Ancient Greek · ~19 min
Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 1.1-4
Not analysed yet
Ζητήσειεν ἄν τις πρῶτον εἰκότως, τί ποτέ ἐστι, Τὸ κατέχον, καὶ μετὰ ταῦτα μαθεῖν, τί δήποτε ἀσαφῶς οὕτως αὐτὸ τίθησιν ὁ Παῦλος. Τί δήποτ' οὖν ἐστι Τὸ κατέχον ἀποκαλυφθῆναι αὐτὸν, τουτέστι, τὸ κωλύον; Οἱ μὲν τοῦ Πνεύματος τὴν χάριν φασὶν, οἱ δὲ τὴν Ῥωμαϊκὴν ἀρχήν· οἷς ἔγωγε μάλιστα τίθεμαι. Διὰ τί; Ὅτι εἰ τὸ πνεῦμα ἐβούλετο εἰπεῖν, οὐκ ἂν εἶπεν ἀσαφῶς, ἀλλὰ φανερῶς, ὅτι καὶ νῦν αὐτὸν κατέχει ἡ τοῦ Πνεύματος χάρις, τουτέστι, τὰ χαρίσματα. Ἄλλως δὲ ἔδει ἤδη παραγενέσθαι, εἴ γε ἔμελλε τῶν χαρισμάτων ἐκλειπόντων παραγενέσθαι· καὶ γὰρ πάλαι ἐκλέλοιπεν. Ἐπειδὴ δὲ περὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς τοῦτό φησιν, εἰκότως ᾐνίξατο, καὶ τέως φησὶ συνεσκιασμένως· οὐδὲ γὰρ ἐβούλετο περιττὰς ἔχθρας ἀναδέχεσθαι καὶ ἀνονήτους κινδύνους. Εἰ γὰρ εἶπεν ὅτι μικρὸν ὕστερον καταλυθήσεται ἡ Ῥωμαίων ἀρχὴ, ἤδη εὐθέως ἂν αὐτὸν καὶ κατώρυξαν ὡς λυμεῶνα, καὶ τοὺς πιστοὺς ἅπαντας, ὡς ἐπὶ τούτῳ ζῶντας καὶ στρατευομένους. Διὰ τοῦτο οὐκ εἶπεν οὕτως, οὐδ' ὅτι ταχέως ἔσται, καίτοιγε ἀεὶ αὐτὸ λέγει· ἀλλὰ τί; Εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ, φησί. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Νέρωνα ἐνταῦθά φησιν, ὡσανεὶ τύπον ὄντα τοῦ ἀντιχρίστου· καὶ γὰρ οὗτος ἐβούλετο νομίζεσθαι θεός. Καὶ καλῶς εἶπε τὸ μυστήριον· οὐ γὰρ φανερῶς, ὡς ἐκεῖνος, οὐδὲ ἀπηρυθριασμένως. Εἰ γὰρ πρὸ τοῦ χρόνου ἐκείνου ἀνευρέθη, φησὶν, ὃς οὐ πολὺ τοῦ ἀντιχρίστου ἐλείπετο κατὰ τὴν κακίαν, τί θαυμαστὸν, εἰ ἤδη ἔσται; Οὕτω δὴ συνεσκιασμένως εἶπε, καὶ φανερὸν αὐτὸν οὐκ ἠθέλησε ποιῆσαι, οὐ διὰ δειλίαν, ἀλλὰ παιδεύων ἡμᾶς μὴ περιττὰς ἔχθρας ἀναδέχεσθαι, ὅταν μηδὲν ᾖ τὸ κατεπεῖγον. Οὕτω δὴ καὶ ἐνταῦθά φησι· Μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· τουτέστιν, ἡ ἀρχὴ ἡ Ῥωμαϊκὴ ὅταν ἀρθῇ ἐκ μέσου, τότε ἐκεῖνος ἥξει. Καὶ εἰκότως. Ἕως γὰρ ἂν ὁ ταύτης ᾖ τῆς ἀρχῆς φόβος, οὐδεὶς ταχέως ὑποταγήσεται· ὅταν δὲ αὕτη καταλυθῇ, ἐπιθήσεται τῇ ἀναρχίᾳ, καὶ τὴν τῶν ἀνθρώπων καὶ τὴν τοῦ Θεοῦ ἐπιχειρήσει ἁρπάσαι ἀρχήν. Ὥσπερ γὰρ αἱ πρὸ τούτου κατελύθησαν βασιλεῖαι, οἷον ἡ Μήδων ὑπὸ τῶν Βαβυλωνίων, ἡ Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ Περσῶν ὑπὸ Μακεδόνων, ἡ Μακεδόνων ὑπὸ Ῥωμαίων· οὕτω καὶ αὕτη ὑπὸ τοῦ ἀντιχρίστου, κἀκεῖνος ὑπὸ τοῦ Χριστοῦ, καὶ οὐκέτι καθέξει. Καὶ ταῦτα μετὰ πολλῆς τῆς σαφηνείας ὁ Δανιὴλ ἡμῖν παρακατατίθεται. Καὶ τότε, φησὶν, ἀποκαλυφθήσεται ὁ ἄνομος. Καὶ τί μετὰ ταῦτα; Ἐγγὺς ἡ παραμυθία· ἐπάγει γάρ· Ὃν ὁ Κύριος Ἰησοῦς, φησὶν, ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ. Καθάπερ γὰρ πῦρ ἐπελθὸν ἁπλῶς τὰ μικρὰ ζωΰφια καὶ πρὸ τῆς παρουσίας αὐτῆς πόῤῥωθεν ὄντα ναρκᾷν ποιεῖ καὶ ἀναλίσκει· οὕτω καὶ ὁ Χριστὸς τῷ ἐπιτάγματι μόνον καὶ τῇ παρουσίᾳ τὸν ἀντίχριστον ἀναλώσει. Ἀρκεῖ παρεῖναι αὐτὸν, καὶ ταῦτα πάντα ἀπόλωλε· στήσει τὴν ἀπάτην καὶ φανεὶς μόνον. Εἶτα δηλῶν τίς ἐστιν οὗτος, Οὗ ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ· Ἐν πάσῃ δυνάμει, φησὶ, καὶ σημείοις καὶ τέρασι ψεύδους. Τουτέστι, πᾶσαν ἐπιδείξεται δύναμιν, ἀλλ' οὐδὲν ἀληθὲς ἀλλὰ πρὸς ἀπάτην τὰ πάντα. Ταῦτα προεῖπεν, ἵνα μὴ ἀπατηθῶσιν οἱ τότε. Καὶ τέρασι, φησὶ, ψεύδους· ἤτοι διεψευσμένοις, ἢ εἰς ψεῦδος ἄγουσι. Καὶ ἐν πάσῃ ἀπάτῃ τῆς ἀδικίας ἐν τοῖς ἀπολλυμένοις. Τί οὖν συνεχώρησε, φησὶν, ὁ Θεὸς τοῦτο γενέσθαι, καὶ ποία αὕτη οἰκονομία; τί δὲ τὸ κέρδος τῆς ἐκείνου παρουσίας ἐπὶ λύμῃ ἡμῶν παραγενομένου; Μὴ φοβηθῇς, ἀγαπητὲ, ἀλλ' ἄκουε λέγοντος αὐτοῦ· Ἐν τοῖς ἀπολλυμένοις ἰσχύει, οἳ, εἰ καὶ μὴ παρεγένετο ἐκεῖνος, οὐκ ἂν ἐπείσθησαν. Τί οὖν τὸ κέρδος, φησίν; Ὅτι αὐτοὶ οὗτοι οἱ ἀπολλύμενοι ἐπιστομισθήσονται. Πῶς; Ὅτι εἰ καὶ μὴ ἦλθεν ἐκεῖνος, οὐκ ἂν ἐπίστευσαν τῷ Χριστῷ· ἔρχεται οὖν ἐλέγξων αὐτούς. Ἵνα γὰρ μὴ μέλλωσι λέγειν, ὅτι Ἐπειδὴ Θεὸν ἔλεγεν ἑαυτὸν ὁ Χριστὸς, καίτοι γε οὐδαμοῦ εἶπε φανερῶς, πλὴν ἀλλ' ἐπειδὴ οἱ μετὰ ταῦτα ἐκήρυξαν, οὐκ ἐπιστεύσαμεν· ἐπειδὴ ἠκούσαμεν ὅτι εἷς Θεὸς ἐξ οὗ τὰ πάντα, διὰ τοῦτο οὐκ ἐπιστεύσαμεν· ταύτην οὖν αὐτῶν τὴν πρόφασιν ὁ Ἀντίχριστος ἀναιρήσει. Ὅταν γὰρ ἔλθῃ ἐκεῖνος, καὶ οὐδὲν ἐπιτάττων ὑγιὲς, ἀλλὰ πάντα παράνομα, ἀπὸ σημείων μόνων ψευδῶν πιστεύηται, ἀποῤῥάψει τὸ στόμα αὐτοῖς. Εἰ γὰρ τῷ Χριστῷ οὐ πιστεύεις, πολλῷ μᾶλλον οὐκ ἐχρῆν τῷ Ἀντιχρίστῳ πιστεῦσαι· ἐκεῖνος μὲν γὰρ ἔλεγε παρὰ τοῦ Πατρὸς πεπέμφθαι, οὗτος δὲ τοὐναντίον. Διὰ τοῦτο ἔλεγεν ὁ Χριστὸς, Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρὸς, καὶ οὐκ ἐδέξασθέ με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. Ἀλλὰ σημεῖα εἴδομεν, φησίν. Ἀλλὰ καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονε πολλὰ καὶ μεγάλα. Οὐκοῦν πολλῷ μᾶλλον αὐτῷ πιστεῦσαι ἐχρῆν. Καίτοι περὶ μὲν τούτου πολλὰ προεῤῥήθη, ὅτι ὁ ἄνομος, ὅτι ὁ υἱὸς τῆς ἀπωλείας, ὅτι παρουσία αὐτοῦ κατ' ἐνέργειαν τοῦ Σατανᾶ· περὶ δὲ ἐκείνου τὰ ἐναντία, ὅτι Σωτὴρ, ὅτι μυρία ἀγαθὰ κομίζει. Ἀνθ' ὧν γὰρ τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο εἰς τὸ σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει· ἵνα κριθῶσι πάντες οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ.