Ancient Greek · ~17 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ. ΟΜΙΛΙΑ Αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 4.1
Not analysed yet
Ἀλλ' ὅτι μὲν μεγάλη τῆς νηστείας ἡ ἰσχὺς, καὶ πολὺ τὸ ἐκ ταύτης κέρδος τῇ ψυχῇ προσγινόμενον, καὶ ἐκ τῶν δούλων καὶ ἐκ τοῦ Δεσπότου δῆλον ἡμῖν γεγένηται· παρακαλῶ οὖν τὴν ὑμετέραν ἀγάπην, εἰδότας αὐτῆς τὸ κέρδος, μὴ διὰ ῥᾳθυμίαν ἀπώσασθαι τὴν ἐκ ταύτης ὠφέλειαν, μηδὲ δυσχεραίνειν πρὸς τὴν ταύτης παρουσίαν, ἀλλὰ χαίρειν καὶ ἀγάλλεσθαι, κατὰ τὸν μακάριον Παῦλον· Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. Νηστεία γὰρ τῆς ψυχῆς ἐστι τροφὴ, καὶ καθάπερ αὕτη ἡ σωματικὴ τροφὴ πιαίνει τὸ σῶμα, οὕτω καὶ ἡ νηστεία τὴν ψυχὴν εὐτονωτέραν ἐργάζεται, κοῦφον αὐτῇ τὸ πτερὸν κατασκευάζει, μετάρσιον αὐτὴν ποιεῖ, τὰ ἄνω φαντάζεσθαι προξενεῖ, ἀνωτέραν αὐτὴν τῶν ἡδονῶν καὶ τῶν ἡδέων τοῦ παρόντος βίου ἀπεργαζομένη. Καὶ καθάπερ τὰ κοῦφα τῶν πλοίων ὀξύτερον τὰ πελάγη διαπερᾷ, τὰ πολλῷ τῷ φόρτῳ βαρούμενα ὑποβρύχια γίνεται· οὕτως ἡ μὲν νηστεία κουφότερον ἐργαζομένη τὸν λογισμὸν, παρασκευάζει μετ' εὐκολίας τὸ πέλαγος τοῦ παρόντος βίου διαπερᾷν, καὶ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἐπτοῆσθαι, καὶ μηδὲν ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ σκιᾶς καὶ ὀνειράτων οὐδαμινέστερον αὐτὰ παρατρέχειν. Ἡ δὲ μέθη καὶ ἡ ἀδηφαγία βαρύνουσα τὸν λογισμὸν, καὶ πιαίνουσα τὴν σάρκα, αἰχμάλωτον ἐργάζεται τὴν ψυχὴν, πανταχόθεν αὐτὴν πολιορκοῦσα, καὶ οὐκ ἀφιεῖσα τοῦ λογισμοῦ τὸ κριτήριον ἐῤῥωμένον ἔχειν, κατὰ κρημνῶν φέρεσθαι παρασκευάζει, καὶ κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα ἐργάζεσθαι. Μὴ δὴ ῥᾳθύμως οἰκονομῶμεν, ἀγαπητοὶ, τὰ κατὰ τὴν σωτηρίαν τὴν ἡμετέραν· ἀλλ' εἰδότες ὅσα κακὰ ἐντεῦθεν τίκτεται, φεύγωμεν τὴν ἐξ αὐτῆς βλάβην. Οὐδὲ γὰρ ἐν τῇ Καινῇ μόνον, ἔνθα πλείων ἡ ἐπίτασις τῆς φιλοσοφίας, καὶ μείζονα τὰ σκάμματα, καὶ μεγάλοι οἱ ἱδρῶτες, καὶ πολλὰ τὰ βραβεῖα, καὶ ἄφατοι οἱ στέφανοι, τὰ τῆς τρυφῆς ἀπηγόρευται, ἀλλὰ καὶ ἐπὶ τῆς Παλαιᾶς, ἡνίκα ἔτι τῇ σκιᾷ παρεκάθηντο, καὶ τῷ λύχνῳ ἦσαν προσηλωμένοι, καὶ καθάπερ παιδία γαλακτοτροφούμενα, οὕτω κατὰ μικρὸν ἐνήγοντο, οὐδὲ τότε ἠφίεντο τρυφᾷν. Καὶ ἵνα μὴ νομίσητε ἁπλῶς ἡμᾶς κατηγοροῦντας τῆς τρυφῆς ταῦτα λέγειν, ἀκούσατε τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Εἴδετε πόσην κατηγορίαν ἐποιήσατο τῆς τρυφῆς ὁ προφήτης, καὶ ταῦτα Ἰουδαίοις διαλεγόμενος, τοῖς ἀναισθήτοις, τοῖς ἀγνώμοσι, τοῖς καθ' ἑκάστην ἡμέραν γαστριζομένοις; Σκοπεῖτε γὰρ τῶν ῥημάτων τὴν ἀκρίβειαν· διαβαλὼν αὐτῶν τὴν ἀδηφαγίαν καὶ τὴν πολλὴν ἐκ τοῦ οἴνου μέθην, τότε ἐπήγαγεν, Ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα, μονονουχὶ δεικνὺς, ὅτι μέχρι τοῦ φάρυγγος καὶ τῶν χειλέων ἐστὶν ἡ ἀπόλαυσις, καὶ περαιτέρω οὐ πρόεισιν. Ἀλλ' ἡ μὲν ἡδονὴ βραχεῖα καὶ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκὴς, καὶ πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα, φησὶ, διὰ τῆς πείρας μαθόντες, Ὡς ἑστῶτα ὅλα ἐλογίσαντο καὶ μένοντα, καὶ οὐχ ὡς φεύγοντα, τοῦτ' ἔστιν, ἀφιπτάμενα, καὶ οὐδὲ τὸ τυχὸν παραμένοντα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα καὶ τὰ σαρκικά· οὔπω παρεγένοντο, καὶ ἀπέπτη· τοιοῦτον ἡ τρυφὴ, τοιοῦτον ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ἡ δυναστεία, τοιοῦτον ὁ πλοῦτος, τοιοῦτον ἡ εὐημερία πᾶσα τοῦ παρόντος βίου, οὐδὲν βέβαιον ἔχουσα; οὐδὲν στάσιμον, οὐδὲν πάγιον, ἀλλὰ ποταμίων ῥευμάτων μᾶλλον παρατρέχει, καὶ ἐρήμους καὶ γυμνοὺς καταλιμπάνει τοὺς περὶ ταῦτα ἐπτοημένους. Ἀλλὰ τὰ πνευματικὰ οὐ τοιαῦτα, ἀλλ' ἀπεναντίας τούτοις, βέβαια καὶ ἀκίνητα, μεταβολὴν οὐκ ἐπιδεχόμενα, παντὶ τῷ αἰῶνι παρεκτεινόμενα. Πόσης οὖν οὐκ ἂν εἴη παραφροσύνης τῶν ἀκινήτων τὰ σαλευόμενα ἀνταλλάττεσθαι, τῶν διαιωνιζόντων τὰ πρόσκαιρα, τῶν ἀφιπταμένων τὰ διηνεκῶς μένοντα, τῶν πολλὴν ἐν τῷ μέλλοντι αἰῶνι τὴν ἀπόλαυσιν προξενούντων τὰ πολλὴν τὴν κόλασιν ἡμῖν ἐκεῖ κατασκευάζοντα; Ταῦτα δὴ πάντα ἐννοοῦντες, ἀγαπητοὶ, καὶ πολὺν τῆς ἡμετέρας σωτηρίας ποιούμενοι λόγον, καταφρονήσωμεν τῆς τρυφῆς τῆς ἀνονήτου καὶ ἐπιβλαβοῦς· ἀσπασώμεθα τὴν νηστείαν, καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, καὶ τοῦ βίου πολλὴν τὴν μεταβολὴν ἐπιδειξώμεθα, καὶ καθ' ἑκάστην ἡμέραν πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ἐπειγώμεθα· ἵνα τὸν καιρὸν ἅπαντα τῆς ἁγίας τεσσαρακοστῆς, τὴν πνευματικὴν ἐμπορίαν ἐμπορευσάμενοι, καὶ πολὺν τὸν πλοῦτον συναγαγόντες τῆς ἀρετῆς, οὕτω καταξιωθῶμεν καὶ εἰς τὴν κυρίαν ἡμέραν παραγενέσθαι, καὶ μετὰ παῤῥησίας τῇ φρικτῇ καὶ πνευματικῇ τραπέζῃ προσελθεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ ἀθανάτων ἀγαθῶν μετασχεῖν μετὰ καθαροῦ τοῦ συνειδότος, καὶ τῆς ἐκεῖθεν πληρωθῆναι χάριτος, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐτῷ Χριστῷ τῷ φιλανθρώπῳ Θεῷ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.