Ancient Greek · ~24 min
ΟΜΙΛΙΑ ΚΒʹ Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 1.1-21
Not analysed yet
Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθεῖναι βούλομαι τήμερον· ἀλλὰ μὴ δυσχεράνῃς, ἀγαπητὲ, λείψανα ἀκούων. Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν ἐδεσμάτων μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἕωλα πολλάκις γενόμενα τὰ ἐδέσματα, ἄχρηστα γέγονε, καὶ ἀνεπιτήδεια πρὸς τροφήν· ἐπὶ δὲ τῆς πνευματικῆς τραπέζης οὐδέν ἐστι τοιοῦτον δεῖσαι. ἀλλ' ὅσος ἂν παρέλθῃ χρόνος, τοσούτῳ μᾶλλον πλείονα τὴν χάριν ἐπιδείκνυται, καὶ νεαρώτερα καὶ ἀκμαιότερα εὑρίσκεται. Φέρε οὖν τὴν ὑπόσχεσιν, ἥνπερ χθὲς ὑπεσχόμεθα, εἰς ἔργον ἀγάγωμεν, καὶ τὸ χρέος τῆς διδασκαλίας καταβάλωμεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα. Οὐδὲ γὰρ τοῖς ὑποδεχομένοις μόνον λυσιτελὴς αὕτη τυγχάνει, καθάπερ ἐπὶ τῶν χρεῶν, ἀλλὰ καὶ ἐμοὶ τῷ καταβάλλοντι. Καὶ τί λέγω ἐμοὶ τῷ καταβάλλοντι; Τοιαύτη τούτου τοῦ χρέους τοῦ πνευματικοῦ ἡ φύσις, ὅτι ὅσῳ ἂν καταβάλληται, τοσούτῳ μᾶλλον αὔξεται, καὶ πλείονα τὴν περιουσίαν ἐργάζεται, καὶ ἄφατον τὸν πλοῦτον καὶ τῷ καταβάλλοντι καὶ τοῖς ὑποδεχομένοις. Εἶδες καινὴν χρέους φύσιν καὶ ξένον καταβολῆς εἶδος; Τοιαῦτα γὰρ τὰ πνευματικά· τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ τῇ τῶν πλειόνων μεταλήψει πλείων ἡ περιουσία γίνεται, καὶ οὔτε ὁ καταβάλλων αἴσθησίν τινα τῆς καταβολῆς λαμβάνει, ἀλλὰ καὶ αὔξεται αὐτῷ τὰ τῆς περιουσίας, καὶ οἱ ὑποδεχόμενοι ἐν πλείονι περιουσίᾳ καθίστανται. Ἐπεὶ οὖν τοιαύτη τῶν πνευματικῶν τούτων ἡ φύσις, μετὰ πάσης προθυμίας καὶ ἡμεῖς πρὸς τὴν ἔκτισιν σπεύδωμεν, καὶ ὑμεῖς πρὸς τὴν ὑποδοχὴν τὰς ἀκοὰς εὐτρεπίσατε, ἵνα ἕκαστος ὑμῶν ἡπλωμένοις τοῖς τῆς διανοίας κόλποις ὑποδεξάμενος τὰ παρ' ἡμῶν λεγόμενα, οὕτως οἴκαδε ἀναχωρήσῃ. Πάλιν γὰρ τὴν κατὰ τὸν δίκαιον Νῶε ὑπόθεσιν εἰς μέσον ἀγαγεῖν βούλομαι, ἵνα τοῦ δικαίου τὴν πολλὴν ἀρετὴν καταμάθητε, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν μακροθυμίαν τὴν πάντα λόγον ὑπερβαίνουσαν. Ἐμάθετε χθὲς, πῶς ἐκ προοιμίων τῆς γεννήσεως ὁ δίκαιος οὗτος δεξάμενος παρὰ τοῦ πατρὸς τὴν προσηγορίαν, πᾶσι τοῖς τότε ἀνθρώποις οὖσι περιῄει διδάσκαλος τῶν συμφορῶν, μονονουχὶ βοῶν καὶ λέγων διὰ τοῦ οἰκείου ὀνόματος· ἀπόστητε τῆς κακίας, μετέρχεσθε τὴν ἀρετὴν, φοβήθητε τὴν ἐπηρτημένην κόλασιν· κοινὸν ἅπασαν τὴν οἰκουμένην καταλήψεται