Ancient Greek · ~16 min
ΟΜΙΛΙΑ ΙΓʹ Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-12
Not analysed yet
Ὁρῶν ὑμῶν τὸν πόθον τὸν ἀκόρεστον, καὶ τὴν ἐπιθυμίαν τὴν πολλὴν, καὶ συντεταμένην τὴν διάνοιαν, καὶ πάντας κεχηνότας, καὶ ἀνεπτερωμένους πρὸς τὴν πνευματικὴν διδασκαλίαν, καίτοι πολλὴν ἐμαυτῷ πενίαν συνειδὼς, συνεχῶς καὶ καθ' ἑκάστην ἡμέραν τὴν πτωχὴν ταύτην καὶ εὐτελῆ τράπεζαν ὑμῖν παρατιθέναι σπουδάζω, θαῤῥῶν ὅτι τῇ ἐπιθυμίᾳ ἐκκαιόμενοι μετὰ προθυμίας δέξεσθε τὰ λεγόμενα, ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Ὅταν μὲν γὰρ διεγηγερμένην ἔχωσι τὴν ὄρεξιν οἱ δαιτυμόνες, κἂν πτωχή τις τυγχάνῃ ἡ τράπεζα, κἂν εὐτελὴς ᾖ ὁ ἑστιάτωρ, μετὰ πολλῆς τῆς ἡδονῆς δαπανῶσι τὰ παρατιθέμενα· ὅταν δὲ καταβεβλημένην ἔχωσιν ὄρεξιν οἱ ἑστιώμενοι, κἂν πολυτελὴς τυγχάνῃ ἡ τράπεζα, καὶ ἔχῃ καὶ διάφορα τὰ ἐδέσματα, οὐδὲν ὄφελος, οὐκ ὄντων τῶν δυναμένων χρήσασθαι τοῖς παρασκευασθεῖσιν. Ἐνταῦθα δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ προθυμία ὑμῶν διεγηγερμένη τυγχάνει, καὶ ἡ τράπεζα πνευματικὴ, μετὰ πολλοῦ τοῦ πόθου καὶ αὐτοὶ λέγομεν, εἰδότες ὅτι νηφούσαις ἀκοαῖς παρατιθέμεθα τὰ θεῖα ταῦτα διδάγματα. Ἐπεὶ καὶ γηπόνος ἐπειδὰν λιπαρὰν εὕρῃ καὶ βαθύγειον ἄρουραν τὰ παρ' ἑαυτοῦ πάντα εἰς αὐτὴν ἐπιδειξάμενος, καὶ τοὺς αὔλακας ἀνατεμὼν, καὶ τὸ ἄροτρον ἑλκύσας, καὶ τὰς ἀκάνθας ἀνασπάσας, μετὰ δαψιλείας καταβάλλει τὰ σπέρματα, καὶ ταῖς χρησταῖς ἐλπίσιν ἤδη τρεφόμενος καθ' ἑκάστην ἡμέραν τὴν βλάστησιν ἀναμένει τῶν καταβληθέντων, τῷ γονίμῳ τῆς γῆς προσέχων, καὶ πολλαπλασίονα τῶν σπερμάτων ἕτοιμος ὢν ὑποδέξασθαι τὸν ἀμητόν. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ὁρῶντες ὑμῶν ἐφ' ἑκάστης ἡμέρας αὐξανομένην τὴν προθυμίαν, τὸν πόθον ἀκμάζοντα, τὴν σπουδὴν ἐπίδοσιν λαμβάνουσαν, καὶ περὶ ὑμῶν χρηστὰς ἔχομεν τὰς ἐλπίδας, καὶ αὐτοὶ πλείονι προθυμίᾳ καὶ σπουδῇ τὰ εἰς δύναμιν ἡμετέραν εἰσφέρειν ἐπειγόμεθα εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγάπης, εἰς δόξαν Θεοῦ, εἰς καύχημα τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Φέρε οὖν, εἰ δοκεῖ, μικρὰ τῶν πρῴην εἰρημένων ἀναλαβόντες, ἀκολούθως τοῖς σήμερον ἀναγνωσθεῖσιν ἐπεξέλθωμεν. Τί δὲ ἡμῖν ἦν τὸ πρῴην κινούμενον, καὶ μέχρι ποῦ τὸν λόγον ἐκτείναντες κατελύσαμεν τὴν διδασκαλίαν, ἀναγκαῖον εἰπεῖν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ὅπερ τότε ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ διηνεκῶς λέγων οὐ παύσομαι, ὅτι πολλὴ καὶ ἄφατος ἡ φιλανθρωπία τοῦ κοινοῦ πάντων Δεσπότου ἡ περὶ τὸ γένος τὸ ἡμέτερον. Καὶ γὰρ πολλῇ συγκαταβάσει ἐχρήσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ πολλῆς τιμῆς ἠξίωσε τουτὶ τὸ ζῶον, τὸν ἄνθρωπον λέγω, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων δεικνὺς, ὡς πάντων τῶν ὁρωμένων πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται. Οὐδὲν γὰρ κωλύει καὶ σήμερον τὰ αὐτὰ διερευνήσασθαι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καθάπερ γὰρ ἡ τῶν θυμιαμάτων φύσις, ὅσῳ ἂν ὑπὸ τῶν δακτύλων τῶν ἡμετέρων περιστρέφηται, πλείονα τὴν εὐωδίαν παρέχει· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν γινόμενον ὅσῳ ἄν τις ἐπὶ πλέον ταύτας ἐπιέναι σπουδάζοι, τοσούτῳ μᾶλλον κατοπτεύειν δύναται τὸν ἐγκεκρυμμένον θησαυρὸν, καὶ πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἐντεῦθεν καρποῦσθαι. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. Σκόπει μοι τὴν διαφορὰν εὐθέως ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν λόγων. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων τῶν δημιουργηθέντων ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς τὸν τρόπον λέγων τῆς δημιουργίας, ὅτι Εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω στερέωμα· καὶ, Συναχθήτω τὸ ὕδωρ, φησί· καὶ, Γενηθήτωσαν φωστῆρες· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Εἶδες πῶς λόγῳ τὰ πάντα ἐδημιουργήθη; Ἀλλ' ἴδωμεν λοιπὸν ἐπὶ τῆς τοῦ ἀνθρώπου δημιουργίας τί φησι. Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον. Ὅρα πῶς διὰ τῆς τῶν ῥημάτων συγκαταβάσεως, οἷς διὰ τὴν ἡμετέραν ἀσθένειαν ἐχρήσατο, ὁμοῦ καὶ τὸν τρόπον τῆς δημιουργίας διδάσκει, καὶ τὸ ἐνηλλαγμένον καὶ μονονουχὶ, ἵνα ἀνθρωπίνως εἴπω, ταῖς χερσὶν αὐτὸν διαπλαττόμενον ὑποδείκνυσι τοῦ Θεοῦ, καθὼς καὶ ἕτερος προφήτης φησίν· Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με. Εἰ γὰρ προσέταξεν ἁπλῶς, εἰπέ μοι, ἐκ τῆς γῆς ἀναδοθῆναι τὸν ἄνθρωπον, οὐκ ἂν παρήχθη τὸ προσταχθέν; Ἀλλ' ἵνα διὰ τοῦ τρόπου τῆς δημιουργίας διδασκαλίαν ἡμῖν ἐναποθῆται διηνεκῆ, ὥστε μὴ πλέον τι τῆς φύσεως φαντάζεσθαι, διὰ τοῦτο οὕτω μετὰ ἀκριβείας ἅπαντα διηγεῖται, καί φησιν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς.