Ancient Greek · ~22 min
Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In epistulam ii ad Thessalonicenses (homiliae 1-5) 3.1
Not analysed yet
Τί οὖν; ἴση ἡ ἀνταπόδοσις; Οὐδαμῶς· ἀλλ' ὅρα διὰ τῶν ἑξῆς πῶς δείκνυσι σφοδροτέραν οὖσαν, καὶ τὴν ἄνεσιν πολλῷ μείζονα. Ἰδοὺ καὶ ἑτέρα παράκλησις· τοὺς κοινωνοὺς γὰρ τῶν θλίψεων καὶ ἐν τῇ ἀνταποδόσει κοινωνοὺς ἔχειν φησί (τοῦτο γάρ ἐστι τὸ, Μεθ' ἡμῶν)· συνάπτων αὐτοὺς ἐν τοῖς στεφάνοις, τοῖς τὰ μυρία κατωρθωκόσι καὶ μείζονα. Εἶτα καὶ τὸν καιρὸν προστίθησι, καὶ διὰ τῆς ὑπογραφῆς ἐπανάγει τὰς διανοίας αὐτῶν, μονονουχὶ ἀνοίγων τῷ ῥήματι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν παριστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελικὴν, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῶν μετ' αὐτοῦ πλατυτέραν τὴν εἰκόνα ποιῶν, ὥστε αὐτοὺς ἀναπνεῦσαι μικρόν. Καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν μεθ' ἡμῶν, φησὶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων δυνάμεως αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ μὴ ὑπακούοντες διδόασι τιμωρίαν, οἱ καὶ μετὰ τοῦ μὴ ὑπακοῦσαι θλίβοντες ὑμᾶς, τί οὐ πείσονται; Θέα δέ μοι σύνεσιν· οὐκ εἶπεν ἐνταῦθα, τοῖς θλίβουσιν ὑμᾶς, ἀλλὰ, Τοῖς μὴ ὑπακούουσιν. Ὥστε εἰ καὶ μὴ δι' ὑμᾶς, δι' ἑαυτὸν ἀνάγκη, φησὶ, τιμωρήσασθαι αὐτούς. Τοῦτο μὲν οὖν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιμῆσθαι. Τὸ μὲν οὖν πιστεῦσαι ἡ ὑπὲρ τῆς τιμωρίας πληροφορία ποιεῖ· τὸ δὲ ἡσθῆναι, ὅτι ὑπὲρ τῶν εἰς αὐτοὺς γεγενημένων ταῦτα πάσχουσι. Ταῦτα εἴρηται μὲν πρὸς ἐκείνους. ἁρμόζει δὲ καὶ ἡμῖν. Ὅταν οὖν ἐν θλίψεσιν ὦμεν, ταῦτα λογιζώμεθα. Μὴ τῇ ἑτέρων τιμωρίᾳ χαίρωμεν ὡς ἐκδικούμενοι, ἀλλ' ὡς αὐτοὶ τοιαύτης ἀπαλλαττόμενοι κολάσεως καὶ τιμωρίας. Τί γὰρ ἡμῖν ὄφελος, ὅταν ἕτεροι κολασθῶσι; Μὴ ἔχωμεν, παρακαλῶ, τοιαύτας ψυχὰς, ἀπὸ τῆς βασιλείας προτρεπώμεθα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ σφόδρα ἐνάρετος οὔτε ἀπὸ φόβου, οὔτε ἀπὸ βασιλείας ἐνάγεται, ἀλλὰ δι' αὐτὸν τὸν Χριστόν· καθάπερ Παῦλος ἐποίει. Πλὴν ἡμεῖς ἐννοῶμεν τὰ ἐν τῇ βασιλείᾳ ἀγαθὰ, τὰ ἐν τῇ γεέννῃ κακὰ, καὶ κἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν καὶ παιδαγωγῶμεν, οὕτως ἑαυτοὺς ἐνάγωμεν πρὸς τὰ πρακτέα. Ὅταν ἴδῃς τι χρηστὸν καὶ μέγα ἐν τῷ παρόντι βίῳ, ἐννόησον τὴν βασιλείαν, καὶ οὐδὲν αὐτὸ νομίσεις· ὅταν φοβερὸν, ἐννόησον τὴν γέενναν, καὶ καταγελάσεις· ὅταν ὑπὸ ἐπιθυμίας κατέχῃ σωματικῆς, λογίζου τὸ πῦρ, λογίζου καὶ αὐτῆς τῆς ἁμαρτίας τὴν ἡδονὴν, ὅτι οὐδενός ἐστιν ἀξία, ὅτι οὐδὲ ἔχει ἡδονήν. Εἰ γὰρ ὁ τῶν ἐνταῦθα κειμένων νόμων φόβος τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς καὶ ἀπάγειν ἡμᾶς τῶν πονηρῶν πράξεων, πολλῷ μᾶλλον ἡ μνήμη τῶν μελλόντων, ἡ τιμωρία ἡ ἀθάνατος, ἡ κόλασις ἡ ἀΐδιος· εἰ ὁ τοῦ βασιλέως φόβος τοῦ ἐπὶ γῆς τοσούτων ἡμᾶς ἀπάγῃ κακῶν, πόσῳ μᾶλλον ὁ τοῦ αἰωνίου βασιλέως; Πόθεν οὖν δυνάμεθα τὸν φόβον ἔχειν διηνεκῶς; Ἂν συνεχῶς τῶν Γραφῶν ἐπακούωμεν. Εἰ γὰρ νεκρὸς ὁρώμενος μόνον οὕτως ἡμῶν συστέλλει τὴν διάνοιαν, πόσῳ μᾶλλον ἡ γέεννα καὶ τὸ πῦρ τὸ ἄσβεστον; πόσῳ μᾶλλον ὁ σκώληξ ὁ ἀτελεύτητος; Ἂν τὴν γέενναν ἀεὶ ἀναλογιζώμεθα, οὐ ταχέως εἰς αὐτὴν ἐμπεσούμεθα. Διὰ τοῦτο ἠπείλησε κόλασιν ὁ Θεός· ὡς εἰ μὴ εἶχέ τι μέγα κέρδος τὸ λογίζεσθαι, οὐκ ἂν αὐτὴν ἠπείλησεν ἤδη ὁ Θεός· ἀλλ' ἐπειδὴ ἰσχύει ἡ μνήμη αὐτῆς μεγάλα κατορθῶσαι, διὰ τοῦτο, καθάπερ τι φάρμακον σωτήριον, τὴν ἀπειλὴν αὐτῆς ἐγκατέθετο ἡμῶν ταῖς ψυχαῖς. Μὴ δὴ παρορῶμεν τὸ τοσοῦτον κέρδος τὸ ἐντεῦθεν τικτόμενον, ἀλλὰ ταύτην συνεχῶς στρέφωμεν, ἐν ἀρίστοις, ἐν δείπνοις. Ἡ μὲν γὰρ τῶν ἡδέων διάλεξις οὐδὲν τὴν ψυχὴν ὠφελεῖ, ἀλλ' ἀτονωτέραν ἐργάζεται· ἡ δὲ τῶν λυπηρῶν καὶ σκυθρωπῶν πᾶν αὐτῆς περικόπτει τὸ διακεχυμένον καὶ διαῤῥέον, καὶ ἐπιστρέφει καὶ συστέλλει διαλελυμένην αὐτήν. Ὁ περὶ θεάτρων καὶ μίμων διαλεγόμενος, οὐδὲν αὐτὴν ὤνησεν, ἀλλὰ καὶ μᾶλλον ἐξέκαυσε καὶ προπετεστέραν εἰργάσατο· ὁ τὰ ἀλλότρια μεριμνῶν καὶ πολυπραγμονῶν, πολλάκις αὐτῇ καὶ κινδύνους ἐκ τῆς περιεργίας ταύτης