κλυδώνιον. Πολλὴ τῆς ἀγανακτήσεως ἡ ὑπερβολὴ, ἐπειδὴ καὶ πολλὴ τῆς κακίας ἡ φορά. Καὶ τοῦτο οὐκ ἐπὶ δυσὶν ἢ τρισὶν ἔτεσιν ἐποίει, ἀλλ' ἐπὶ πεντακόσια ἔτη διήρκεσε ταῦτα παραινῶν. Εἴδετε μακροθυμίαν Δεσπότου; εἴδετε ἀγαθότητος ὑπερβολήν; εἴδετε ἀνεξικακίαν ἄφατον; εἴδετε κακίας ἐπίτασιν; εἴδετε ἀγνωμοσύνης μέγεθος; Μέχρι γὰρ τούτου, ὡς ἴστε, χθὲς ἡμῖν τὰ τῆς διδασκαλίας τέλος ἔλαβεν· ἀναγκαῖον τοίνυν σήμερον καταμαθεῖν, ὅπως ὁ φιλάνθρωπος Δεσπότης τὴν οἰκείαν ἀγαθότητα μιμούμενος οὐδὲ μέχρι τῶν πεντακοσίων ἐτῶν ἔστη, ἀλλὰ καὶ ἑτέραν προσθήκην περὶ τοὺς τοσαῦτα ἡμαρτηκότας προνοίας ἐπεδείξατο. Καὶ ἦν Νῶε, φησὶν, ἐτῶν πεντακοσίων. Ἐπίτηδες ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου ἐπεσημήνατο ἡ θεία Γραφὴ, ἵνα μάθωμεν ἐν πόσῳ χρόνῳ διετέλεσε παραινῶν αὐτοῖς, καὶ πῶς ἐκεῖνοι μὲν τὴν τῆς κακίας ὁδὸν ἑλόμενοι, ἐν ταύτῃ κατεδαπανῶντο· ὁ δὲ δίκαιος ἀπεναντίας ἅπασι πορευόμενος τὴν ἄκραν ἀρετὴν ἐπεδείξατο, ὥστε καὶ τὴν παρὰ τοῦ Θεοῦ ἐπισπάσασθαι εὔνοιαν, καὶ πάντων ὑπευθύνων τῇ τιμωρίᾳ γενομένων, αὐτὸν μόνον διαφυγεῖν μετὰ τῶν αὐτῷ προσηκόντων. Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐὰν νήφωμεν καὶ μὴ ῥᾳθυμῶμεν, οὐ μόνον οὐδὲν ἡμᾶς βλάπτει τὸ μεταξὺ τῶν κακῶν ἀναμεμίχθαι, ἀλλὰ καὶ ἀκριβεστέρους περὶ τὴν ἀρετὴν ἐργάζεται. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὕτως ᾠκονόμησε, κατὰ ταὐτὸν ἅπαντας εἶναι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐγκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δεικνύηται, καὶ τὰ μέγιστα κερδάνωσιν οἱ ῥᾴθυμοι, ἐὰν βούλωνται, ἀπὸ τῆς τῶν σπουδαίων συνουσίας. Ἐννόει γάρ μοι τοῦ δικαίου τούτου τὸ ἐνάρετον, ὅπως ἐν πλήθει τοσούτῳ πολλῇ τῇ ῥύμῃ πρὸς τὴν κακίαν φερομένων μόνος αὐτὸς τὴν ἐναντίαν ἦλθεν ὁδὸν, τὴν ἀρετὴν προτιμοτέραν τῆς κακίας ἑλόμενος, καὶ οὔτε ἡ συμφωνία, οὔτε τὸ τοσοῦτον πλῆθος ὀκνηρότερον αὐτὸν εἰργάσατο πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλ' ἤδη προλαβὼν ἐπλήρου τὸ παρὰ τοῦ μακαρίου Μωϋσέως μέλλον ῥηθήσεσθαι, ὅτι Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ. Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ πολλοὺς ἔχων, μᾶλλον δὲ ἅπαντας ἐπὶ τὴν κακίαν προτρεπομένους καὶ τὴν τῶν πονηρῶν πράξεων ἐργασίαν, καὶ οὐδενὸς ὄντος τοῦ πρὸς τὴν ἀρετὴν ἐνάγοντος, οἴκοθεν ἐπὶ ταύτην μετὰ τοσαύτης ὥρμησε τῆς σφοδρότητος, ὥστε τοσούτῳ πλήθει ἀπεναντίας ἐλθεῖν· καὶ οὔτε ἔδεισεν, οὔτε ὑπείδετο τὴν κακὴν συμφωνίαν, οὔτε ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν τοὺς ῥᾳθυμοῦντας παθεῖν, οἳ ἐπειδὰν ἴδωσι πολλοὺς κατὰ ταὐτὸ συμφωνίαν ἐπιδεικνυμένους, ταύτην ἀφορμὴν καὶ προκάλυμμα τῆς οἰκείας ῥᾳθυμίας προβαλλόμενοί φασι· τί δὴ μέλλω ἐγὼ παρὰ τούτους ἅπαντας ξένον τι καὶ καινὸν βουλεύεσθαι, καὶ τοσούτῳ πλήθει ἐναντιοῦσθαι, καὶ πρὸς τοσοῦτον δῆμον πόλεμον ἀναδέχεσθαι; Μὴ γὰρ δικαιότερος ἐγὼ παρὰ τούτους ἅπαντας τυγχάνω; Τίς μοι χρεία τῆς τοσαύτης ἀπεχθείας; τί μοι ὄφελος τοῦ τοσούτου μίσους; Οὐδὲν τῶν ἀνονήτων τούτων ἐβουλεύσατο, οὐδὲ ἐνενόησεν· ἀλλὰ πάλιν ἐκεῖνο προλαβὼν ἐπλήρου τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Μὴ γὰρ ἡ κοινωνία, φησὶ, καὶ τὸ συγκατασπασθῆναι τῷ πλήθει πρὸς τὴν κακίαν αὐτομολοῦντι ἐξελέσθαι με δυνήσεται τῆς τιμωρίας; ᾜδει γὰρ, ᾔδει σαφῶς ὅτι ἕκαστος ὑπὲρ τῆς οἰκείας σωτηρίας τὰς εὐθύνας δώσει, καὶ οὐκ ἔστιν ἕτερον ὑπὲρ τοῦ ἁμαρτάνοντος οὔτε κόλασιν ὑπομεῖναι, οὔτε ἀμοιβῆς τινος ἐπιτυχεῖν. Διὰ τοῦτο ὁ δίκαιος καθάπερ σπινθὴρ ἐν μέσῳ πελάγει τυγχάνων, οὐ μόνον οὐκ ἐσβέννυτο, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν λαμπρότερον ἠφίει τὸ φῶς, διδάσκαλος πᾶσι γινόμενος διὰ τῶν ἑαυτοῦ ἔργων. Εἶδες ὡς αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ Δεσπότης ἐδημιούργησε; Πόθεν γὰρ, εἰπέ μοι, ἐκεῖνοι μὲν πρὸς τὴν κακίαν ἔσπευδον, καὶ τῇ τιμωρίᾳ ὑπευθύνους ἑαυτοὺς καθίστων, οὗτος δὲ τὴν ἀρετὴν ἑλόμενος, καὶ τὴν πρὸς ἐκείνους κοινωνίαν φυγὼν, τῆς τιμωρίας πεῖραν οὐκ ἐλάμβανεν; Οὐκ εὔδηλον, ὅτι διὰ τὸ ἕκαστον οἰκείᾳ προαιρέσει ἢ τὴν ἀρετὴν αἱρεῖσθαι; Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ τὰ τῆς ἐξουσίας ἔκειτο, οὔτε ἐκείνους κολάζεσθαι ἔδει, οὔτε τούτους ἀμοιβὰς λαμβάνειν τῆς ἀρετῆς· ἀλλ' ἐπειδὴ ἐν τῇ προαιρέσει τῇ ἡμετέρᾳ κατέλιπε μετὰ τὴν ἄνωθεν χάριν τὸ πᾶν, διὰ τοῦτο καὶ τοῖς ἁμαρτάνουσι κολάσεις ἀπόκεινται, καὶ τοῖς κατορθοῦσιν ἀντιδόσεις καὶ ἀμοιβαί. Καὶ ἦν, φησὶ, Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Σκόπει τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ διηγήσατο ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, δεικνύουσα τῆς μακροθυμίας τοῦ Δεσπότου τὴν ὑπερβολὴν, βούλεται πάλιν καὶ τὴν ἐπίτασιν τῆς ἀνεξικακίας τοῦ Δεσπότου δήλην ἡμῖν ποιῆσαι, καὶ τῆς κακίας τῶν ἀνθρώπων τὴν πολλὴν φοράν.