Ancient Greek · ~18 min
ΟΜΙΛΙΑ Βʹ Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-2
Not analysed yet
Εἴδετε, ἀγαπητοὶ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς νηστείας τὴν ἰσχύν; Διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος σήμερον τῆς προθυμίας, ἢ πρότερον, τῶν πρὸς ὑμᾶς ἅπτομαι λόγων, εἰδὼς ὅτι εἰς λιπαρὰν καὶ βαθύγεων ἄρουραν καταβάλλω τὰ σπέρματα, δυναμένην πολλαπλασίους ἡμῖν ταχέως ἀποδοῦναι τῶν καταβαλλομένων τοὺς καρπούς. Καταμάθωμεν τοίνυν, εἰ δοκεῖ, τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἐκ τῶν τοῦ μακαρίου Μωσέως λόγων τὴν δύναμιν. Ἀλλὰ προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας τοῖς παρ' ἡμῶν λεγομένοις· οὐ γὰρ τὰ ἡμέτερα λέγομεν, ἀλλ' ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παράσχῃ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τίνα δὲ ταῦτά ἐστιν; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἄξιον ἐνταῦθα διαπορῆσαι, τίνος ἕνεκεν ὁ μακάριος οὗτος προφήτης, μετὰ πολλὰς ὕστερον γενεὰς γεγονὼς, ταῦτα ἡμῖν ἐκτίθεται. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς πλάσας τὸν ἄνθρωπον ὁ Θεὸς, δι' ἑαυτοῦ διελέγετο τοῖς ἀνθρώποις, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατὸν ἦν. Οὕτως γὰρ πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως τῷ Κάϊν ἐπετίμησεν· οὕτως τῷ Νῶε διελέχθη· οὕτως ἐπεξενώθη τῷ Ἀβραάμ. Ὅτε δὲ εἰς πολλὴν κακίαν ἐξώκειλε πᾶσα ἡ τῶν ἀνθρώπων φύσις, οὐδὲ οὕτω τέλεον ἀπεστράφη τὸ τῶν ἀνθρώπων γένος ὁ τῶν ἁπάντων δημιουργός· ἀλλ' ἐπειδὴ ἀνάξιοι λοιπὸν γεγόνασι τῆς ὁμιλίας τῆς αὐτοῦ, βουλόμενος πάλιν ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν, καθάπερ ἀνθρώποις μακρὰν ἀφεστῶσι γράμματα πέμπει, πρὸς ἑαυτὸν ἐφελκόμενος πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν. Καὶ ταῦτα τὰ γράμματα ἔπεμψε μὲν ὁ Θεὸς, ἐκόμισε δὲ Μωσῆς. Τί οὖν λέγει τὰ γράμματα; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Σκόπει τοῦ θαυμαστοῦ τούτου προφήτου, ἀγαπητὲ, καὶ ἐν τούτῳ τὸ ἐξαίρετον. Οἱ μὲν γὰρ ἄλλοι προφῆται πάντες ἢ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον εἶπον, ἢ τὰ κατ' αὐτὸν μέλλοντα συμβήσεσθαι τὸν καιρόν· ὁ δὲ μακάριος οὗτος μετὰ πολλὰς γενεὰς γεγονὼς, ὑπὸ τῆς ἄνωθεν δεξιᾶς ὁδηγούμενος ἐκεῖνα εἰπεῖν κατηξιώθη, ἃ πρὸ τῆς αὐτοῦ γενέσεως ὑπὸ τοῦ τῶν ἁπάντων ἐδημιουργήθη Δεσπότου. Διὰ τοῦτο καὶ οὕτως ἤρξατο λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· μονονουχὶ πρὸς ἅπαντας ἡμᾶς λαμπρᾷ βοῶν τῇ φωνῇ, καὶ λέγων· μὴ γὰρ παρὰ ἀνθρώπου διδασκόμενος ταῦτα φθέγγομαι; Ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παραγαγὼν, οὗτος καὶ τὴν ἐμὴν γλῶτταν πρὸς