προσετρίψατο. Ὁ μέντοι περὶ γεέννης διαλεγόμενος οὔτε κίνδυνον ἕξει τινὰ, καὶ σωφρονεστέραν ἐργάζεται. Ἀλλὰ δέδοικας τὸ φορτικὸν τῶν ῥημάτων; Μὴ γὰρ, ἂν σιγήσῃς, τὴν γέενναν ἔσβεσας; μὴ γὰρ, ἂν εἴπῃς, ἀνῆψας; Ἄν τε εἴπῃς, ἄν τε μὴ εἴπῃς, ἀναβράσεται τὸ πῦρ. Λεγέσθω συνεχῶς περὶ αὐτῆς, ἵνα μηδέποτε ἐμπέσῃς εἰς αὐτήν. Οὐκ ἔστι ψυχὴν μεριμνῶσαν περὶ γεέννης ἁμαρτεῖν ταχέως· ἄκουε γὰρ τῆς ἀρίστης παραινέσεως· Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Οὐκ ἔστι ψυχὴν δεδοικυῖαν ὑπὲρ εὐθυνῶν μὴ ὀκνηρὰν εἶναι περὶ τὰ πλημμελήματα· φόβος γὰρ ἐνακμάζων διανοίᾳ, οὐδὲν ἀφίησι κοσμικὸν εἶναι ἐν αὐτῇ. Εἰ γὰρ λόγος περὶ αὐτῆς κινούμενος οὕτω ταπεινοῖ καὶ συστέλλει, λογισμὸς διαπαντὸς ἐνοικῶν ταῖς ψυχαῖς οὐχὶ παντὸς πυρὸς μᾶλλον ἐκκαθαίρει ψυχήν; Βασιλείας μὴ οὕτω μνημονεύωμεν, ὡς γεέννης· μᾶλλον γὰρ ὁ φόβος ἰσχύει τῆς ἐπαγγελίας· καὶ οἶδα ὅτι πολλοὶ κατεφρόνησαν ἂν μυρίων ἀγαθῶν, εἰ τῆς κολάσεως ἦσαν ἀπηλλαγμένοι· ὅπου γε καὶ νῦν ἐμοὶ ἀρκεῖ τὸ μὴ τιμωρηθῆναι, τὸ μὴ κολασθῆναι. Οὐδεὶς τῶν γέενναν ἐχόντων πρὸ ὀφθαλμῶν, εἰς γέενναν ἐμπεσεῖται· οὐδεὶς τῶν καταφρονούντων γεέννης ἐκφεύξεται γέενναν. Καθάπερ γὰρ παρ' ἡμῖν οἱ μὲν δεδοικότες τὰ δικαστήρια, οὐχ ἁλώσονται δικαστηρίοις, οἱ δὲ καταφρονοῦντες, ἐκεῖνοι μάλιστά εἰσιν οἱ περιπίπτοντες· οὕτω κἀκεῖ. Εἰ μὴ ἔδεισαν τὴν καταστροφὴν οἱ Νινευῖται, κατεστράφησαν ἄν· ἐπειδὴ δὲ ἔδεισαν, οὐ κατεστράφησαν. Εἰ ἔδεισαν ἐπὶ τοῦ Νῶε τὸν κατακλυσμὸν, οὐκ ἂν κατεκλύσθησαν· καὶ οἱ Σοδομῖται εἰ ἔδεισαν, οὐκ ἂν κατεκαύθησαν. Μέγα κακὸν τὸ καταφρονεῖν ἀπειλῆς· ὁ καταφρονῶν ἀπειλῆς, ταχέως τῆς διὰ τῶν πραγμάτων αἰσθήσεται πείρας. Οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ περὶ γεέννης διαλέγεσθαι· ἀργύρου παντὸς καθαρωτέρας ἡμῖν ἐργάζεται τὰς ψυχάς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος, ὅτι Τὰ κρίματά σου ἐνώπιόν μού ἐστι διαπαντός. Καὶ ὁ Χριστὸς δὲ συνεχῶς περὶ αὐτῆς διαλέγεται. Εἰ γὰρ καὶ λυπεῖ τὸν ἀκροατὴν, ἀλλ' ὠφελεῖ τὰ μέγιστα.