὁ τὴν βασιλείαν ἁρπάζων ἐλάττονα οὐκ ἐργάζεται, ἀλλὰ τότε πλείων ἔσται ὁ πλοῦτος ἡμῖν, ὅταν πολλοὺς ἐπὶ τοῦτο καλῶμεν. Ἁρπάσωμεν τοίνυν τὰ μὴ ἀναλισκόμενα, ἀλλὰ πλεονάζοντα ἐν τῷ ἁρπάζεσθαι· ἁρπάσωμεν τὰ μηδένα ἔχοντα συκοφάντην, μηδένα βάσκανον. Καὶ γὰρ εἰ χρυσίου τόπος ἦν πηγὴν ἔχων ἀναβλύζουσαν ἀένναον, καὶ τοσούτῳ πλέον ἐπέῤῥει, ὅσῳ πλέον ἐξηντλεῖτο, ἕτερος δὲ τόπος ἦν θησαυρὸν ἔχων κατορωρυγμένον, πόθεν ἂν ἠθέλησας πλουτεῖν; οὐχὶ ἐκεῖθεν; Δῆλον. Ἀλλ', ἵνα μὴ λόγῳ τοῦτο μόνον ἀναπλάσωμεν, λογίσασθε ἐπὶ τοῦ ἀέρος τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ἡλίου· ταῦτα γὰρ ἁρπάζεται παρὰ πάντων, καὶ πάντας πληροῖ· ἀλλὰ ταῦτα μὲν, καὶ ἀπολαυόντων καὶ μὴ ἀπολαυόντων, ὅμοια μένει μὴ ἐλαττούμενα. Ὃ δὲ ἐγὼ εἶπον, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ ὁμοία μένει ἡ πνευματικὴ σοφία διαδιδομένη καὶ μὴ διαδιδομένη, ἀλλ' αὔξεται μᾶλλον διαδιδομένη. Εἰ δέ τις οὐκ ἀνέχεται τῶν εἰρημένων, ἀλλ' ἔτι τῇ τῶν βιωτικῶν προστέτηκε πενίᾳ ἁρπάζων τὰ ἐλαττούμενα, κἀν τούτῳ πάλιν ἀναμιμνησκέσθω τῆς τροφῆς τοῦ μάννα, καὶ φοβείσθω τὸ παράδειγμα τῆς κολάσεως. Ὅπερ γὰρ ἐπ' ἐκείνης συνέβαινε, τοῦτο καὶ ἐπὶ τῶν πλεονεκτούντων νῦν ἐκβαῖνον ἔστιν ἰδεῖν. Τί δὲ τότε συνέβαινε; Σκώληκες ἔβρυον ἀπὸ τῆς πλεονεξίας. Τοῦτο καὶ νῦν γίνεται ἐπὶ τούτων. Τὸ μὲν γὰρ μέτρον τῆς τροφῆς τὸ αὐτὸ ἅπασι· μίαν γὰρ πληροῦμεν γαστέρα· ἡ δὲ κόπρος παρὰ σοὶ πλείων τῷ τρυφῶντι. Καὶ καθάπερ ἐκεῖ ἐν ταῖς οἰκίαις οἱ τὸ πλέον τοῦ νενομισμένου συλλέγοντες, οὐ μάννα συνῆγον, ἀλλὰ σκώληκας πλείους καὶ σηπεδόνα· οὕτω δὴ καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τῇ πλεονεξίᾳ, οὐ τροφὴν πλείονα, ἀλλὰ φθορὰν πλείονα συνάγουσιν οἱ γαστριζόμενοι καὶ μεθύοντες. Ἀλλ' ὅμως τοσούτῳ χείρους ἐκείνων οἱ νῦν, ὅσῳ ἐκεῖνοι μὲν ἅπαξ παθόντες τοῦτο, ἐσωφρονίσθησαν· οὗτοι δὲ καθ' ἑκάστην ἡμέραν τὸν σκώληκα τοῦτον ἐκείνου πολλῷ χαλεπώτερον εἰς τὰς οἰκίας τὰς ἑαυτῶν εἰσάγοντες, οὔτε αἰσθάνονται, οὔτε κορέννυνται. Ὅτι γὰρ ταῦτα ἐκείνοις ἔοικε κατὰ τὸν τῆς ματαιοπονίας λόγον (τῇ γὰρ τιμωρίᾳ πολλῷ ταῦτα χαλεπώτερα), ἐντεῦθεν σκόπει. Τίνι γὰρ διαφέρει ὁ πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περιβάλλει; οὐ μίαν τρέφει γαστέρα; τίνι οὖν πλεονεκτεῖ; Ταῖς φροντίσι, τῷ δαπανᾶσθαι, τῷ παρακούειν Θεοῦ, τῷ διαφθείρειν τὴν σάρκα, τῷ λυμαίνεσθαι τὴν ψυχήν. Ταῦτα γάρ ἐστιν, οἷς πλεονεκτεῖ τὸν πένητα· ὡς εἴ γε πολλοὺς ἐπλήρου γαστέρας, τάχα τι καὶ λέγειν εἶχεν, οἷον ὅτι πλείων ἡ χρεία, καὶ μείζων ἡ τῆς δαπάνης ἀνάγκη. Ἀλλὰ καὶ νῦν ἔχουσι, φησὶν, εἰπεῖν, ὅτι πολλὰς πληροῦσι, τὰς τῶν οἰκετῶν, τὰς τῶν θεραπαινίδων. Ἀλλ' οὐ χρείας ἕνεκεν, οὐδὲ φιλανθρωπίας τοῦτο γίνεται, ἀλλὰ τύφου μόνον. ὅθεν οὐδ' ἂν ἀνάσχοιτό τις τῆς ἀπολογίας αὐτῶν.