Ancient Greek
Ἀφ' ὑμῶν γὰρ ἐξήχηται ὁ λόγος τοῦ Κυρίου, οὐ μόνον ἐν τῇ Μακεδονίᾳ καὶ Ἀχαΐᾳ, ἀλλὰ καὶ ἐν παντὶ τόπῳ ἡ πίστις ὑμῶν ἡ πρὸς τὸν Θεὸν ἐξελήλυθεν, ὥστε μὴ χρείαν ἡμᾶς ἔχειν λαλεῖν τι. Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν ὁποίαν εἴσοδον ἔχομεν πρὸς ὑμᾶς, καὶ πῶς ἐπεστρέψατε πρὸς τὸν Θεὸν ἀπὸ τῶν εἰδώλων, δουλεύειν Θεῷ ζῶντι καὶ ἀληθινῷ, καὶ ἀναμένειν τὸν Υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν, ὃν ἤγειρεν ἐκ τῶν νεκρῶν, Ἰησοῦν τὸν ῥυόμενον ἡμᾶς ἀπὸ τῆς ὀργῆς τῆς ἐρχομένης.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam i ad Thessalonicenses (homiliae 1-11) 3.1-2
Not analysed yet
Καὶ οὐκ ἔνι εἰπεῖν ὅτι πρὸς μὲν ὑμᾶς οὕτω, πρὸς δὲ ἑτέρους οὐχ οὕτως. οὕτω γὰρ καὶ Κορινθίοις γράφων ἔλεγεν· Ἀνέχεσθε γὰρ, εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις ὑμᾶς εἰς πρόσωπον δέρει· καὶ πάλιν, Ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς, καὶ ὁ λόγος ἐξουθενημένος· καὶ πάλιν, Χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην. Δείκνυσι γὰρ κἀκεῖ, ὅτι σφόδρα ταπεινὸς ἦν ἀπὸ τοῦ τοσαῦτα παθεῖν. Ἐνταῦθα δὲ καὶ περὶ χρημάτων φησὶ τό· Δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι. Ἀλλ' ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν. ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ἱμειρόμενοι ὑμῶν, εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχὰς, διότι ἀγαπητοὶ ἡμῖν ἐγενήθητε. Ἀλλ' ἐγενήθημεν, φησὶν, ἤπιοι· τουτέστιν, Οὐδὲν φορτικὸν οὐδὲ ἐπαχθὲς οὐδὲ βαρὺ οὐδὲ κόμπον ἔχον ἀπεδειξάμεθα. Καὶ τὸ, Ἐν μέσῳ ὑμῶν, τοιοῦτόν ἐστιν, ὡς ἂν εἴποι τις, ἐξ ὑμῶν, οὐχὶ τὴν ἄνω λαβόντες λῆξιν. Ὡς ἐὰν τροφὸς, φησὶ, θάλπῃ τὰ ἑαυτῆς τέκνα. Οὕτω δεῖ τὸν διδάσκαλον εἶναι. Μὴ ἡ τροφὸς κολακεύει, ἵνα δόξης τύχῃ; μὴ χρήματα αἰτεῖ παρὰ τῶν παίδων τῶν μικρῶν; μὴ βαρεῖα αὐτοῖς ἐστι καὶ φορτική; οὐχὶ μᾶλλον τῶν μητέρων εἰσὶ προσηνεῖς; Ἐνταῦθα τὴν φιλοστοργίαν δείκνυσιν. Οὕτω, φησὶν, ἱμειρόμενοι ὑμῶν, τουτέστιν, ἐπιθυμοῦντες· οὕτως ὑμῖν προσδεδέμεθα, φησὶν, ὅτι οὐ μόνον οὐδὲν λαμβάνωμεν, ἀλλ' εἰ δεῖ καὶ τὰς ψυχὰς μεταδοῦναι, οὐκ ἂν παρῃτησάμεθα. Τοῦτο οὖν, εἰπέ μοι, ἀνθρωπίνης διανοίας; καὶ τίς οὕτως ἀνόητος, ὡς τοῦτο εἰπεῖν; Εὐδοκοῦμεν, φησὶ, μεταδοῦναι ὑμῖν, οὐ μόνον τὸ Εὐαγγέλιον τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ὥστε τοῦτο μεῖζον ἐκείνου. Καὶ τί τὸ κέρδος; Ἀπὸ μὲν γὰρ τοῦ Εὐαγγελίου, κέρδος· τὸ δὲ τὴν ψυχὴν δοῦναι, κατὰ τὴν δυσκολίαν μεῖζον ἐκείνου. Οὐ γάρ ἐστιν ἴσον ἁπλῶς κηρῦξαι, καὶ ψυχὴν δοῦναι· ἐκεῖνο μὲν γὰρ τιμιώτερον, τοῦτο δὲ πλείονος δυσκολίας ἦν. Ἐβουλόμεθα, φησὶν, εἴ γε ἐνῆν, καὶ τὰς ψυχὰς εἰς ὑμᾶς κενῶσαι. Ἐπεὶ οὖν ἐπῄνεσε καὶ ἐπαινεῖ, διὰ τοῦτο λέγει, ὅτι Οὐ χρήματα ζητοῦντες, οὐ κολακεύοντες ὑμᾶς, οὐ δόξης ἐφιέμενοι, τοῦτο ποιοῦμεν. Ὅρα γάρ· εἰ πολλὰ ἦσαν ἀθλήσαντες, καὶ παραδόξως ἔδει αὐτοὺς ἐπαινεθῆναι καὶ θαυμασθῆναι, ὥστε στεῤῥοτέρους γενέσθαι, εἶχεν ὁ ἔπαινος ὑποψίαν. Διὰ τοῦτο, ἀποκρουόμενος τὴν ὑποψίαν, τοὺς κινδύνους λέγει. Καὶ πάλιν, ἵνα μὴ νομισθῇ διὰ τοῦτο τοὺς κινδύνους λέγειν, ὡς κάμνων ὑπὲρ αὐτῶν, καὶ ὀφείλων τιμηθῆναι παρ' αὐτῶν, ὑπὲρ τούτου, μετὰ τὸ εἰπεῖν τοὺς κινδύνους, ἐπήγαγε· Διότι ἀγαπητοὶ ἡμῖν γεγένησθε· δηλῶν ὅτι διὰ τοῦτο καὶ τὰς ψυχὰς ἡδέως ἂν ὑμῖν ἔδομεν, ὅτι Σφόδρα ὑμῖν προσεδέθημεν. Τὸ μὲν οὖν Εὐαγγέλιον, ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε, καταγγέλλομεν· τοσοῦτον δὲ ὑμᾶς φιλοῦμεν, ὅτι εἰ ἐνῆν, καὶ τὰς ψυχὰς ἂν ἐδώκαμεν. Οὕτω δεῖ φιλεῖν τὸν φιλοῦντα, ὡς, εἰ καὶ τὴν ψυχὴν αἰτηθῇ, καὶ δυνατὸν ᾖ, μὴ κωλῦσαι. Τί λέγω, αἰτηθῇ; ἀλλ' ὥστε αὐτὸν ἐπιτρέχειν τῇ τοιαύτῃ δόσει. Οὐδὲν γὰρ, οὐδὲν τῆς τοιαύτης ἀγάπης γλυκύτερον γένοιτ' ἄν· οὐδὲν ἐκεῖ λυπηρὸν συμπεσεῖται. Ὄντως φίλος πιστὸς φάρμακον ζωῆς· ὄντως φίλος πιστὸς σκέπη κραταιά. Τί γὰρ οὐκ ἂν ἐργάσαιτο φίλος γνήσιος; πόσην μὲν οὐκ ἂν ἐμποιήσειεν ἡδονήν; πόσην δὲ ὠφέλειαν; πόσην δὲ ἀσφάλειαν; Κἂν μυρίους θησαυροὺς εἴπῃς, οὐδὲν ἀντάξιον γνησίου φίλου. Καὶ τὰ αὐτῆς πρῶτον εἴπωμεν τῆς φιλίας πόσην ἔχει τὴν ἡδονήν. Γάννυται ὁρῶν αὐτὸν καὶ διαχεῖται, συμπλέκεται συμπλοκὴν αὐτῷ τινα κατὰ τὴν ψυχὴν ἄῤῥητον ἔχουσαν τὴν ἡδονήν· κἂν ἀναμνησθῇ μόνον αὐτοῦ, διανέστη τῇ διανοίᾳ καὶ ἀνεπτερώθη. Περὶ τῶν φίλων λέγω τῶν γνησίων, τῶν ὁμοψύχων, τῶν αἱρουμένων καὶ ὑπεραποθανεῖν, τῶν θερμῶς φιλούντων. Μή μοι τοὺς ἁπλῶς φιλοῦντας ἐννοοῦντες, καὶ κοινωνοὺς τῶν τραπεζῶν, καὶ ἀπὸ προσηγορίας φίλους, νομίζετε τὸν λόγον ἐλέγχεσθαι. Εἴ τις ἔχει φίλον οἷον λέγω, ἐπιγνώσεται τὰ ῥήματα· κἂν ἴδῃ τοῦτον καθ' ἑκάστην ἡμέραν, οὐκ ἐμπίπλαται· ταῦτα αὐτῷ ἐπεύχεται, ἅπερ καὶ ἑαυτῷ. Οἶδα ἐγώ τινα, ὃς ὑπὲρ φίλου τοὺς ἁγίους ἄνδρας παρακαλῶν, παρεκάλει εὔχεσθαι πρότερον ὑπὲρ αὐτοῦ, καὶ τότε ὑπὲρ ἑαυτοῦ. Τοσοῦτόν ἐστι φίλος ἀγαθὸς, ὡς καὶ τόπους καὶ χρόνους φιλεῖσθαι δι' αὐτόν. Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων ἄνθος ἀποῤῥεῖ εἰς τοὺς πλησίον τόπους, οὕτω καὶ οἱ φίλοι, οἷς ἂν παραγένωνται τόποις, τὴν ἑαυτῶν χάριν ἀφιᾶσι. Καὶ πολλάκις χωρὶς φίλων ἐπιστάντες τοῖς τόποις ἐκείνοις, ἐδακρύσαμεν τῶν ἡμερῶν ἀναμνησθέντες, ἐν αἷς συνεγενόμεθα, καὶ ἐστενάξαμεν. Οὐκ ἔνι τῷ λόγῳ παραστῆσαι τὴν ἡδονὴν ὅσην ἐντίθησι παρουσία φίλων· μόνοι δὲ οἱ πεῖραν ἔχοντες ἴσασι. Καὶ χάριν αἰτῆσαι, καὶ χάριν λαβεῖν ἀνυπόπτως παρὰ φίλου ἔνι. Ὅταν ἡμῖν ἐπιτάττωσι, τότε αὐτοῖς χάριν ἴσμεν· ὅταν δὲ ὀκνῶσι, τότε ἀλύομεν. Οὐδὲν ἔχομεν ὅπερ μὴ ἐκείνων ἐστί. Πάντων πολλάκις τῶν ἐνταῦθα καταφρονοῦντες, δι' ἐκείνους οὐ βουλόμεθα ἀπελθεῖν ἐντεῦθεν· καὶ τοῦ φωτὸς ἐκεῖνοι ποθεινότεροι. Καὶ γὰρ ὄντως καὶ τοῦ φωτὸς αὐτοῦ ποθεινότερος φίλος· τὸν γνήσιον λέγω. Καὶ μὴ θαυμάσῃς· βέλτιον γὰρ ἡμῖν σβεσθῆναι τὸν ἥλιον, ἢ φίλων ἀποστερηθῆναι· βέλτιον ἐν σκότῳ διάγειν, ἢ φίλων εἶναι χωρίς· καὶ πῶς, ἐγὼ λέγω. Ὅτι πολλοὶ τὸν ἥλιον ὁρῶντες ἐν σκότῳ εἰσὶ, φίλων δὲ εὐποροῦντες, οὐδ' ἂν ἐν θλίψει γένοιντο· περὶ φίλων λέγω τῶν πνευματικῶν, τῶν οὐδὲν προτιμώντων φιλίας. Τοιοῦτος Παῦλος ἦν, καὶ τὴν ψυχὴν ἡδέως διδοὺς τὴν ἑαυτοῦ, καὶ μὴ αἰτηθεὶς, καὶ εἰς γέενναν ἡδέως ἂν ἐνέπιπτεν. Οὕτω χρὴ φιλεῖν διαθέσει πεπυρωμένῃ. Βούλομαι ὑπόδειγμα δοῦναι φιλίας· πατέρας καὶ υἱοὺς ὑπερβαίνουσι φίλοι, φίλοι οἱ κατὰ Χριστόν. Μὴ γάρ μοι τοὺς νῦν εἴπῃς, ὅτι μετὰ τῶν ἄλλων καὶ τοῦτο ἀπέστη τὸ καλόν· ἀλλ' ἐννόησον ὅτι ἐπὶ τῶν ἀποστόλων, οὐ λέγω τοὺς κορυφαίους, ἀλλ' αὐτοὺς τοὺς πεπιστευκότας· Πάντων ἦν, φησὶν, ἡ ψυχὴ καὶ ἡ καρδία μία, καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι· καὶ διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Οὐκ ἦν τότε τὸ ἐμὸν καὶ τὸ σόν. Τοῦτό ἐστι φιλία, ἵνα μὴ τὰ αὐτοῦ ἑαυτοῦ τις νομίζῃ, ἀλλὰ τὰ τοῦ πλησίον, τὰ δὲ αὐτοῦ ἀλλότρια· ἵνα οὕτω φείδηται τῆς ἐκείνου ψυχῆς, ὡς τῆς ἑαυτοῦ, κἀκεῖνος ὁμοίως τὴν αὐτὴν διάθεσιν ἐπιδεικνύηται. Καὶ ποῦ δυνατὸν, φησὶ, τοιοῦτον εὑρεθῆναι; Ναὶ, οὐ δυνατὸν, ἐπειδὴ μὴ βουλόμεθα· ὡς εἴ γε ἐβουλόμεθα, καὶ σφόδρα δυνατόν. Εἰ γὰρ μὴ δυνατὸν ἦν, οὐδ' ἂν ἐπέταξεν ὁ Χριστὸς, οὐκ ἂν τοσαῦτα περὶ ἀγάπης διελέχθη. Μέγα φιλία, καὶ πόσον μέγα, οὐδεὶς ἂν δύναιτο μαθεῖν, οὔτε τις παραστῆσαι λόγος, πλὴν τῆς πείρας αὐτῆς. Τοῦτο τὰς αἱρέσεις εἰργάσατο, τοῦτο τοὺς Ἕλληνας ἔτι ποιεῖ Ἕλληνας εἶναι. Ὁ φιλῶν οὐκ ἐπιτάττειν βούλεται οὐδὲ ἄρχειν, ἀλλὰ χάριν ἔχει μᾶλλον ἀρχόμενος καὶ ἐπιτασσόμενος· χαρίζεσθαι βούλεται μᾶλλον, ἢ χάριν λαμβάνειν· φιλεῖ γὰρ, καὶ ὡς οὐκ ἐμπλήσας αὐτοῦ τὴν ἐπιθυμίαν, οὕτω διάκειται. Οὐχ οὕτως εὖ πάσχων τέρπεται, ὡς εὖ ποιῶν· βούλεται γὰρ κατέχειν αὐτὸν μᾶλλον, ἢ ὀφείλειν αὐτῷ· μᾶλλον δὲ καὶ ὀφείλειν αὐτῷ βούλεται, καὶ ὀφειλέτην αὐτὸν ἔχειν· καὶ βούλεται χαρίζεσθαι, καὶ οὐ βούλεται δοκεῖν χαρίζεσθαι, ἀλλ' ὀφειλέτην αὐτὸν εἶναι. Τάχα πολλοὺς ὑμῶν ἀγνοεῖν οἶμαι τὸ εἰρημένον· οὐκοῦν ἀναγκαῖον αὐτὸ πάλιν εἰπεῖν Καὶ ἄρχειν βούλεται εὐεργεσίας, καὶ μὴ δοκεῖν ἄρχειν, ἀλλ' ἀποδιδόναι· ὥσπερ καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τῶν ἀνθρώπων. Ἔμελλε τὸν Υἱὸν αὐτοῦ χαρίζεσθαι ὑπὲρ ἡμῶν, ἀλλ' ἵνα μὴ δόξῃ χαρίζεσθαι, ἀλλ' ὀφείλειν ἡμῖν, προσέταξε τῷ Ἀβραὰμ δοῦναι τὸν υἱὸν αὐτοῦ, ἵνα μέγα ποιῶν, μηδὲν μέγα δόξῃ ποιεῖν. Ὅταν μὲν γὰρ μὴ ᾖ φιλία, καὶ ὀνειδίζομεν τὰς εὐεργεσίας, καὶ τὰς μικρὰς ἐπαίρομεν· ὅταν δὲ φιλία ᾖ, καὶ κρύπτομεν αὐτὰς, καὶ τὰς μεγάλας μικρὰς βουλόμεθα δεικνύναι, ἵνα μὴ δόξωμεν ὀφειλέτην ἔχειν τὸν φίλον, ἀλλ' αὐτοὶ αὐτῷ ὀφειλέται εἶναι ἐν τῷ ὀφειλέτην ἔχειν