Ancient Greek
ΟΜΙΛΙΑ ΙΒʹ Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-6
Not analysed yet
Ὥστε μέγιστον ἡμῖν ἐστιν εἰς διδασκαλίαν φιλοσοφίας τὸ μαθεῖν πόθεν ἐξ ἀρχῆς τὴν σύστασιν τῆς οὐσίας ἐσχήκαμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ἐπειδὴ ἀνθρώποις διελέγετο οὐ δυναμένοις ἑτέρως ἀκοῦσαι, ἢ ὡς ἀκοῦσαι ἡμᾶς δυνατὸν ἦν, οὕτω τῇ παχύτητι τῶν λόγων κέχρηται, καὶ ἵνα διδάξῃ ἡμᾶς, ὅτι τοῦτον τὸν ἐκ τῆς γῆς πλασθέντα ἡ φιλανθρωπία τοῦ Δεσπότου ἐβουλήθη καὶ ψυχῆς οὐσίαν ἔχειν λογικὴν, δι' ἧς τὸ ζῶον τοῦτο ἄρτιον καὶ τέλειον ἀπεδείκνυτο. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ζωτικὴν, φησὶν, ἐνέργειαν τὸ ἐμφύσημα ἐχαρίσατο τῷ ἐκ γῆς πλασθέντι, καὶ τοῦτο ἐγένετο σύστασις τῆς οὐσίας τῆς ψυχῆς. Ἐπήγαγε γοῦν, Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐκεῖνος ὁ πλασθεὶς, ὁ ἀπὸ τοῦ χοὸς, δεξάμενος τὸ ἐμφύσημα τὴν πνοὴν τῆς ζωῆς, Ἐγένετο, φησὶν, εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν, Εἰς ψυχὴν ζῶσαν; Ἐνεργοῦσαν, ἔχουσαν ὑπηρετούμενα τὰ μέλη τοῦ σώματος ταῖς αὐτῆς ἐνεργείαις, καὶ τῷ βουλήματι αὐτῆς ἑπόμενα. Ἀλλ' οὐκ οἶδ' ὅπως ἡμεῖς ἀντεστρέψαμεν τὴν τάξιν, καὶ τοσαύτη γέγονεν ἡ τῆς κακίας ἐπίτασις, ὡς ταύτην ἀναγκάζειν τοῖς τῆς σαρκὸς βουλήμασιν ἐξακολουθεῖν, καὶ τὴν ἐν τάξει δεσποίνης ὀφείλουσαν προκαθῆσθαι καὶ ἐπιτάττειν καταβιβάσαντες ἀπὸ τοῦ θρόνου, ὑπακούειν ταῖς τῆς σαρκὸς ἡδοναῖς καταναγκάζομεν, ἀγνοοῦντες αὐτῆς τὴν εὐγένειαν, καὶ ὅση ταύτης ἡ προεδρία τυγχάνει. Ἐννόησον γάρ μοι τὴν τάξιν τῆς διαπλάσεως, καὶ λογίζου πρὸ τοῦ ἐμφυσήματος τοῦ Δεσπότου, ὅπερ αὐτῷ γέγονεν εἰς πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν, τί ἦν ὁ πλασθείς. Ἁπλῶς εἰκὼν ἄψυχος, καὶ ἀνενέργητος, καὶ εἰς οὐδὲν χρήσιμος, ὥστε τὸ πᾶν καὶ τὸ εἰς τοσαύτην αὐτὸν τιμὴν ἀγαγὸν, ἐκεῖνό ἐστι τὸ παρὰ τοῦ Θεοῦ γεγονὸς εἰς αὐτὸν ἐμφύσημα. Καὶ ἵνα τοῦτο μὴ ἐκ τῶν τότε γεγενημένων, ἀλλὰ καὶ ἐκ τῶν νῦν καθ' ἑκάστην ἡμέραν συμβαινόντων κατίδοις, ἐννόει μοι μετὰ τὴν τῆς ψυχῆς ἔξοδον τὸ σῶμα τοῦτο πῶς ἀηδὲς καὶ ἀτερπὲς φαίνεται· καὶ τί λέγω ἀηδὲς καὶ ἀτερπές; πῶς φευκτὸν, δυσωδίας ἐμπεπλησμένον, πάσης ἀμορφίας πεπληρωμένον, τὸ πρὸ τούτου, ἡνίκα τὴν ψυχὴν εἶχεν ἡνιοχοῦσαν, φαιδρὸν, χαρίεν, πολλῆς τῆς εὐμορφίας ἐμπεπλησμένον, πολλῆς τῆς συνέσεως πεπληρωμένον, πολλὴν ἐπιτηδειότητα ἔχον πρὸς τὴν τῶν ἀγαθῶν πράξεων ἐνέργειαν. Ταῦτα δὴ πάντα ἐννοοῦντες, καὶ λογιζόμενοι τὴν εὐγένειαν τῆς ἡμετέρας ψυχῆς, μηδὲν ἀνάξιον αὐτῆς διαπραττώμεθα, μηδὲ καταῤῥυπαίνωμεν αὐτὴν ταῖς ἀτόποις πράξεσι, καθέλκοντες αὐτὴν εἰς τὴν τῆς σαρκὸς ὑποταγὴν, καὶ περὶ τὴν οὕτως εὐγενῆ, καὶ τοσαύτης ἠξιωμένην προεδρίας, οὕτως ἀσυμπαθεῖς γινόμενοι, καὶ ἀγνώμονες. Διὰ γὰρ τὴν ταύτης οὐσίαν ἡμεῖς οἱ σώματι συμπεπλεγμένοι, ἐὰν βουληθῶμεν, δυνησόμεθα, τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἡμῖν συνεφαπτομένης, ταῖς ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι, καὶ ἐν γῇ βαδίζοντες ὡς ἐν οὐρανῷ διάγοντες, οὕτω πολιτεύεσθαι, καὶ μηδὲν ἐκείνων ἔλαττον ἔχειν, ἀλλὰ τάχα κατά τι καὶ πλέον· καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γὰρ εὑρεθῇ τις μετὰ τὸ σώματι φθαρτῷ συμπεπλέχθαι, τὰ αὐτὰ ταῖς ἄνω δυνάμεσι πολιτευόμενος, πῶς οὐ πλείονος ἀξιωθήσεται τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς, ὅτι καὶ ταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενος ἀκέραιον τῆς ψυχῆς τὴν εὐγένειαν διετήρησε; Καὶ τίς ἂν δυνηθείη, φησὶ, τοιοῦτος εὑρεθῆναί ποτε; Εἰκότως ἀδύνατον ἡμῖν τὸ πρᾶγμα νενόμισται διὰ τὸν πολὺν τῆς ἀρετῆς αὐχμόν. Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐκ ἔστι τοῦτο τῶν ἀδυνάτων, ἐννόησόν μοι ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος τοὺς εὐαρεστήσαντας τῷ Δεσπότῃ, τὸν μέγαν Ἰωάννην ἐκεῖνον, τὸν τῆς στείρας υἱὸν, τὸν τῆς ἐρήμου πολίτην, Παῦλον τὸν τῆς οἰκουμένης διδάσκαλον, καὶ πάντα τῶν ἁγίων τὸν ὁρμαθὸν, οἳ τῆς αὐτῆς ἡμῖν φύσεως ἐτύγχανον, ταῖς αὐταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενοι, καὶ μηκέτι λοιπὸν ἀδύνατον εἶναι τὸ πρᾶγμα νόμιζε, μηδὲ ὀκνηρότερος γίνου περὶ τὴν ἀρετὴν, τοσαύτας λαβὼν τὰς ἀφορμὰς παρὰ τοῦ Δεσπότου πρὸς τὸ μετ' εὐκολίας αὐτὴν ἀσπάσασθαι. Καὶ γὰρ εἰδὼς ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τὸ ἀσθενὲς ἡμῶν τῆς προαιρέσεως, καὶ τὸ εὐόλισθον, μεγάλα φάρμακα ἡμῖν κατέλιπε, τὴν ἐκ τῶν Γραφῶν ἀνάγνωσιν, ἵνα ταῦτα ἐπιθέντες ἑαυτοῖς συνεχῶς, καὶ τοὺς βίους ἀναλογιζόμενοι τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων ἀνδρῶν, εἰς ζῆλον ἐναγώμεθα, καὶ μὴ ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ φεύγωμεν κακίαν, καὶ πάντα ποιῶμεν, ὥστε μὴ ἀναξίους ἑαυτοὺς καταστῆσαι τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.