Ancient Greek · ~19 min
ΟΜΙΛΙΑ Κʹ Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-19
Not analysed yet
Φέρε πάλιν τῆς ἀκολουθίας σήμερον τῶν ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν παραθῶμεν, καὶ ἐκ τῆς βίβλου τοῦ μακαρίου Μωϋσέως τὴν συνήθη διάλεξιν πρὸς ὑμᾶς ποιησώμεθα, μᾶλλον δὲ ἐκ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ διὰ τῆς τούτου γλώττης ἡμᾶς ἐδίδαξεν ἡ θεία χάρις. Ἀλλ' ἵνα σαφέστερος ὑμῖν γένηται ὁ λόγος, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην τῶν ἤδη ῥηθέντων, καὶ ὅπου τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν αὐτὴν σήμερον ἀναλαβόντες, οὕτω τῆς ἀρχῆς τῶν ἀνεγνωσμένων ἁψώμεθα. Ἴστε γὰρ ὅτι τὴν κατὰ τὸν Ἄβελ ὑπόθεσιν κινήσαντες ἐδείκνυμεν ἐξ αὐτῶν τῶν γεγενημένων, καὶ ἐξ ὧν ἕκαστος τὰς θυσίας αὐτῶν προσήνεγκε τῷ Δεσπότῃ, ὅπως ἔγκειται τῇ ἡμετέρᾳ φύσει ἡ γνῶσις τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων, καὶ ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο ὁ τῶν ἁπάντων δημιουργὸς, καὶ πανταχοῦ ἀπὸ τῆς γνώμης τῆς ἡμετέρας ἢ κατακρίνει, ἢ στεφανοῖ (ἀπὸ γὰρ ταύτης τοῦ μὲν ἀπόβλητος γέγονεν ἡ θυσία, τοῦ δὲ τὰ δῶρα προσεδέχθη), καὶ ὅτι ἐντεῦθεν ὑπὸ βασκανίας κινηθεὶς ὁ Κάϊν ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον ὥρμησε, καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, βουλομένου τοῦ Θεοῦ ἐκκαλέσασθαι αὐτὸν εἰς ἐξομολόγησιν τῶν ἡμαρτημένων, οὐδὲ οὕτω τὸ φάρμακον τῆς ἰατρείας ἐδέξατο, ἀλλὰ τῷ μυσαρῷ ἐκείνῳ φόνῳ τὸ ψεῦδος συνάψας τὴν χαλεπὴν ἐκείνην τιμωρίαν ἐπεσπάσατο, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν κατέστησε τῆς ἄνωθεν ῥοπῆς, ὑπόδειγμα σωφρονισμοῦ πᾶσι τοῖς μετὰ ταῦτα προκείμενος, καὶ διὰ τῆς ἀποφάσεως, ἧς ἐδέξατο, παντὶ τῷ τῶν ἀνθρώπων γένει διαλεγόμενος, καὶ μονονουχὶ βοῶν καὶ λέγων· μηδεὶς ὑμῶν τοιοῦτόν τι τολμήσῃ ποτὲ, ἵνα μὴ τοῖς τοιούτοις περιπέσῃ. Εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως διὰ τῆς εἰς ἐκεῖνον τιμωρίας οὐκ ἐκεῖνον μόνον σωφρονίσαι ἠβουλήθη, ἀλλὰ καὶ τοὺς εἰς τὸ ἑξῆς ἅπαντας διδάξαι, πάντῃ φεύγειν τὸ τολμηθὲν τοῦτο ἐπιχείρημα; Φέρε λοιπὸν τῶν ἑξῆς ἁψώμεθα, καὶ ἴδωμεν τί καὶ σήμερον διηγεῖται ἡμῖν ὁ μακάριος οὗτος προφήτης, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνηχούμενος ἐνεργείας. Ἐπειδὴ γὰρ ἀπόφασιν ἐδέξατο ὁ Κάϊν, Ἐξῆλθε, φησὶν, ἀπὸ προσώπου τοῦ Θεοῦ. Τί ἐστιν, Ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ; Τουτέστιν, ἐγυμνώθη τῆς παρ' αὐτοῦ προστασίας διὰ τὴν μυσαρὰν ἐκείνην πρᾶξιν. Καὶ ᾤκησεν ἐν γῇ Ναῒδ, κατέναντι Ἐδέμ. Λέγει ἡμῖν καὶ τὸν τόπον ἔνθα λοιπὸν