αὐτόν. Οἶδα ὅτι οὐδὲ συνιᾶσιν οἱ πολλοὶ τὸ λεγόμενον· τὸ δὲ αἴτιον, περὶ πράγματος διαλέγομαι τὸν οὐρανὸν οἰκοῦντος νῦν. Ὥσπερ οὖν, εἰ περί τινος ἔλεγον φυτοῦ ἐν Ἰνδίᾳ τικτομένου, οὗ μηδεὶς μηδὲ πεῖραν ἔλαβεν, οὐκ ἂν ἴσχυσεν ὁ λόγος παραστῆσαι, κἂν εἰ μυρία εἶπον· οὕτω καὶ νῦν ὅσα ἂν εἴπω, εἰκῆ ἐρῶ· οὐδεὶς γὰρ ἐπιστῆναι δυνήσεται. Ἐν οὐρανῷ πεφύτευται τοῦτο τὸ φυτὸν, κλάδους ἔχον οὐ μαργαρίτας βριθομένους, ἀλλὰ βίον ἐνάρετον πολλῷ τούτων ἡδίω. Ποίαν βούλει εἰπεῖν ἡδονήν; τὴν αἰσχράν; τὴν σεμνήν; Ἀλλὰ πάσας ὑπερβάλλει ἡ τῆς φιλίας, κἂν τὴν τοῦ μέλιτος εἴπῃς. Τοῦτο γὰρ προσκορὲς γίνεται· φίλος δὲ οὐδέποτε, ἕως ἂν ᾖ φίλος, ἀλλὰ μᾶλλον αὔξεται ἡ ἐπιθυμία, καὶ κόρον οὐδέποτε ἡ τοιαύτη λαμβάνει ἡδονή. Καὶ τῆς παρούσης ζωῆς ὁ φίλος ἡδύτερος· πολλοὶ γοῦν μετὰ τὴν τῶν φίλων τελευτὴν οὐκ ηὔξαντο ζῆσαι λοιπόν. Μετὰ φίλου καὶ ὑπερορίαν τις ἡδέως ἂν ἐνέγκοι, χωρὶς δὲ φίλου οὐδὲ τὴν αὐτοῦ οἰκῆσαι ἕλοιτο ἄν· μετὰ φίλου καὶ πενία φορητὸν, τούτου δὲ ἄνευ, καὶ ὑγεία καὶ πλοῦτος ἀφόρητον. Ὁ τοιοῦτος ἄλλον ἑαυτὸν ἔχει. Ἀποπνίγομαι ὅτι οὐ δύναμαι ἐπὶ παραδείγματος εἰπεῖν· ἦ γὰρ ἂν ἐγνώρισα ὅτι πολλῷ ἐλάττονα τοῦ δέοντος τὰ εἰρημένα. Καὶ ταῦτα μὲν ἐνταῦθα· παρὰ δὲ Θεοῦ τοσοῦτος μισθὸς τῆς φιλίας, ὅσος οὐδὲ ἔστιν εἰπεῖν. Μισθὸν ἡμῖν δίδωσιν, ἵνα φιλῶμεν ἀλλήλους· Φίλει γὰρ, φησὶ, καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν πράγματος· Εὖξαι, φησὶ, καὶ λάβε μισθὸν, ὑπὲρ οὗ μισθὸν ὀφείλομεν, ὅτι αἰτοῦμεν τὰ ἀγαθά· Ὑπὲρ οὗ αἰτεῖς, φησὶ, λάβε μισθόν· νήστευσον, καὶ λάβε μισθόν· γενοῦ ἐνάρετος, καὶ λάβε μισθὸν, καίτοι μισθὸν ὀφείλων· ἀλλ' ὥσπερ οἱ πατέρες, ὅταν ἐναρέτους ποιήσωσι τοὺς παῖδας, τότε καὶ αὐτοῖς μισθὸν διδόασιν· ὀφειλέται γάρ εἰσιν, ὅτι αὐτοὺς ἐν ἡδονῇ κατέστησαν· οὕτω καὶ ὁ Θεὸς, Μισθὸν, φησὶ, λάβε, ἂν ἐνάρετος γένῃ· εὐφραίνεις γὰρ τὸν πατέρα, καὶ τούτου σοι ὀφείλω μισθόν· ἂν δὲ κακὸς, οὐκέτι· παροξύνεις γὰρ τὸν γεννήσαντα. Μὴ δὴ παροξύνωμεν τὸν Θεὸν, ἀλλ' εὐφραίνωμεν, ἵνα τύχωμεν τῆς βασιλείας τῶν οὐρανῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, καὶ τὰ ἑξῆς.