Ancient Greek · ~18 min
Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 1.1-3
Not analysed yet
Τὸν διδάσκαλον οὐδὲν ἐπαχθὲς χρὴ λογίζεσθαι τῶν εἰς σωτηρίαν τῶν μαθητῶν συντεινόντων. Εἰ γὰρ ὁ μακάριος Ἰακὼβ νυκτὸς καὶ ἡμέρας κατεκόπτετο εἰς τὴν τῶν ποιμνίων φυλακὴν, πολλῷ μᾶλλον τὸν τὰς ψυχὰς ἐμπεπιστευμένον, κἂν ἐπίμοχθον ἔργον ᾖ, κἂν εὐτελὲς, πάντα δεῖ ποιεῖν, πρὸς ἓν ὁρῶντα μόνον, τὴν σωτηρίαν τῶν μαθητευομένων, καὶ τὴν ἐκεῖθεν δόξαν γινομένην τῷ Θεῷ. Ὅρα γοῦν πῶς καὶ ὁ Παῦλος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουμένης, καὶ τοιαύτην τιμὴν ἐπανῃρημένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους. Μνημονεύετε γὰρ, φησὶν, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον. Εἶπε προλαβὼν, ὅτι Δυνάμενοι ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησίν· Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; Οὕτω καὶ ὁ Χριστὸς διέταξε τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν. Ἀλλ' ἐγὼ, φησὶν, οὐκ ἠθέλησα, ἀλλ' ἐκοπίων. Καὶ οὐχ ἁπλῶς εἰργάζετο, ἀλλὰ μετὰ πολλῆς τῆς σπουδῆς. Καὶ ὅρα τί φησι· Μνημονεύετε γάρ· οὐκ εἶπε, τὰς εὐεργεσίας τὰς παρ' ἐμοῦ, ἀλλὰ, Τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον. Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν οὕτως ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Κορινθίοις δὲ ἕτερόν φησιν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιόν τι εἰς ὑμῶν διακονίαν. Καίτοι καὶ ἐκεῖ εἰργάζετο· ἀλλ' οὐκ ἀνέμνησε τούτου, ἀλλ' ἕτερον ἔθηκε πληκτικώτερον· ὡς ἂν εἰ ἔλεγεν, ὅτι Παρ' ἑτέρων ἐτράφην ὑμῖν ὑπηρετῶν. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ τί; Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι. Καὶ ἐκεῖ μέν φησι· Καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενὸς, καὶ, Ἔλαβον ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν· ἐνταῦθα δὲ δείκνυσιν ἐν πενίᾳ ὄντας τοὺς ἄνδρας· ἐκεῖ δὲ οὐχ οὕτω. Διὰ τοῦτο συνεχῶς αὐτοὺς παραφέρει μάρτυρας· Ὑμεῖς γὰρ, φησὶ, μάρτυρες, καὶ ὁ Θεός· ἀξιόπιστον ποιῶν τὸν λόγον, κἀκεῖνο τιθεὶς, ὃ αὐτοὺς μάλιστα ἐπληροφόρει· ἐκεῖνο μὲν γὰρ ἄδηλον τοῖς ἀγνοοῦσι, τοῦτο δὲ πᾶσι λοιπὸν ἀναμφίβολον. Καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ἔβλεπεν, ὅτι Παῦλος ἦν ὁ ταῦτα λέγων, ἀλλ' ἐκ πολλοῦ τοῦ περιόντος βούλεται αὐτοὺς πληροφορεῖν. Διὰ τοῦτό φησιν· Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν. Ἔδει αὐτοὺς πάλιν ἐπαινεῖν· διὰ τοῦτο ταῦτα προτίθησιν, ἃ ἦν ἱκανὰ αὐτοὺς πεῖσαι. Συλλογίζεται γὰρ, ὅτι ὁ ἐν χρείᾳ ἐκεῖ καταστὰς καὶ μὴ λαβὼν, πολλῷ μᾶλλον νῦν. Ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ἡμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς, καὶ παραμυθούμενοι. Ἀνωτέρω τὸ τῆς ἀναστροφῆς εἰπῶν, ἐνταῦθα τὸ τῆς ἀγάπης φησίν· ὃ καὶ μᾶλλον ἦν ἢ τῆς προστασίας. Καὶ τοῦ ἀτύφου τὸ εἰρημένον. Ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Ὅτε εἶπε, Καὶ διαμαρτυρόμενοι, τότε πατέρων μέμνηται, δεικνὺς ὅτι Εἰ καὶ διεμαρτυρόμεθα, ἀλλὰ τοῦτο οὐ σφοδρῶς, ἀλλ' ὡς πατέρες. Ἕνα ἕκαστον ὑμῶν. Βαβαὶ. ἐν τοσούτῳ πλήθει μηδένα παραλιπεῖν, μὴ μικρὸν, μὴ μέγαν, μὴ πλούσιον, μὴ πένητα. Παρακαλοῦντες, πρὸς τί εἶπε; Πρὸς τὸ φέρειν πάντα. Καὶ παραμυθούμενοι καὶ διαμαρτυρόμενοι. Παρακαλοῦντες· οὐκ ἄρα δόξαν ἐζήτουν· Καὶ διαμαρτυρόμενοι· οὐκ ἄρα ἐκολάκευον. Εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν αὑτοῦ βασιλείαν καὶ δόξαν. Ὅρα πάλιν πῶς διηγούμενος, καὶ διδάσκει καὶ παραμυθεῖται· εἰ γὰρ εἰς βασιλείαν ἐκάλεσε, πάντα δεῖ φέρειν. Παρακαλοῦμεν, οὐχ ἵνα ἡμῖν χαρίσησθέ τι, ἀλλ' ἵν' ἐπιτύχητε τῆς βασιλείας τῶν οὐρανῶν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ' ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ, καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι ἡμεῖς μὲν πάντα ἀμέμπτως πράττομεν, ὑμεῖς δὲ ἀνάξια τῆς ἡμετέρας ἀναστροφῆς ἐποιήσατε· οὐ γὰρ ὡς ἀνθρώπων ἀκούοντες, διέκεισθε ἡμῶν ἀκούοντες, ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ παραινοῦντος, οὕτω προσείχετε. Πόθεν δῆλον; Ὥσπερ γὰρ τὸ μὴ ἐν κολακείᾳ μηδὲ ἐν κενοδοξίᾳ κηρῦξαι ἀπὸ τῶν οἰκείων πειρασμῶν δείκνυσι, καὶ τῆς ἐκείνων μαρτυρίας, καὶ ὧν ἔπραττεν· οὕτω καὶ τὸ ἐκείνους ὀρθῶς δέξασθαι τὸν λόγον, ἀπὸ τῶν πειρασμῶν. Πόθεν γὰρ, φησὶν, εἰ μὴ ὡς τοῦ Θεοῦ λέγοντος ἠκούετε, τοιούτους ἐφέρετε κινδύνους; Καὶ ὅρα τὸ ἀξίωμα· Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος.