Ancient Greek
Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ Εὐαγγέλιον, ὃ εὐηγγελισάμην ὑμῖν, ὃ καὶ παρελάβετε, ἐν ᾧ καὶ ἑστήκατε, δι' οὗ καὶ σώζεσθε, τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Corinthios (homiliae 1-44) 5.1-24
Not analysed yet
Καὶ σκόπει ταπεινοφροσύνης ὑπερβολήν. Εἰπὼν γὰρ, Ἔσχατον δὲ πάντων ἐμοὶ ὤφθη, οὐκ ἠρκέσθη τούτῳ· Πολλοὶ γὰρ ἔσχατοι πρῶτοι, φησὶ, καὶ πρῶτοι ἔσχατοι. Διὰ τοῦτο προσέθηκεν. Ὡσπερεὶ τῷ ἐκτρώματι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ τὴν οἰκείαν κρίσιν προστίθησι καὶ μετὰ αἰτίας λέγων· Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Καὶ οὐκ εἶπε, Τῶν δώδεκα μόνων, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων. Ταῦτα δὲ πάντα ὁμοῦ μὲν μετριάζων ἔλεγεν, ὁμοῦ δὲ καὶ οὕτω διακείμενος, ὅπερ ἔφην, καὶ τὸ μέλλον ῥηθήσεσθαι προδιοικούμενος καὶ εὐπαράδεκτον μᾶλλον ποιῶν. Εἰ μὲν γὰρ παρελθὼν εἶπεν, Ὀφείλετέ μοι πιστεῦσαι, ὅτι ἀνέστη ὁ Χριστός· εἶδον γὰρ αὐτὸν, καὶ πάντων ἀξιοπιστότερός εἰμι, ἅτε πλέον καμὼν, κἂν προσέστη τοῖς ἀκούουσι τὸ λεγόμενον· νυνὶ δὲ τοῖς ταπεινοῖς ἐνδιατρίψας πρῶτον καὶ τοῖς κατηγορίαν ἔχουσι, τό τε τραχὺ τῆς τοιαύτης διηγήσεως ὑπετέμνετο, καὶ τῇ πίστει τῆς μαρτυρίας προωδοποίησε. Διὰ δὴ τοῦτο οὐδὲ ἁπλῶς, ὅπερ ἔφην, ἀποφαίνεται ἔσχατον ἑαυτὸν εἶναι, καὶ τῆς προσηγορίας τῶν ἀποστόλων ἀνάξιον, ἀλλὰ καὶ τὴν αἰτίαν τίθησι λέγων· Ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Καὶ μὴν ἀφείθη πάντα ἐκεῖνα, ἀλλ' ὅμως αὐτὸς οὐδέποτε αὐτῶν ἐπιλέλησται, τὸ μέγεθος τῆς χάριτος δεῖξαι βουλόμενος· διὸ καὶ ἐπάγει λέγων· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Εἶδες πάλιν ἑτέρας ταπεινοφροσύνης ὑπερβολήν; Τὰ μὲν γὰρ ἐλαττώματα ἑαυτῷ λογίζεται· τῶν δὲ κατορθωμάτων οὐδὲν, ἀλλὰ πάντα ἀνατίθησι τῷ Θεῷ. Εἶτα, ἵνα μὴ τὸν ἀκροατὴν ἐντεῦθεν ὕπτιον ποιήσῃ, φησί· Καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ γέγονε. Καὶ τοῦτο πάλιν ὑπεσταλμένως. Οὐ γὰρ εἶπεν, Ἀξίαν τῆς χάριτος ἐπεδειξάμην σπουδὴν, ἀλλ' ὅτι Οὐ κενὴ γέγονεν. Ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα. Οὐκ εἶπεν, Ἐτιμήθην, ἀλλ', Ἐκοπίασα, καὶ κινδύνους καὶ θανάτους ἔχων εἰπεῖν, τῷ ὀνόματι τοῦ κόπου πάλιν ὑποτέμνεται τὸ εἰρημένον. Εἶτα πάλιν τῇ συνήθει κεχρημένος ταπεινοφροσύνῃ, καὶ τοῦτο ταχέως παρέδραμε, καὶ τὸ πᾶν ἀνέθηκε τῷ Θεῷ λέγων· Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Τί ταύτης θαυμαστότερον γένοιτ' ἂν τῆς ψυχῆς; Διὰ γὰρ τοσούτων ἑαυτὸν καθελὼν, καὶ ἕν τι μόνον ὑψηλὸν φθεγξάμενος, οὐδὲ τοῦτο αὑτοῦ φησιν εἶναι, πανταχόθεν περιστέλλων, ἀπό τε τῶν ἔμπροσθεν, ἀπό τε τῶν μετὰ ταῦτα τὸ ὑψηλὸν τοῦτο ῥῆμα, καὶ ταῦτα ἐξ ἀνάγκης ἐλθὼν ἐπ' αὐτό. Σκόπει δὲ πῶς ἐπιδαψιλεύεται τοῖς τῆς ταπεινοφροσύνης ῥήμασι. Καὶ γὰρ, Ἐσχάτῳ μοι ὤφθη πάντων, φησί· διὸ οὐδὲ μεθ' ἑαυτοῦ τινα ἄλλον τίθησι· καὶ, Ὡσπερεὶ τῷ ἐκτρώματι, καὶ ἐλάχιστον ἑαυτὸν τῶν ἀποστόλων εἶναί φησι, καὶ οὐδὲ τῆς προσηγορίας ταύτης ἄξιον. Καὶ οὐδὲ τούτοις ἠρκέσθη, ἀλλ' ἵνα μὴ δόξῃ ῥήμασι ταπεινοφρονεῖν, καὶ αἰτίας τίθησι καὶ ἀποδείξεις, τοῦ μὲν ἔκτρωμα εἶναι τὸ ὕστερον αὐτὸν ἰδεῖν τὸν Ἰησοῦν, τοῦ δὲ καὶ τῆς προσηγορίας ἀνάξιον εἶναι τῶν ἀποστόλων τὸ διῶξαι τὴν Ἐκκλησίαν. Ὁ μὲν γὰρ ἁπλῶς ταπεινοφρονῶν, τοῦτο οὐ ποιεῖ· ὁ δὲ καὶ τὰς αἰτίας τιθεὶς, ἀπὸ συντετριμμένης διανοίας ἅπαντα φθέγγεται. Διὸ καὶ ἀλλαχοῦ τῶν αὐτῶν τούτων μέμνηται, λέγων· Χάριν δὲ ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν, τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Τίνος δὲ ἕνεκεν καὶ αὐτὸ τὸ ὑψηλὸν τοῦτο ἐφθέγξατο, τὸ, Περισσότερον αὐτῶν ἐκοπίασα; Τὸν καιρὸν ἑώρα καταναγκάζοντα. Εἰ μὴ γὰρ τοῦτο εἶπεν, ἀλλὰ μόνον ἑαυτὸν ἐξηυτέλισε, πῶς ἠδύνατο μετὰ παῤῥησίας εἰς μαρτυρίαν ἑαυτὸν καλεῖν, καὶ μετὰ τῶν ἄλλων ἀριθμεῖν καὶ λέγειν, Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν; Τὸν γὰρ μάρτυρα ἀξιόπιστον εἶναι δεῖ καὶ μέγαν. Πῶς δὲ καὶ περισσότερον αὐτῶν ἐκοπίασεν, ἔδειξεν ἀνωτέρω, λέγων· Ἢ οὐκ ἔχομεν ἐξουσίαν τοῦ φαγεῖν καὶ πιεῖν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι; καὶ πάλιν, Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος. Καὶ γὰρ ὅπου ἀκρίβειαν ἐπιδείξασθαι ἔδει, πάντας ὑπερηκόντισε· καὶ ὅπου συγκαταβῆναι ἐχρῆν, τὴν αὐτὴν πάλιν ὑπερβολὴν ἐπεδείξατο. Τινὲς δέ φασι τὸ εἰς ἔθνη ἀπεστάλθαι καὶ τὸ πλεῖον τῆς οἰκουμένης μέρος ἐπιδραμεῖν. Ὅθεν δῆλον ὅτι καὶ πλείονος ἀπέλαυσε χάριτος. Εἰ γὰρ πλεῖον ἐκοπίασε, πλείων ἦν καὶ ἡ χάρις πλείονος δὲ ἀπέλαυσε χάριτος, ἐπειδὴ καὶ πλείονα ἐπεδείξατο σπουδήν. Εἶδες πῶς, καὶ δι' ὧν φιλονεικεῖ καὶ βιάζεται συσκιάζειν τὰ καθ' ἑαυτὸν, πάντων δείκνυται πρῶτος ὤν;