Ancient Greek · ~23 min
ΟΜΙΛΙΑ Κʹ Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 5.1-12
Not analysed yet
Ἀλλ' ἵνα μὴ ἀρξάμενοι τοῦ διηγήματος εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα καὶ ἡμεῖς καθάπερ ὁ μακάριος οὗτος προφήτης καταπαύσωμεν τὸν λόγον, εἰς τὴν ἑξῆς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ, τῶν ἑπομένων τὴν ἑρμηνείαν ταμιευσάμενοι. Τέως δὲ ἐπὶ τοῦ παρόντος ἐκεῖνο παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην βούλομαι, ὥστε καρποῦσθαί τι πλέον ἐκ τῶν παρ' ἡμῶν λεγομένων, καὶ καθ' ἑκάστην ἡμέραν ἑαυτοὺς διερευνᾶσθαι, τί μὲν ἐκ ταύτης τῆς διδασκαλίας ἐκερδάνατε, τί δὲ ἐκ τῆς ἑτέρας, καὶ μὴ μόνον μέχρι τῆς ἀκοῆς δέχεσθαι τὰ παρ' ἡμῶν λεγόμενα, ἀλλὰ καὶ εἰς τὴν διάνοιαν ὑμῶν αὐτὰ ἐναποτίθεσθαι, καὶ τῇ συνεχεῖ μελέτῃ παγίαν αὐτῶν τὴν μνήμην ποιεῖσθαι. Βούλομαι γὰρ ὑμᾶς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ὥστε δύνασθαι καὶ ἑτέρους νουθετεῖν, καὶ μὴ διὰ λόγων μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διὰ τῶν ἔργων παιδεύειν τοὺς πλησίον πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν. Ἐννόησον γάρ μοι, ὅτι εἰ βουληθείητε καθ' ἑκάστην ἡμέραν ἐνταῦθα παραγενόμενοι μικρόν τι μέρος καρποῦσθαι, καὶ τῶν ἐνοχλούντων ὑμῖν παθῶν διόρθωσιν ποιήσασθαι, πῶς κατ' ὀλίγον εἰς αὐτὴν τῆς ἀρετῆς τὴν ἄκραν κορυφὴν ἐλεύσεσθε. Οὐδὲ γὰρ παυόμεθα ἐφ' ἑκάστης διαλεγόμενοι, καὶ περὶ τῆς ἀρίστης πολιτείας ὑμῖν ἐνηχοῦντες, ὥστε τὰ ὀλέθρια ταῦτα πάθη ἐκκόπτειν, τὸν θυμὸν λέγω, τὴν βασκανίαν, τὸν φθόνον. Τούτων γὰρ ἀναιρεθέντων, εὐκολώτερον καὶ ἡ περὶ τὰ χρήματα μανία διόρθωσιν λήψεται καὶ τῆς περὶ τὰ χρήματα μανίας πάλιν παυθείσης, μετὰ πλείονος τῆς ἀδείας οἱ ἄτοποι λογισμοὶ καὶ αἱ αἰσχραὶ ἐνθυμήσεις κατασταλήσονται· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Ἂν τοίνυν τὴν ῥίζαν ἐκτέμωμεν, καὶ ἐξ αὐτοῦ τοῦ βάθους αὐτὴν ἀνασπάσωμεν, εὐκολώτερον τῶν κλάδων περιεσόμεθα. Ἡ γὰρ ἀκρόπολις τῶν κακῶν, καὶ ὁ κολοφὼν, ὡς εἰπεῖν, τῶν ἁμαρτημάτων, ἡ λύσσα τῶν χρημάτων ἐστὶν, ἧς εἰ βουληθείημεν περιγενέσθαι, οὐδὲν τὸ κωλύον καὶ ταύτην τὴν μανίαν ἐκφυγεῖν, καὶ μετὰ ταύτης συνανασπάσαι καὶ ἐκτεμεῖν πάντα τὰ ὀλέθρια πάθη. Καὶ μὴ νομίσητε μέγα τι καὶ φορτικὸν εἶναι τὸ χρημάτων ὑπεριδεῖν· Ὅταν γὰρ ἐννοήσω, ὅτι πολλοὶ τῶν ἀνθρώπων διὰ κενὴν καὶ ἀνόνητον φιλοτιμίαν πολλὰ χρυσίου τάλαντα ἐξέχεον εἰς οὐδὲν δέον, ἀλλ' ἵνα τὴν παρὰ τῶν ἀγοραίων καὶ τριοβολιμαίων πολλάκις ἀνθρώπων εὐφημίαν καρπώσωνται, τὴν πρὸ τῆς ἑσπέρας τέλος λαμβάνουσαν, πολλάκις δὲ οὐδὲ μέχρι τῆς ἑσπέρας διαμείνασαν, ἀλλὰ καὶ πρὶν ἢ πληρωθῆναι τὴν ἡμέραν μυρίοις αὐτοὺς περιβάλλουσαν κακοῖς· [ἕτεροι δὲ τῶν ἐπὶ τῇ πλάνῃ τῇ Ἑλληνικῇ προκατειλημμένων, πάλιν διὰ τὸ πρὸς τὴν τῶν ἀνθρώπων ἐπτοῆσθαι δόξαν, καὶ ταύτην περὶ πολλοῦ ποιεῖσθαι, πάντα τὰ ὄντα ῥίψαντες, καὶ ἓν μόνον τριβώνιον ἑαυτοῖς καταλιπόντες καὶ βακτηρίαν, οὕτω τὸν ἅπαντα βίον διάγουσι, πάντα τὸν πόνον ἐκεῖνον καὶ τὴν ταλαιπωρίαν διὰ τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν ὑπομένειν αἱρούμενοι·] ὅταν τοίνυν ταῦτα λογίσωμαι, οὐκ οἶδα ποίαν ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, οὐδὲ τὸ πολλοστὸν ἐκείνων διὰ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἐντολὴν προέσθαι ἀνεχόμενοι, καὶ διὰ τὴν δόξαν ἐκείνην τὴν ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν, ἀλλὰ καὶ ἐκείνων χείρους γινόμενοι, καὶ μηδὲ ὅσον τὸ μέσον ἐννοοῦντες· ὅτι ἐκεῖνοι μὲν διὰ τὴν παρὰ τῶν ἀνθρώπων τῶν ὁμογενῶν ἀνόνητον εὐφημίαν τοσαῦτα προΐενται ἡμεῖς δὲ διὰ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν καὶ τῶν ὑπηργμένων χορηγὸν, καὶ ἐκείνας τὰς ἀποῤῥήτους δωρεὰς ἐπαγγελλόμενον, οὐδὲ τὸ τυχὸν πολλάκις μεταδιδόναι τοῖς πενομένοις αἱρούμεθα. Καὶ ποίοις ὀφθαλμοῖς ὀψόμεθα τὸν κριτὴν τῆς οὕτως εὐκόλου ἐντολῆς καταμελοῦντες; Μὴ γὰρ πάντα τὰ ὄντα ῥῖψαι προτρέπω; Ἀπόλαυε πάσης ἀνέσεως, καὶ τὴν ἑαυτοῦ χρείαν πληρώσας τὰ περιττὰ καὶ εἰκῆ κείμενα ταῦτα ἀναγκαῖα ποίησον, καὶ τοῖς λιμῷ πιεζομένοις καὶ ὑπὸ τοῦ κρυμοῦ πηγνυμένοις τούτοις διάνειμαι, καὶ διὰ τῆς τούτων χειρὸς εἰς τὴν ἑαυτοῦ πατρίδα διαπέμπου, ἢν μετ' οὐ πολὺ λήψῃ. Οὗτοι γὰρ μάλιστα δυνήσονταί σοι χρησιμεῦσαι πρὸς τὴν ἐκεῖ μετακομιδὴν, ἵν' ὅταν ἀπέλθῃς ἐκεῖ, ἅπαντα εὕρῃς εὐτρεπισμένα, καὶ πλείονος ἀπολαύσῃς ἐκεῖ τῆς εὐπορίας, ὁρῶν ταῦτα ὑπὸ τῶν μετακομισάντων, μᾶλλον δὲ ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας πολυπλασιασθέντα. Μὴ γὰρ κάματον ἔχει τὸ πρᾶγμα; μὴ γὰρ φροντίδα τινὰ καὶ μέριμναν; Οὐχ ὑποζυγίων σοι χρεία πρὸς τὴν μετακομιδὴν, οὐ τοῦ φυλάττοντος, οὐκ ἄλλου οὐδενὸς τοιούτου. Οὔτε γὰρ λῃστὴς, οὔτε τοιχωρύχος ἐκείνην βαδίζει τὴν ὁδὸν, ἵνα λυμαίνηται τοῖς παρὰ σοῦ πεμπομένοις· ἀλλ' ἅπερ ἢν ἀποθῇ εἰς τὰς τῶν πενήτων χεῖρας, ταῦτα εἰς ἀσφαλὲς ταμιεῖον ἀποθήσῃ τὴν τοῦ Θεοῦ χεῖρα. Αὕτη γὰρ ἀκέραιον καὶ τὴν τούτων φυλακὴν παρέξει, καὶ ἐπειδὰν ἐπανέλθῃς εἰς τὴν οἰκείαν πατρίδα, μετὰ τῆς ἐκείνων ἀποδόσεως καὶ ἀνακηρύξει, καὶ στεφανώσει, καὶ ἐν πάσῃ εὐρυχωρίᾳ καὶ ἀνέσει καταστήσει. Ἐκχέωμεν τοίνυν, παρακαλῶ, τὰ ἀποκείμενα εἰς τὰς τῶν πενήτων γαστέρας, καὶ σπείρωμεν ὡς ἔτι καιρὸς, ἵνα εἰς τὸν δέοντα καιρὸν θερίσωμεν, καὶ μὴ προϊέμενοι τὴν παροῦσαν εὐκαιρίαν ὕστερον ἀνόνητα μεταμελώμεθα. Μὴ γὰρ διὰ τοῦτο πλείονά σοι κεχάρισται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα εἰς τὴν ἑαυτοῦ μόνον χρείαν καταναλώσῃς τὰ δοθέντα, καὶ τὰ λοιπὰ ταμιείοις καὶ κιβωτίοις ἐναποκλείσῃς; Οὐ διὰ τοῦτο, ἀλλ' ἵνα, κατὰ τὴν παραίνεσιν τὴν ἀποστολικὴν, τὸ σὸν περίσσευμα γένηται εἰς τῶν ἄλλων ὑστέρημα. Καὶ σὺ μὲν ἴσως καὶ ὑπὲρ τὴν χρείαν ἀπολαύεις, καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ἄλλῃ πολυτελείᾳ πολλῷ τῷ ἀργύρῳ κεχρημένος, καὶ μέχρι τῶν οἰκετῶν καὶ τῶν ἀλόγων τοῦτον κερματίζων· ὁ δὲ πένης οὐδὲν τούτων ζητεῖ παρὰ σοῦ, ἢ μόνον λιμὸν παραμυθήσασθαι, καὶ τὴν ἀναγκαίαν χρείαν καὶ τὴν ἐφήμερον αὐτῷ τροφὴν παρασχεῖν, ὥστε συστῆναι καὶ μὴ διαφθαρῆναι· καὶ οὐδὲ τοῦτο ἀνέχῃ ποιῆσαι, οὐδὲ λογίζῃ, ὅτι πολλάκις ἀθρόον ἀναρπασθεὶς τὰ μὲν συλλεγέντα ἅπαντα ἐντεῦθεν καταλιμπάνεις, καὶ ἐνίοτε εἰς ἐχθροὺς καὶ πολεμίους ταῦτα μεταστήσεται· αὐτὸς δὲ τὰ ἁμαρτήματα ἅπαντα, ἐξ ὧν ταῦτα συλλέγεις, μεθ' ἑαυτοῦ λαβὼν ἄπει. Καὶ τί ποτε ἐρεῖς κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; τί δὲ ἀπολογήσῃ οὕτω ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτοῦ σωτηρίαν οἰκονομήσας; Διὰ τοῦτο ἐμοὶ πείθοιο, καὶ ὡς ἔτι καιρὸν ἔχεις, διάνειμαι τὰ περιττὰ τῶν χρημάτων, ἵνα τὴν ἐκεῖ σαυτῷ προαποθῇ σωτηρίαν, καὶ τῶν αἰωνίων ἀγαθῶν εὑρήσῃς τὴν ἀνταπόδοσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.