Ancient Greek · ~19 min
Καὶ νῦν τὸ κατέχον οἴδατε, εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ ἑαυτοῦ καιρῷ. Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται τῆς ἀνομίας, μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ σατανᾶ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 2.1-4
Not analysed yet
Ἵνα κριθῶσιν. Οὐκ εἶπεν, Ἵνα κολασθῶσι· καὶ γὰρ καὶ χωρὶς τούτου ἔμελλον κολάζεσθαι, ἀλλ', Ἵνα κριθῶσι, τουτέστι, κατακριθῶσιν ἐπὶ τοῦ δικαστηρίου τοῦ φοβεροῦ, εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Τίνες δέ εἰσιν οὗτοι; Αὐτὸς ἡρμήνευσεν ἐπάγων, Οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες ἐν τῇ ἀδικίᾳ. Ἀγάπην δὲ ἀληθείας τὸν Χριστὸν καλεῖ· ἀνθ' ὧν γὰρ, φησὶ, τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο· ἀμφότερα γὰρ ἦν, καὶ δι' ἀμφότερα παρεγένετο, καὶ ἀγαπῶν τοὺς ἀνθρώπους καὶ ὑπὲρ ἀληθῶν πραγμάτων. Ἀλλ' εὐδοκήσαντες, φησὶν, ἐν τῇ ἀδικίᾳ· ἐπὶ γὰρ λύμῃ τῶν ἀνθρώπων ἦλθε, καὶ ἀδικήσων αὐτούς. Τί γὰρ οὐκ ἐργάσεται τότε; πάντα κινήσει, πάντα ταράξει, καὶ ἐπιταγμάτων ἕνεκεν καὶ φόβου. Φοβερὸς ἔσται πάντοθεν, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς ὠμότητος, ἀπὸ τῶν παρανόμων ἐπιταγμάτων. Ἀλλὰ μὴ δείσῃς· ἐν τοῖς ἀπολλυμένοις, φησὶν, ἕξει τὴν ἰσχύν. Καὶ γὰρ καὶ ὁ Ἠλίας ἥξει τότε τοὺς πιστοὺς ἀσφαλιζόμενος. Καὶ τοῦτο ὁ Χριστός φησιν, Ἠλίας ἔρχεται καὶ ἀποκαταστήσει πάντα. Διὰ τοῦτο εἴρηται περὶ Ἰωάννου τὸ, Ἐν δυνάμει καὶ πνεύματι Ἡλίου. Οὔτε γὰρ σημεῖα εἰργάσατο, καθάπερ Ἠλίας, οὔτε θαύματα· Ἰωάννης μὲν γὰρ, φησὶ, σημεῖον ἐποίησεν οὐδέν· πάντα δὲ, ὅσα εἶπεν Ἰωάννης περὶ τούτου, ἀληθῆ ἦν. Πῶς οὖν Ἐν δυνάμει καὶ πνεύματι Ἠλίου; Τουτέστι, τὴν αὐτὴν ἀναλήψεται διακονίαν. Καθάπερ οὗτος πρόδρομος τῆς προτέρας παρουσίας, οὕτω κἀκεῖνος πρόδρομος τῆς δευτέρας καὶ ἐνδόξου αὐτοῦ παρουσίας, καὶ εἰς τοῦτο φυλάττεται. Μὴ τοίνυν δείσωμεν· κατέσεισε τῶν ἀκροατῶν τὴν διάνοιαν, οὐκέτι ἐποίησε δεινὰ τὰ παρόντα νομίζειν, ἀλλ' εὐχαριστίας ἄξια. Διόπερ ἐπήγαγεν· Ἡμεῖς δὲ ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ πάντοτε περὶ ὑμῶν, ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου, ὅτι εἵλετο ὑμᾶς ὁ Θεὸς ἀπ' ἀρχῆς εἰς σωτηρίαν ἐν ἁγιασμῷ πνεύματος καὶ πίστει ἀληθείας. Πῶς εἰς σωτηρίαν εἵλετο; Δείκνυσιν εἰπὼν, Ἐν ἁγιασμῷ πνεύματος, τουτέστιν, ἁγιάσαι διὰ πνεύματος καὶ πίστεως ἀληθοῦς. Ταῦτα γὰρ ἡμῶν ἐστι τὰ συνεκτικὰ τῆς σωτηρίας· οὐδαμοῦ ἀπὸ ἔργων, οὐδαμοῦ ἀπὸ κατορθωμάτων, ἀλλὰ διὰ πίστεως ἀληθείας. Ἰδοὺ τὸ, ἐν, πάλιν διὰ ἐστίν. Ἐν ἁγιασμῷ πνεύματος, φησίν. Εἰς ὃ ἐκάλεσεν ὑμᾶς διὰ τοῦ Εὐαγγελίου ἡμῶν, εἰς περιποίησιν δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐ μικρὸν καὶ τοῦτο, εἰ αὑτοῦ δόξαν τὴν ἡμετέραν σωτηρίαν ἡγεῖται ὁ Χριστός. Δόξα γὰρ τοῦ φιλανθρώπου τὸ πολλοὺς εἶναι τοὺς σωζομένους. Ἄρα μέγας ἡμῶν ὁ Κύριος, εἰ οὕτως ἐφίεται τῆς σωτηρίας ἡμῶν· μέγα καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐργαζόμενον ἡμῖν τὸν ἁγιασμόν. Διὰ τί οὐ πρότερον εἶπε τὴν πίστιν, ἀλλὰ τὸν ἁγιασμόν; Ὅτι καὶ μετὰ τὸν ἁγιασμὸν πολλῆς αὐτῆς ἔτι δεόμεθα, ὥστε μὴ παρασαλευθῆναι. Ὁρᾷς πῶς οὐδὲν αὐτῶν δείκνυσιν ὂν, ἀλλὰ τὸ πᾶν τοῦ Θεοῦ; Ἄρα οὖν, ἀδελφοὶ, στήκετε, καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολῆς ἡμῶν. Ἐντεῦθεν δῆλον ὅτι οὐ πάντα δι' ἐπιστολῆς παρεδίδοσαν, ἀλλὰ πολλὰ καὶ ἀγράφως· ὁμοίως δὲ κἀκεῖνα καὶ ταῦτά ἐστιν ἀξιόπιστα. Ὥστε καὶ τὴν παράδοσιν τῆς Ἐκκλησίας ἀξιόπιστον ἡγώμεθα. Παράδοσίς ἐστι, μηδὲν πλέον ζήτει. Δείκνυσιν ἐνταῦθα πολλοὺς ὄντας τοὺς παρασαλευομένους. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι, παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ. Πάλιν εὐχὴ μετὰ παραίνεσιν· τοῦτο γάρ ἐστιν ὄντως βοηθεῖν. Ὁ ἀγαπήσας ἡμᾶς, φησὶ, καὶ δοὺς παράκλησιν αἰώνιον καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ποῦ νῦν εἰσιν οἱ τὸν Υἱὸν ἐλαττοῦντες, ἐπειδὴ μετὰ τὸν Πατέρα ἐν τῇ χάριτι τοῦ λουτροῦ ὀνομάζεται; ἰδοὺ γὰρ ἐνταῦθα τοὐναντίον ἐστίν· αὐτός φησι πρῶτον, Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· εἶτα, Ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν. Ὁ ἀγαπήσας ἡμᾶς, καὶ δοὺς παράκλησιν αἰώνιον. Ποίαν δὴ ταύτην; Τὴν ἐλπίδα τῶν μελλόντων. Ὁρᾷς πῶς ἐν τάξει εὐχῆς διανίστησιν αὐτῶν τὴν διάνοιαν, τὰ τῆς κηδεμονίας τοῦ Θεοῦ τῆς ἀφάτου τιθεὶς ἐνέχυρα καὶ τεκμήρια; Παρακαλέσαι, φησὶν, ὑμῶν τὰς καρδίας ἐν παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ· τουτέστι, διὰ παντὸς ἔργου καὶ λόγου ἀγαθοῦ. Χριστιανῶν γὰρ αὕτη παράκλησις, τὸ μὴ μόνον ποιῆσαί τι χρηστὸν βούλεσθαι, ἀλλὰ καὶ τῷ Θεῷ δοκοῦν. Ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα. Ὁ δοὺς παράκλησιν, φησὶ, καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι. Ἅμα καὶ εὐέλπιδας ὑπὲρ τῶν μελλόντων ποιεῖ. Εἰ γὰρ τοσαῦτα χάριτι ἔδωκε, πολλῷ μᾶλλον τὰ μέλλοντα. Ἐγὼ μέντοι οὕτως εἶπον, φησὶ, τὸ δὲ πᾶν τοῦ Θεοῦ ἐστι. Στηρίξαι· βεβαιώσαι, ὥστε μὴ σαλεύεσθαι μηδὲ παρακλίνεσθαι· καὶ γὰρ ἡμῶν καὶ αὐτοῦ τοῦτό ἐστιν. Ὥστε καὶ δογμάτων καὶ πράξεων ἕνεκεν. Τοῦτο γάρ ἐστι παράκλησις, τὸ ἐστηρίχθαι. Ὅταν γάρ τις μὴ παραφέρηται, πάντα, ὅσαπερ ἂν πάθῃ, μετὰ πολλῆς φέρει τῆς μακροθυμίας· ὡς ἐὰν παρασαλευθῇ ἡ διάνοια, οὐδὲν λοιπὸν ἐργάσεται τῶν ἀγαθῶν καὶ γενναίων πράξεων, ἀλλ' ὡς ἄν τις τὰς χεῖρας ἐκλυθῇ, οὕτω καὶ ψυχὴ παρασαλεύεται, ὅταν μὴ πεπιστευκυῖα ᾖ, ὅτι ἐπί τι χρηστὸν ἀπαντᾷ τέλος. Τὸ λοιπὸν προσεύχεσθε, ἀδελφοὶ, περὶ ἡμῶν, ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς.