Ancient Greek
ΟΜΙΛΙΑ ΙΓʹ Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-13
Not analysed yet
Ὅρα καὶ ἐν τούτῳ αὐτῷ τὴν τιμήν. Οὐ γὰρ ἁπλῶς γῆν λαμβάνει, ἀλλὰ χοῦν, τὸ λεπτότατον, ὡς ἂν εἴποι τις, τῆς γῆς, καὶ τοῦτον αὐτὸν τὸν χοῦν τὸν ἀπὸ τῆς γῆς τῷ οἰκείῳ προστάγματι εἰς σώματος φύσιν μετέστησεν. Ὥσπερ γὰρ αὐτὴν τὴν οὐσίαν τῆς γῆς οὐχ ὑφεστῶσαν παρήγαγεν, οὕτω καὶ νῦν, ὅτε ἐβουλήθη, τὸν χοῦν ἀπὸ τῆς γῆς εἰς σῶμα μετέστησεν. Ἐνταῦθα ἀναβοῆσαι καλὸν τὸ παρὰ τοῦ μακαρίου Δαυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ὅτι ἀπὸ χοὸς τοιοῦτον ζῶον ἀνέδειξε, καὶ εἰς τοσαύτην τιμὴν ἀνήγαγε, καὶ τοσαύτας εὐεργεσίας εἰς αὐτὸν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπιδείκνυται, δεικνὺς διὰ πάντων τὴν οἰκείαν φιλανθρωπίαν. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐνταῦθά τινες τῶν ἀγνωμόνων, ἐξ οἰκείων λογισμῶν κινούμενοι, καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες, οὔτε τὴν συγκατάβασιν τῶν ῥημάτων λογιζόμενοι, λέγειν ἐπιχειροῦσιν, ὅτι ἐκ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. Ὢ τῆς μανίας· ὢ τῆς παραφροσύνης· πόσας ὁδοὺς ἀπωλείας ὁ διάβολος ἔτεμε τοῖς αὐτὸν θεραπεύειν βουλομένοις; Καὶ ἵνα μάθῃς, σκόπει πῶς ἀπεναντίας ἀλλήλοις ἔρχονται. Οἱ μὲν γὰρ αὐτῶν ἐπιλαβόμενοι τῆς λέξεως τῆς λεγούσης, ὅτι Ἐνεφύσησε, λέγουσιν, ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τυγχάνουσιν αἱ ψυχαί· ἕτεροι πάλιν φασὶν, ὅτι καὶ εἰς τὴν τῶν ἀτιμοτάτων ἀλόγων οὐσίαν μεθίστανται αὗται. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ' ἄν; Ἐπειδὴ γὰρ ἐσκοτίσθη ὁ λογισμὸς αὐτῶν, καὶ τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν ἠγνόησαν, καθάπερ πηρωθέντες τὸ ὄμμα τῆς διανοίας, ἀπεναντίας ἀλλήλοις κατὰ κρημνῶν φέρονται, οἱ μὲν ὑπὲρ τὴν ἀξίαν αὐτὴν ἀνάγοντες, οἱ δὲ παρὰ τὴν ἀξίαν κατάγοντες. Εἰ γὰρ μέλλοιεν διὰ τὸ λέγειν τὴν Γραφὴν, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ στόμα περιτιθέναι τῷ Θεῷ, ἀνάγκη καὶ χεῖρας αὐτῷ περιάπτειν· ἐπειδὴ εἶπεν, Ἔπλασε τὸν ἄνθρωπον. Ἀλλ' ἵνα μὴ βουλόμενοι τὴν ἐκείνων ληρωδίαν εἰς μέσον προτιθέναι, ἀναγκαζώμεθα καὶ αὐτοὶ τὰ μὴ πρέποντα φθέγγεσθαι, φέρε δὴ λοιπὸν τὴν μὲν ἄνοιαν αὐτῶν, καὶ τὴν πολλὴν φρενοβλάβειαν ἐκτρεπώμεθα, κατακολουθήσωμεν δὲ τῷ σκοπῷ τῆς θείας Γραφῆς ἑαυτὴν ἑρμηνευούσης, μόνον ἐὰν ἡμεῖς μὴ τῇ παχύτητι τῶν ῥημάτων προσέχωμεν, ἀλλ' ἐκεῖνο ἐννοῶμεν, ὅτι αἰτία τῆς τῶν λέξεων παχύτητος ἡ ἀσθένεια τυγχάνει ἡ ἡμετέρα. Οὐδὲ γὰρ ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην δέξασθαι τὰ λεγόμενα, μὴ τοσαύτης ἀπολαύσασαν τῆς συγκαταβάσεως. Ἐννοοῦντες τοίνυν καὶ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ ὅτι περὶ Θεοῦ ἐστι τὰ λεγόμενα, οὕτω δεχώμεθα τὰ εἰρημένα, ὡς εἰκὸς περὶ Θεοῦ λέγεσθαι, μὴ εἰς σωμάτων σχηματισμὸν καὶ μελῶν σύνθεσιν τὸ Θεῖον κατάγοντες, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοοῦντες. Ἁπλοῦν γὰρ καὶ ἀσύνθετον καὶ ἀσχημάτιστον τὸ Θεῖον· ἐπεὶ εἰ μέλλοιμεν ἐξ ἑαυτῶν ὁρμώμενοι, καὶ μελῶν σύνθεσιν περιτιθέναι τῷ Θεῷ, λανθάνομεν ἑαυτοὺς εἰς τὴν Ἑλληνικὴν ἀσέβειαν ἐκπίπτοντες. Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, τὴν αὐτὴν νόει δύναμιν τῷ, Γενηθήτω· καὶ πάλιν ὅταν ἀκούσῃς, ὅτι Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, τοῦτο πάλιν λογίζου, ὅτι ἔδοξεν αὐτῷ, καθάπερ τὰς ἀσωμάτους δυνάμεις παρήγαγεν, οὕτω καὶ τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ψυχὴν ἔχειν λογικὴν τὴν τοῖς μέλεσι τοῦ σώματος κεχρῆσθαι δυναμένην. Δημιουργηθὲν γὰρ τουτὶ τὸ σῶμα κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, καθάπερ ὄργανον ἔκειτο δεόμενον τοῦ κινοῦντος αὐτὸ, μᾶλλον δὴ καθάπερ λύρα χρῄζουσά τινος τοῦ δυναμένου διὰ τῆς οἰκείας τέχνης καὶ σοφίας, ὥσπερ διὰ δονάκων τινῶν, διὰ τῶν μελῶν τῶν ἐν ἑαυτῷ τὴν προσήκουσαν μελῳδίαν ἀναφέρειν τῷ Δεσπότῃ. Ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν; Ἐνεφύσησε πνοὴν ζωῆς; Τὸ σῶμα, φησὶ, τοῦτο τὸ δημιουργηθὲν ἐβουλήθη καὶ προσέταξε ζωτικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τῷ ζώῳ εἰς ψυχὴν ζῶσαν, τοῦτ' ἔστιν ἐνεργοῦσαν, καὶ τὴν ἑαυτῆς τέχνην διὰ τῆς τῶν μελῶν κινήσεως ἐπιδείκνυσθαι δυναμένην.