τὴν τούτων ἐξήγησιν παρώρμησεν. Ὡς οὖν οὐκέτι παρὰ Μωσέως ταῦτα ἀκούοντες, ἀλλὰ παρ' αὐτοῦ τοῦ τῶν ὄλων Θεοῦ διὰ τῆς τοῦ Μωσέως γλώττης, οὕτω τοῖς λεγομένοις προσέχωμεν, παρακαλῶ, καὶ πολλὰ χαίρειν τοῖς ἡμετέροις λογισμοῖς εἰπόντες· Λογισμοὶ γὰρ, φησὶν, ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Μετὰ πολλῆς τῆς εὐγνωμοσύνης δεχώμεθα τὰ λεγόμενα, μὴ ὑπερβαίνοντες τὸ οἰκεῖον μέτρον, μηδὲ τὰ ὑπὲρ ἡμᾶς περιεργαζόμενοι· ὅπερ πεπόνθασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, βουληθέντες τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψαι τὸ πᾶν, καὶ οὐκ ἐννοήσαντες ὅτι ἀδύνατον τὴν ἀνθρωπείαν φύσιν τὴν τοῦ Θεοῦ δημιουργίαν περιεργάζεσθαι. Καὶ τί λέγω τὴν τοῦ Θεοῦ δημιουργίαν; Ἀλλ' οὐδὲ ἀνθρώπου τέχνην τοῦ ὁμογενοῦς ἡμῖν περιεργάζεσθαι δυνατόν. Εἰπὲ γάρ μοι, πῶς ἀπὸ τῆς μεταλλικῆς τέχνης χρυσίου συνίσταται φύσις; ἢ πῶς τῆς ὑέλου ἡ καθαρότης ἀπὸ ψάμμου γίνεται; Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ τοίνυν ταῦτα τὰ πρὸ τῶν ὀφθαλμῶν κείμενα, καὶ ἅπερ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν σοφία ἀνθρωπίνη ἐργάζεται, καταμαθεῖν οὐ δυνατὸν, τὰ ἀπὸ τοῦ Θεοῦ δημιουργηθέντα περιεργάζῃ, ἄνθρωπε; Καὶ ποίας ἂν τύχοις συγγνώμης; τίνος δὲ ἀπολογίας οὕτω μεμηνὼς, καὶ τὰ ὑπὲρ τὴν σαυτοῦ φύσιν φανταζόμενος; Τὸ γὰρ λέγειν ἐξ ὑποκειμένης ὕλης τὰ ὄντα γεγενῆσθαι, καὶ μὴ ὁμολογεῖν ὅτι ἐξ οὐκ ὄντων αὐτὰ παρήγαγεν ὁ τῶν ἁπάντων δημιουργὸς, τῆς ἐσχάτης παραφροσύνης ἂν εἴη σημεῖον. Ἐμφράττων τοίνυν τῶν ἀγνωμόνων τὰ στόματα ὁ μακάριος οὗτος προφήτης, μέλλων ἄρχεσθαι τοῦ βιβλίου, οὕτως ἤρξατο· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὅταν οὖν ἀκούσῃς τὸ, Ἐποίησε, μηδὲν ἕτερον περιεργάζου, ἀλλὰ κάτω κύπτων, πίστευε τῷ λεχθέντι. Θεὸς γάρ ἐστιν ὁ πάντα ποιῶν καὶ μετασκευάζων, καὶ πρὸς τὸ αὐτοῦ βούλημα τὰ πάντα μεταῤῥυθμίζων. Καὶ ὅρα τῆς συγκαταβάσεως τὴν ὑπερβολήν· οὐδὲν περὶ τῶν ἀοράτων δυνάμεων διαλέγεται, οὐδὲ λέγει, ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τοὺς ἀγγέλους, ἢ τοὺς ἀρχαγγέλους· οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ ταύτην ἡμῖν ἔτεμε τῆς διδασκαλίας τὴν ὁδόν. Ἐπειδὴ γὰρ Ἰουδαίοις διελέγετο τοῖς περὶ τὰ παρόντα ἐπτοημένοις, καὶ οὐδὲν νοητὸν φαντασθῆναι δυναμένοις, ἀπὸ τῶν αἰσθητῶν τέως αὐτοὺς ἐνάγει πρὸς τὸν τῶν ὅλων δημιουργὸν, ἵνα ἐκ τῶν δημιουργημάτων τὸν τεχνίτην τοῦ παντὸς καταμαθόντες προσκυνήσωσι τὸν ἐργασάμενον, καὶ μὴ ἐναπομείνωσι τοῖς κτίσμασιν. Εἰ γὰρ καὶ τούτου γινομένου οὐκ ἐπαύσαντο τὰ κτίσματα θεοποιοῦντες, καὶ περὶ τὰ ἀτιμότατα τῶν ἀλόγων τὸ σέβας ἐπιδεικνύμενοι, ποῦ οὐκ ἂν μανίας ἐξώκειλαν, εἰ μὴ τοσαύτῃ τῇ συγκαταβάσει ἐχρήσατο;