Ancient Greek · ~12 min
ΟΜΙΛΙΑ Βʹ Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-2
Not analysed yet
Πολλῆς σήμερον πληροῦμαι τῆς ἡδονῆς, ὁρῶν ὑμῶν τὰ ποθεινὰ πρόσωπα. Καὶ γὰρ οὐχ οὕτω πατέρες φιλόστοργοι χαίρουσι, καὶ εὐφραίνονται τῶν παίδων αὐτοὺς πανταχόθεν κυκλούντων, καὶ διὰ τῆς ἄλλης εὐκοσμίας καὶ τῆς ἄλλης θεραπείας πολλὴν τὴν ἡδονὴν παρεχόντων, ὡς ἐγὼ νῦν χαίρω καὶ εὐφραίνομαι, ὁρῶν ὑμῶν τὴν πνευματικὴν ταύτην σύνοδον μετὰ τοσαύτης εὐκοσμίας ἐνταῦθα παραγενομένην, καὶ ἀκμάζοντα τὸν πόθον ἔχουσαν περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, καὶ τῆς σαρκικῆς τροφῆς ὑπεριδόντας, καὶ πρὸς τὴν πνευματικὴν ἑστίασιν ἐπειγομένους, καὶ δι' αὐτῶν τῶν ἔργων τὸ τοῦ Κυρίου λόγιον δεικνύντας, τὸ λέγον· Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Φέρε οὖν καὶ ἡμεῖς μιμησώμεθα τοὺς γηπόνους· καὶ καθάπερ ἐκεῖνοι, ἐπειδὰν ἴδωσι τὴν ἄρουραν ἐκκεκαθαρμένην, καὶ τῆς ἀπὸ τῶν βοτανῶν λύμης ἀπηλλαγμένην, μετὰ πολλῆς τῆς δαψιλείας τὰ σπέρματα καταβάλλουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι νῦν ἡμῖν ἡ ἄρουρα αὕτη ἡ πνευματικὴ καθαρεύει τῶν διενοχλούντων παθῶν, τῆς τρυφῆς ἐκποδὼν γεγενημένης, καὶ οὐδαμοῦ ζάλη οὐδὲ χειμὼν ἐν τοῖς λογισμοῖς, ἀλλὰ γαλήνη καὶ πολλὴ ἡ ἡσυχία τῆς διανοίας ἐπτερωμένης, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν τεταμένης, καὶ τὰ πνευματικὰ πρὸ τῶν σαρκικῶν φανταζομένης· μικρά τινα διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ λεπτοτέρων σήμερον κατατολμήσωμεν νοημάτων, τὰ ἀπὸ τῶν θείων Γραφῶν παρατιθέντες ὑμῖν διδάγματα. Εἰ γὰρ μὴ νῦν τοῦτο ποιήσαιμεν, ὅτε νηστεία καὶ γαστρὸς ὑπεροψία, καὶ τοσαύτη τῶν ὀρθῶν λογισμῶν ἡ γαλήνη, πότε δυνησώμεθα ταῦτα παραθεῖναι τῇ ὑμετέρᾳ ἀγάπῃ; Ὅτε τρυφὴ καὶ ἀδηφαγία καὶ πολλὴ ἡ ῥᾳθυμία; Ἀλλὰ τότε οὔτε αὐτοὶ τοῦτο δεόντως ποιήσομεν, οὔτε ὑμεῖς δυνήσεσθε καθάπερ ὑπὸ ἀχλύος τινὸς τῆς τῶν λογισμῶν ζάλης καταβαπτιζόμενοι δέξασθαί τι τῶν λεγομένων. Νῦν δὲ, εἰ καί ποτε ἄλλοτε, καιρὸς τῶν τοιούτων διδαγμάτων, ὅτε οὐκ ἔτι κατεξανίσταται τῆς κυρίας ἡ δούλη, ἀλλ' εὐήνιος γενομένη πολλὴν τὴν πειθὼ καὶ τὴν ὑπακοὴν ἐπιδείκνυται, τὰ σκιρτήματα τῆς σαρκὸς καταστορέσασα, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένουσα. Νηστεία γάρ ἐστιν ἡ γαλήνη τῶν ἡμετέρων ψυχῶν, ἡ τῶν γεγηρακότων εὐκοσμία, ἡ τῶν νέων παιδαγωγὸς, ἡ τῶν σωφρονούντων διδάσκαλος, ἡ πᾶσαν ἡλικίαν καὶ φύσιν καθάπερ διαδήματί τινι κατακοσμοῦσα. Οὐδαμοῦ σήμερον θόρυβος, οὐδὲ κραυγὴ, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ μαγείρων δρόμοι· ἀλλὰ πάντα ἐκεῖνα ἀπελήλαται, καὶ εὐσχήμονά τινα καὶ κοσμίαν καὶ σώφρονα ἐλευθέραν ἡ πόλις ἡμῖν μιμεῖται νῦν. Ὅταν γὰρ ἐννοήσω τὴν ἀθρόαν μεταβολὴν τὴν σήμερον γεγενημένην, καὶ λογίσωμαι τῆς χθεσινῆς ἡμέρας τὴν ἀκαταστασίαν, θαυμάζω, καὶ ἐκπλήττομαι τῆς νηστείας τὴν ἰσχὺν, ὅπως εἰς τὴν ἑκάστου συνείδησιν εἰσελθοῦσα μετέπλασε τὸν λογισμὸν, ἐξεκάθαρε τὴν διάνοιαν, οὐκ ἀρχόντων μόνον, ἀλλὰ καὶ ἰδιωτῶν· οὐκ ἐλευθέρων, ἀλλὰ καὶ δούλων· οὐκ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν· οὐ πλουσίων, ἀλλὰ καὶ πενήτων· οὐ τῶν τὴν Ἑλλάδα γλῶτταν πεπαιδευμένων, ἀλλὰ καὶ βαρβάρων. Καὶ τί λέγω ἀρχόντων καὶ ἰδιωτῶν; Καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου τὸ συνειδὸς ὁμοίως τοῖς λοιποῖς πρὸς τὴν ταύτης ὑπακοὴν μετέστησε. Καὶ οὐκ ἔστι σήμερον διαφορὰν ἰδεῖν τῆς τοῦ πλουσίου τραπέζης, καὶ τῆς τοῦ πένητος· ἀλλὰ πανταχοῦ λιτὴ ἡ δίαιτα, ἀπηλλαγμένη κόμπου καὶ φαντασίας, καὶ μετὰ πλείονος τῆς ἡδονῆς σήμερον τῇ εὐτελείᾳ τῆς τραπέζης προσέρχονται, ἢ ὅτε πολλὰ αὐτοῖς τὰ καρυκεύματα παρέκειτο, καὶ πολὺς ὁ ἄκρατος.