Ancient Greek · ~21 min
ΟΜΙΛΙΑ Κʹ Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-20
Not analysed yet
Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐδίδαξεν ἡμᾶς καὶ τὰ ὀνόματα τῶν τεχθέντων ὑπὸ τῆς γυναικὸς τοῦ Λάμεχ, καὶ τίνα τὰ ἐπιτηδεύματα ἔσχον, καὶ ὅτι ὁ μὲν περὶ τὴν κτηνοτροφίαν ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἐπενόησε ψαλτήριον καὶ κιθάραν. Σελλὰ δὲ, φησὶν, ἔτεκε καὶ αὐτὴ τὸν Θοβὲλ, καὶ ἦν σφυροκόπος, χαλκεὺς χαλκοῦ καὶ σιδήρου. Πάλιν καὶ τοῦ παρὰ τῆς Σελλᾶς τεχθέντος τὸ ἐπιτήδευμα ἡμῖν ἐδήλωσεν, ὅτι τὴν χαλκευτικὴν τέχνην εἵλετο. Ὅρα πῶς κατὰ μικρὸν τὰ τῆς συστάσεως τοῦ τῶν ἀνθρώπων γένους ᾠκονόμητο. Καὶ πρῶτον μὲν ὁ Κάϊν τῷ ὑπ' αὐτοῦ τεχθέντι τὴν ὑπ' αὐτοῦ οἰκοδομουμένην πόλιν ἐπωνόμασεν. Εἶτα οἱ ὑπὸ τῶν γυναικῶν τοῦ Λάμεχ τεχθέντες, ὁ μὲν τῇ κτηνοτροφίᾳ ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἕτερος τὴν χαλκευτικὴν εἵλετο, ὁ δὲ ψαλτήριον καὶ κιθάραν κατέδειξεν. Ἀδελφὴ δὲ, φησὶ, Θόβελ Νοεμάν. Τί τὸ καινὸν καὶ παράδοξον; Νῦν γὰρ ἡμῖν πρῶτον δείκνυται θηλείας μνήμην ὀνομαστὶ ποιησάμενος. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλά τι κεκρυμμένον ἡμῖν ἐντεῦθεν ἐμφαίνων τοῦτο πεποίηκεν ὁ μακάριος προφήτης, ὅπερ εἰς ἕτερον καιρὸν ὑμῖν ταμιευσάμενοι, νῦν τῆς ἀκολουθίας ἐχώμεθα· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ἐπαγόμενον, ἀλλὰ καὶ σφόδρα πολλοῦ τοῦ ἀγῶνος δεόμενον, καὶ ἀκριβεστέρας τῆς ἑρμηνείας, ὥστε δυνηθῆναι μετὰ σαφηνείας ἅπαντα διερευνησαμένους πολλὴν ἡμῖν τὴν ὠφέλειαν ἐντεῦθεν παρασχεῖν. Εἶπε γὰρ, φησὶ, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Συντείνατέ μοι τὴν διάνοιαν, παρακαλῶ, καὶ πάντα τὸν βιωτικὸν λογισμὸν ἀπωσάμενοι, μετὰ ἀκριβείας τὰ εἰρημένα διερευνησώμεθα, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ, ἀλλ' ὅσον ἡμῖν οἷόν τε πρὸς τὸ βάθος αὐτὸ καθιέντες ἑαυτοὺς, θηρᾶσαι δυνηθῶμεν τὸν ἐγκεκρυμμένον θησαυρὸν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἶπε δὲ, φησὶ, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους. Σκόπει μοι εὐθέως ἐκ προοιμίων πόσον ὤνησε τοῦτον ἡ εἰς τὸν Κάϊν γεγενημένη τιμωρία. Οὐ μόνον γὰρ οὐ περιμένει τὸν παρ' ἑτέρου ἔλεγχον, ὡς τῷ αὐτῷ ἁμαρτήματι ἢ καὶ χείρονι περιπεσὼν, ἀλλὰ καὶ μηδενὸς ἐγκαλοῦντος, μηδὲ ἐπιτιμῶντος, αὐτὸς ἑαυτὸν κατάδηλον ποιεῖ, καὶ ἐξαγορεύει τὰ εἰργασμένα, καὶ ταῖς γυναιξὶ διηγεῖται τοῦ πλημμελήματος τὸ μέγεθος, μονονουχὶ ἐκεῖνο πληρῶν τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Μέγιστον γάρ ἐστιν εἰς διόρθωσιν τῶν ἡμαρτημένων ἡ ὁμολογία. Ὥσπερ οὖν βαρύτερον τῶν ἡμαρτημένων τυγχάνει τὸ μετὰ τὴν πρᾶξιν τῆς ἁμαρτίας ἐπὶ τὴν ἄρνησιν ἔρχεσθαι· ὅπερ καὶ ὁ ἀδελφοκτόνος ἐκεῖνος πέπονθε, καὶ ἐρωτώμενος παρὰ τοῦ φιλανθρώπου Θεοῦ, οὐ μόνον οὐχ ὡμολόγησε τὸ ὑπ' αὐτοῦ τολμηθὲν, ἀλλὰ καὶ ἐτόλμησε ψεύσασθαι Θεῷ, καὶ διὰ τοῦτο παραταθῆναι αὐτοῦ τὴν ζωὴν ἐποίησε. Ὁ τοίνυν Λάμεχ τοῖς αὐτοῖς περιπεσὼν, καὶ εἰς ἐκείνην ἐλθὼν τὴν ἔννοιαν, ὅτι ἐκεῖνον ἡ ἄρνησις χαλεπωτέραν δέξασθαι παρεσκεύασε τὴν τιμωρίαν, καλέσας τὰς ἑαυτοῦ γυναῖκας, οὐδενὸς καταναγκάζοντος οὐδὲ διελέγχοντος, αὐτὸς διὰ τῆς οἰκείας γλώττης καὶ τὴν ὁμολογίαν τῶν ἡμαρτημένων ποιεῖται, καὶ συγκρίνων τὰ ὑπ' αὐτοῦ εἰργασμένα τοῖς παρὰ τοῦ Κάϊν πεπραγμένοις, ἑαυτῷ τὴν τιμωρίαν ὁρίζει. Εἶδες κηδεμονίαν Δεσπότου, πῶς καὶ αἱ τιμωρίαι αὐτοῦ φιλανθρωπίας ὑποθέσεις εἰσὶ, καὶ ὅτι οὐ μέχρι τοῦ τὴν τιμωρίαν δεχομένου τὰ τῆς φιλανθρωπίας ἵσταται, ἀλλὰ καὶ τοῖς λοιποῖς χρήσιμον κατασκευάζει τὸ φάρμακον, εἰ βουληθεῖεν τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι; Πόθεν γὰρ, εἰπέ μοι, ὁ Λάμεχ ἑτέρωθεν ἐπὶ τὴν τοσαύτην ἐξομολόγησιν ἐπείχθη, εἰ μὴ τὴν ἐκ τῶν ἐκείνῳ συμβάντων ὑπόμνησιν εἶχε διηνεκῶς αὐτοῦ τὴν διάνοιαν κατασείουσαν; Εἶπε, φησίν· Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους. Ὅρα πῶς καθ' ἑαυτὸν δικαστήριον καθίσας, οὕτω τὴν παράκλησιν αὐταῖς προσάγει, ὥστε μὴ παρέργως δέξασθαι τὰ λεγόμενα. Τὸ γὰρ εἰπεῖν, Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους, τοῦτο δηλοῦντός ἐστι· Συντείνατε ὑμῶν, φησὶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε οἷς ἐρεῖν μέλλω. Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ὑμῖν διαλέξομαι, ἀλλὰ πράγματα ὑμῖν ἐξαγορεύσω λανθάνοντα, καὶ ἃ μηδεὶς ἕτερος οἶδεν, ἀλλ' ἢ μόνος ἐγὼ, καὶ ὁ ἀκοίμητος ἐκεῖνος ὀφθαλμὸς, ὃν δεδοικὼς σπεύδω καὶ ἐπείγομαι φανερὰ ὑμῖν καταστῆσαι τὰ ὑπ' ἐμοῦ πεπραγμένα, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον κατέστησα διὰ τῶν ἀνοσίων πράξεων. Ὅτι ἄνδρα ἀπέκτεινα, φησὶν, εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Μέγα τὸ εἰρημένον, καὶ σφόδρα μέγα, καὶ πολλὴ τοῦ ἀνδρὸς ἡ εὐγνωμοσύνη. Οὐ μόνον γὰρ ὁμολογεῖ τὸ γεγονὸς, καὶ τοὺς φόνους εἰς μέσον ἄγει, οὓς εἰργάσατο, ἀλλὰ καὶ διὰ τῆς συγκρίσεως τῶν ὑπ' ἐκείνου καὶ ὑπ' αὐτοῦ γεγονότων τὸ ἐπιτίμιον ἑαυτῷ ἐπιτίθησι. Ποίας γὰρ ἂν εἴη, φησὶ, συγγνώμης ἄξιος ὁ μηδὲ τῇ ἑτέρου τιμωρίᾳ σωφρονισθεὶς, ἀλλὰ καὶ ἔναυλον ἔχων τὴν μνήμην, καὶ πρὸς ἐπὶ τούτοις διπλοῦν ἐργασάμενος φόνον; Ὅτι ἄνδρα, φησὶν, ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Οὐ τοσοῦτον ἠδίκησα, φησὶν, ἐκείνους, οὓς ἀνεῖλον, ὅσον ἐμαυτόν. Εἰς ἄφυκτον γὰρ τιμωρίαν ἑαυτὸν ἐνέβαλον, ἁμαρτήματα ἐργασάμενος συγγνώμης ἐπέκεινα. Εἰ γὰρ ἐκεῖνος ὑπὲρ τοῦ ἑνὸς φόνου ἑπτὰ τιμωρίαις ὑπεύθυνος γέγονεν, ἐγὼ δίκαιος ἂν εἴην ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ὑποσχεῖν. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰ γὰρ καὶ φόνον ἐκεῖνος εἰργάσατο, καὶ ἀδελφοῦ φόνον, ἀλλ' οὐδένα οὐδέποτε πρότερον θεασάμενος τοῦτο πεποιηκότα, οὐδὲ κατιδὼν ἕτερον διὰ τὴν πρᾶξιν τιμωρηθέντα, καὶ τοσαύτης πειραθέντα τῆς ἀγανακτήσεως, ἅπερ ἀμφότερα ἐμοὶ αὔξει τὰς τιμωρίας· ὅτι καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχων τὸ ὑπ' ἐκείνου τολμηθὲν, καὶ τὴν τιμωρίαν ὁρῶν οὕτως ἀνήκεστον οὖσαν, οὐδὲ οὕτως ἐσωφρονίσθην. Διὰ τοῦτο κἂν ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ἐκείνου ὑποσταίην, οὐδὲ οὕτω τὴν ἀξίαν δώσω δίκην.