τὴν κατοίκησιν ἐποιήσατο, καὶ διδάσκει πῶς καὶ οὗτος οὐ πόῤῥω τοῦ παραδείσου διῆγεν, ἵνα κατέναντι αὐτοῦ ὢν, διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ καὶ τῶν τῷ πατρὶ συμβεβηκότων διὰ τὴν παράβασιν, καὶ τοῦ μεγέθους τῶν αὐτῷ τετολμημένων· τὴν τοσαύτην τιμωρίαν, ἣν ἐδέξατο μηδὲ τῇ τοῦ πατρὸς τιμωρίᾳ σωφρονισθείς. Καὶ αὐτὸς δὲ ὁ τόπος, ἔνθα κατῴκει, ὑπόμνησις ἀδιάλειπτος ἦν οὐκ αὐτῷ μόνῳ, ἀλλὰ καὶ ταῖς μετὰ ταῦτα γενεαῖς, τοῦ σάλου καὶ τοῦ τρόμου. Τὸ γὰρ Ναῒδ ὄνομα Ἑβραϊκὴ λέξις ἐστὶν, ἑρμηνεύεται δὲ σάλος. Ἵν' οὖν ὥσπερ ἐν στήλῃ χαλκῇ ἀνέκλειπτον ἔχῃ καὶ ἀπὸ τοῦ τόπου τὴν κατηγορίαν, ἐκεῖ αὐτὸν κατῴκισεν. Εἶτά φησι· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Θνητοὶ λοιπὸν γεγονότες, εἰκότως περὶ τὴν τῶν τέκνων διαδοχὴν τὴν ἅπασαν σπουδὴν εἶχον. Ἀλλ' ἴσως εἴποι τις ἄν· πῶς, οὐδαμοῦ τῆς Γραφῆς μνημονευσάσης ἑτέρας γυναικὸς, ὁ Κάϊν ἔσχε τὴν γυναῖκα; Μή σε ξενίσῃ τοῦτο, ἀγαπητέ. Οὐδαμοῦ γὰρ θηλειῶν τέως κατάλογον ποιεῖται μετὰ ἀκριβείας, ἀλλὰ τὸ περιττὸν φυγοῦσα ἡ θεία Γραφὴ ἐκ μέρους τῶν ἀῤῥένων μνημονεύει, καὶ οὐδὲ αὐτῶν πάντων, ἀλλὰ συντομώτερον ἡμῖν διηγεῖται λέγουσα, ὅτι ὁ δεῖνα ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Εἰκὸς οὖν καὶ νῦν τὴν Εὔαν καὶ θυγατέρα τεκεῖν μετὰ τὸν Κάϊν καὶ τὸν Ἄβελ, ἣν εἰς γυναῖκα ἔλαβε Κάϊν. Ἐπειδὴ γὰρ προοίμια ἦν, καὶ ἔδει λοιπὸν αὐξηθῆναι τὸ γένος, καὶ ταῖς ἀδελφαῖς συγγενέσθαι συνεχώρουν. Διά τοι τοῦτο καταλιποῦσα ἡ Γραφὴ ἡμῖν συνιδεῖν τὸ ἀκόλουθον, τοῦτο μόνον διηγεῖται λέγουσα, Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. Ὅρα πῶς σοφίζονται λοιπὸν κατὰ μικρόν. Ἐπειδὴ γὰρ θνητοὶ γεγόνασι, διηνεκῆ αὐτῶν σώζεσθαι τὴν μνήμην βούλονται ἀπό τε τῶν τικτομένων, ἀπό τε τῆς ὀνομασίας τῶν τόπων, οἷς τὰς προσηγορίας ἐπιτιθέασι τῶν παίδων. Ταῦτα πάντα ὑπομνήματα ἄν τις εἴποι δικαίως εἶναι τῶν ἡμαρτημένων αὐτοῖς, καὶ τῆς ἐκπτώσεως τῆς δόξης ἐκείνης, ἐν ᾗ τυγχάνοντες οὐδενὸς τούτων ἐδέοντο ὅ τε Ἀδὰμ ἥ τε Εὔα, ἀλλ' ἀνωτέρω πάντων καθειστήκεσαν. Ἐγεννήθη δὲ τῷ Ἐνὼχ, φησὶ, Γαϊδὰδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεὴλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Ὁρᾷς πῶς παρέδραμε τὰς γενεαλογίας, τῶν ἀῤῥένων μόνον μνημονεύσας ὁ μακάριος οὗτος, καὶ οὐδαμοῦ τῶν θηλειῶν ἐπιμνησθείς. Ἀλλὰ καθάπερ ἐπὶ τοῦ Κάϊν εἶπεν, ὅτι Ἔγνω γυναῖκα αὐτοῦ, μηδὲν διδάξας ἡμᾶς, μηδὲ εἰπὼν πόθεν ἔσχε τὴν γυναῖκα· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν φησί· Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰ, φησὶ, τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν.