Ancient Greek · ~13 min
ΟΜΙΛΙΑ ΙΘʹ Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· Διέλθωμεν δὴ εἰς τὸ πεδίον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-10
Not analysed yet
Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, μὴ ἁπλῶς παρατρέχωμεν τὰ εἰρημένα, μηδὲ τοῦτο μόνον σκοπῶμεν, εἰ καθ' ἑκάστην ἐνταῦθα συνερχόμενοι πνευματικῆς τραπέζης ἀπολαύομεν· οὐδὲν γὰρ ὄφελος τῆς ἀκροάσεως μόνης ἄνευ τῆς διὰ τῶν ἔργων ὑπακοῆς. Ἀλλ' ἐννοοῦντες πόθεν εἰς ταύτην τὴν ἀσύγγνωστον καὶ χαλεπὴν ἁμαρτίαν συνήλασεν) ἑαυτὸν ὁ Κάϊν, καὶ ὅτι ἀπὸ τοῦ φθονῆσαι τὸν μηδ' ὅλως αὐτὸν ἀδικῆσαί ποτε ἐπιχειρήσαντα, τὴν τοιαύτην εἴσπραξιν, μᾶλλον δὲ ἀναίρεσιν εἰς τὸν ἴδιον ἀδελφὸν τετόλμηκε, μὴ τὸ κακῶς φεύγωμεν, ἀλλὰ μᾶλλον τὸ κακῶς ἑτέροις διατεθῆναι. Ἐκεῖνος γάρ ἐστιν ὄντως ὁ κακῶς πεπονθὼς, ὁ τὸν πλησίον ἑαυτοῦ κατεργάζεσθαι βουλόμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὅρα μοι ἐνταῦθα, τίς ἐστιν ὁ κακῶς πεπονθὼς, ὁ ἀνελὼν, ἢ ὁ ἀναιρεθείς; Δῆλον ὅτι ὁ ἀνελών. Διὰ τί; Ὅτι ὁ μὲν ἀναιρεθεὶς καὶ μέχρι τοῦ νῦν ᾄδεται παρὰ τοῖς ἁπάντων στόμασι, καὶ ἀνακηρύττεται, καὶ στεφανοῦται, ὡς τῆς ἀληθείας πρωτόμαρτυς, καθάπερ φησὶ καὶ ὁ μακάριος Παῦλος· Ἀποθανὼν Ἄβελ ἔτι λαλεῖ. Ὁ δὲ ἀνελὼν καὶ τότε μὲν ἐλεεινότερον πάντων ἀνθρώπων βίον ἔζη, μετὰ δὲ ταῦτα παρὰ πάντων ταῖς κατηγορίαις βάλλεται, καὶ ὡς βδελυκτὸς παρὰ τῷ Θεῷ καὶ κατηραμένος ὑπὸ τῆς θείας Γραφῆς παραδειγματίζεται· καὶ ταῦτα μὲν ἐν τῷ παρόντι καὶ συγκαταλυομένῳ βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἀπαντῆσαι ἀμφοτέροις ὀφείλοντα, καὶ καταλλήλως ἑκάστῳ τῆς ἑαυτοῦ πράξεως ἀπολαβεῖν παρὰ τοῦ δικαίου κριτοῦ, τίς λόγος παραστῆσαι δυνήσεται, ἢ τὰ ἀγαθὰ, ἢ τὰ ἐναντία; Οὐκ ἔστιν οὐδεὶς, οὔτε τὰ χρηστὰ, οὔτε τὰ λυπηρά. Καὶ γὰρ ἐκεῖνον μὲν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ αἰώνιοι σκηναὶ, καὶ οἱ χοροὶ πατριαρχῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ πάντων τῶν ἁγίων ὅμιλος ὑποδέξονται συμβασιλεύσοντα εἰς αἰῶνας ἀτελευτήτους τῷ βασιλεῖ Χριστῷ Ἰησοῦ, τῷ τοῦ Θεοῦ μονογενεῖ Υἱῷ καὶ Θεῷ· τοῦτον δὲ ἡ γέεννα τοῦ πυρὸς καὶ τὰ ἄλλα ἅπαντα ἀθάνατα βασανιστήρια διαδέξονται εἰς αἰῶνας ἀπεράντους τιμωρούμενον, μετὰ καὶ πάντων τῶν τὰ παραπλήσια αὐτῷ πεπραχότων, καὶ μάλιστα τοὺς μετὰ ταῦτα τοῖς αἰσχίστοις πάθεσιν ἁλόντας, ὅσῳ καὶ μείζων ἡ τιμωρία παρὰ τοῦ κοινοῦ Δεσπότου ἐκφέρεται. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἐλαφροτέραν ὑποστήσονται τὴν τιμωρίαν, διὰ τὸ μὴ ἔχειν ἔλεγχον τὴν ἐκ τοῦ νόμου ἀπειλήν τε καὶ διόρθωσιν· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, οἱ καὶ μετὰ τὴν ἐκ τοῦ νόμου βοήθειαν τὰ αὐτὰ ἐκείνοις πεπραχότες, βαρυτέρας καὶ ἀφορητοτέρας ὑπομένουσι καὶ τὰς κολάσεις. Καὶ μάλα εἰκότως· ὅτι οὔτε ὁ νόμος, οὔτε τὸ ἑτέρους ἰδεῖν τοσούτοις κακοῖς ὑποβληθέντας σωφρονεστέρους αὐτοὺς ἢ ἐπιεικεστέρους ἀπειργάσατο. Διὸ παρακαλῶ, κἂν γοῦν ἀπὸ τοῦ νῦν τοῖς ἑτέρων παιδεύμασι σωφρονίσωμεν ἑαυτοὺς, καὶ τὸν βίον τὸν ἑαυτῶν ἰθύνωμεν πρὸς τὴν τοῦ Κυρίου ὑποταγὴν, τοῖς αὐτοῦ ὑπείκοντες νόμοις· καὶ μήτε φθόνος, μήτε βασκανία, μήτε ὁ τῶν σωμάτων ἔρως, μήτε ἡ τοῦ παρόντος βίου δόξα τε καὶ δυναστεία μήτε ἡ τῆς γαστρὸς ἡδονὴ, μήτε ἄλλη τις ἄτοπος ἐπιθυμία κατακυριευέτω ἡμῶν τῶν ἐν τῇ ψυχῇ λογισμῶν· ἀλλ' ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ πάσης ἰλύος καὶ τύρβης βιωτικῆς, καὶ πολλὰ χαίρειν εἰπόντες τοῖς αἰσχίστοις καὶ ἀτοπωτάτοις πάθεσι πρὸς τὴν μακαρίαν ἐκείνην ζωὴν ἐπειχθῶμεν, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.