Ancient Greek · ~30 min
ΟΜΙΛΙΑ ΚΑʹ Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 6.1-11
Not analysed yet
Ταῦτα δὲ μὴ ἁπλῶς ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ παιδευώμεθα τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν περὶ πολλοῦ ποιεῖσθαι, καὶ μήτε οἰκίας προστασίαν, μήτε γυναικὸς φροντίδα, μήτε παίδων ἐπιμέλειαν, μήτε ἄλλο μηδὲν προβαλλώμεθα, καὶ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τοῦ ῥᾳθύμως καὶ ἠμελημένως ζῇν, μηδὲ τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀνόνητα ῥήματα προφέρωμεν, καὶ λέγωμεν· κοσμικός εἰμι, γυναῖκα ἔχω, καὶ τέκνων φροντίδα ποιοῦμαι. Ταῦτα τοῖς πλείοσιν ἔθος λέγειν, ἐπειδὰν αὐτοὺς παρακαλῶμεν εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους, ἢ περὶ τὴν τῶν Γραφῶν ἀνάγνωσιν πολλὴν ποιεῖσθαι τὴν σπουδήν. Οὐκ ἔστιν ἐμὸν τοῦτο, φησί· μὴ γὰρ ἀπεταξάμην; μὴ γὰρ μοναχός εἰμι; Τί λέγεις, ἄνθρωπε; Ἐκείνοις μόνοις ἀποκεκλήρωται τὸ τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως; Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, καὶ οὐδένα βούλεται ἀρετῆς ἀμελεῖν. Ἄκουε γὰρ αὐτοῦ διὰ τοῦ προφήτου λέγοντος· Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Μή τι γέγονεν, εἰπέ μοι, τούτῳ τῷ δικαίῳ κώλυμα ἡ συνουσία τῆς γυναικὸς, ἢ ἡ τῶν παίδων φροντίς; Μὴ τοίνυν, παρακαλῶ, μηδὲ ἡμεῖς ἀπατῶμεν ἑαυτοὺς, ἀλλ' ὅσῳ ταύταις φροντίσιν ἐνεχόμεθα, τοσούτῳ μᾶλλον τὰ ἀπὸ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν δεχώμεθα φάρμακα. Μὴ γὰρ καὶ οὗτοι οὐ τῆς αὐτῆς ἡμῖν φύσεως ἦσαν, καὶ οὐδὲ τοσαύτας ἀφορμὰς εἶχον τὰς ἐναγούσας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν; Ποίας οὖν ἂν εἴημεν συγγνώμης ἄξιοι, οἱ καὶ διδασκαλίας τοσαύτης ἀπολαύοντες, καὶ τοσαύτης χάριτος ἀξιωθέντες, καὶ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἐπαγγελίαν δεξάμενοι, ἐὰν μὴ πρὸς τὸ τῶν παλαιῶν ἀνδρῶν φθάσωμεν τῆς ἀρετῆς μέτρον; Εἰ γὰρ βουλοίμεθα νήφειν, ἱκανὰ τὰ σήμερον ἡμῖν κινηθέντα διεγεῖραι ἡμᾶς πρὸς τὸν πόθον τῆς ἀρετῆς, καὶ μηδέποτε νομίζειν κώλυμα ἡμῖν γενέσθαι πρὸς τὴν ταύτης ὁδόν. Εἰ γὰρ οἱ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας εἰς τοσαύτην ἔφθασαν ἀρετὴν, τί ἔχομεν εἰπεῖν ἡμεῖς οἱ μετὰ τοσαύτην βοήθειαν, καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὰ μυρία θαύματα πόῤῥω τῆς ἀρετῆς τυγχάνοντες; Διὸ, παρακαλῶ, μὴ ἁπλῶς ἐπερχώμεθα τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα, ἀλλὰ μετὰ προσοχῆς ἀναγινώσκωμεν τὰ ἐγκείμενα, ἵνα τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπούμενοι, ὀψὲ γοῦν ποτε τῆς κατὰ Θεὸν ἀρετῆς ἀντιλαβέσθαι δυνηθῶμεν. Εἰ γὰρ δὲ μέλλοιμεν καὶ ἡμεῖς καθ' ἑκάστην ἡμέραν ὑμῖν ἐνηχεῖν τὴν πνευματικὴν ταύτην διδασκαλίαν, καὶ ὑμεῖς ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μείνητε, ποῖον ὑμῖν ὄφελος ἔσται ἐκ τῆς συνεχοῦς διδασκαλίας, ἢ ἡμῖν τίς ἔσται παραμυθία ὁρῶσι τὸν τοσοῦτον ἡμῶν κάματον ἀνόνητον γινόμενον, καὶ οὐδεμίαν προκοπὴν γινομένην ἐκ τῆς ἡμετέρας σπουδῆς; Εἰπὲ γάρ μοι, οὐχὶ ἀπὸ δύο οὐσιῶν συνεστήκαμεν, ἐκ ψυχῆς λέγω καὶ σώματος; Τίνος οὖν ἕνεκεν μὴ τὴν ἴσην αὐτοὶ πρόνοιαν ἀμφοτέροις ἀπονέμομεν, ἀλλὰ τὸ μὲν σῶμα παντὶ τρόπῳ θεραπεύειν σπουδάζομεν, καὶ ἰατροῖς χρήματα διδόντες, καὶ αὐτοὶ πολλὴν περὶ αὐτὸ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι, καὶ ἐσθῆτι πολυτελεῖ περιβάλλοντες, καὶ τροφὴν πλέον τοῦ δέοντος παρέχοντες, καὶ ἐν ἀνέσει διηνεκεῖ αὐτὸ εἶναι βουλόμεθα, καὶ ὑπὸ μηδενὸς ὅλως ἐνοχλεῖσθαι νοσήματος· ἀλλὰ κἂν τὸ τυχὸν τὸ ἐνοχλοῦν ᾗ, πᾶσαν κινοῦμεν μηχανὴν, ὥστε τὸ λυποῦν διορθώσασθαι; Καὶ ἐπὶ μὲν τοῦ σώματος, τοῦ ἐλάττονος λέγω τὴν οὐσίαν· τί γὰρ ἴσον εἰπέ μοι, ψυχὴ καὶ σῶμα; Εἰ γὰρ βούλει τὴν διαφορὰν ἰδεῖν, σκόπει πῶς οὐδενὸς λόγου ἄξιον εὑρίσκεται τὸ σῶμα τῆς ψυχῆς ἀναχωρησάσης. Ὁ τοίνυν τοῦ σώματος τοσαύτην πρόνοιαν ποιούμενος, τίνος ἕνεκεν, καὶ διὰ τί τοσαύτῃ περὶ τὴν τῆς ψυχῆς πρόνοιαν ὑπεροψίᾳ κεχρῆσθαι βούλει, καὶ οὔτε τροφὴν αὐτῇ κατάλληλον προσάγειν, τὴν ἐκ τῶν θείων Γραφῶν λέγω παραίνεσιν, οὔτε τοῖς τραύμασιν αὐτῆς, καὶ τοῖς ἕλκεσι τοῖς καθαιροῦσιν αὐτῆς τὴν ἰσχὺν, καὶ τὴν παῤῥησίαν ὑποτεμνομένοις τὰ ἐπιτήδεια φάρμακα ἐπιτιθέναι, ἀλλὰ καὶ περιορᾷν ἀνέχῃ αὐτὴν, καὶ λιμῷ τηκομένην, καὶ ὑπὸ τῶν ἑλκῶν διαφθειρομένην, καὶ προκειμένην, ὡς εἰπεῖν, καθάπερ κυσὶ, τοῖς πονηροῖς καὶ ἀτόποις λογισμοῖς, ὥστε διασπᾷν, καὶ τὸν τόνον αὐτῆς ἅπαντα καθαιρεῖν; Διὰ τί μὴ καθάπερ τοῦ σώματος τοῦ ὁρωμένου ποιούμεθα τὴν πρόνοιαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς ψυχῆς τῆς ἀσωμάτου, καὶ μὴ ὁρωμένης, ὁπότε καὶ ἡ περὶ ταύτην ἐπιμέλεια οὐ μόνον εὔκολος καὶ κούφη, ἀλλὰ καὶ ἀδάπανος, καὶ οὐδενὸς καμάτου δεομένη; Καὶ ἐνταῦθα μὲν ἐπὶ τῆς τοῦ σώματος ἐπιμελείας, καὶ τῶν τοῦ σώματος ἀῤῥωστημάτων ἀνάγκη καὶ χρημάτων πολλὴν δαπάνην γενέσθαι, καὶ τὰ μὲν αὐτῶν τοῖς ἰατροῖς προσαναλίσκειν, τὰ δὲ εἰς τὴν ἄλλην ἅπασαν θεραπείαν, πρὸς τροφὴν λέγω καὶ πρὸς ἐνδύματα, καὶ οὔπω φημὶ, ὅτι καὶ ὑπὲρ τὴν χρείαν οἱ πλείους ταῦτα δαπανῶσιν ἀμετρίᾳ πολλῇ κεχρημένοι· ἐπὶ δὲ τῆς ψυχῆς οὐδενὸς τῶν τοιούτων δεῖ, ἀλλ' εἰ βουληθείης, καθάπερ ἐφ' ἑκάστης ἡμέρας τῷ σώματι τὴν τροφὴν χορηγεῖς, καὶ τὰ χρήματα καταναλίσκων, οὕτω καὶ τὴν ψυχὴν μὴ περιορᾷν λιμῷ φθειρομένην καὶ παρέχειν αὐτῇ τὴν κατάλληλον τροφὴν τὴν ἐκ τῆς τῶν Γραφῶν ἀναγνώσεως, καὶ τῆς πνευματικῆς νουθεσίας παραίνεσιν· Οὐκ ἐπ' ἄρτῳ μόνον γὰρ, φησὶ, ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ· ἄριστα περὶ τούτων διατιθέμενος ἔσῃ, καὶ περὶ τοῦ παρ' ἡμῖν οἰκειοτέρου προσηκόντως διανοούμενος. Ὥσπερ τοίνυν τῷ σώματι διάφορα παρέχεις ἐνδύματα, καὶ ἐπιτηδεύεις πρὸς τὴν τῶν καιρῶν τροπὴν καὶ τὴν τῶν ἐνδυμάτων ποικιλίαν, κατὰ τὸ αὐτὸ μηδὲ τὴν ψυχὴν περιόρα γυμνὴν περιιοῦσαν τῶν ἀγαθῶν πράξεων, ἀλλὰ καὶ αὐτὴν περίβαλλε ἐνδύμασι τοῖς αὐτῇ πρέπουσι· ταχέως αὐτὴν ἀνακτήσῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ὑγίειαν ἐπαναγάγῃς. Ποῖα δὲ ἂν εἴη ταύτης ἐνδύματα; Ἐλεημοσύνη καὶ ἡ περὶ τοὺς πένητας δαψίλεια· τοῦτο τὸ μέγιστον τῆς ψυχῆς περιβόλαιον, τοῦτο τὸ φαιδρὸν αὐτῆς ἱμάτιον. Εἰ δὲ βούλει μὴ μόνον ἐνδύματα παρέχειν, ἀλλ' ὁμοίως τῷ σώματι καλλωπίζειν, προστίθει καὶ τὴν διὰ τῶν εὐχῶν βοήθειαν, καὶ τὴν τῶν ἁμαρτημάτων ἐξομολόγησιν, καὶ τῇ συνεχείᾳ τῶν δακρύων ἀποσμήχων αὐτῆς τὸ πρόσωπον μὴ διαλίπῃς. Καθάπερ γὰρ πάσῃ σπουδῇ τὴν ὄψιν τοῦ σώματος καθ' ἑκάστην ἡμέραν ἐκπλύνεις, ὥστε μηδαμοῦ ῥύπον τινὰ ἐπικείμενον τῇ ὄψει δυσειδῆ αὐτὴν δεικνύναι· ὡσαύτως καὶ ἐπὶ τῆς ψυχῆς ποιεῖν σπούδαζε, καὶ καθ' ἑκάστην αὐτὴν ἀπόπλυνε θερμὰ δάκρυα προσχέων. Τούτῳ γὰρ τῷ ὕδατι ἐκείνη τὸν ῥύπον ἀποτιθεμένη φαιδροτέρα γίνεται. Καὶ ἐπειδὴ αἱ πλείους τῶν γυναικῶν διὰ πολλὴν βλακείαν τοῦ παραγγέλματος τοῦ ἀποστολικοῦ ὑπερφρονοῦσαι τοῦ κελεύοντος. Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ ἑαυτὰς κοσμεῖν, μετὰ πολλῆς τῆς δαψιλείας τοῦτο ἐργάζονται, οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἀνδρῶν ὅσοι βλακώδεις, καὶ πρὸς τὴν τῶν γυναικῶν εὐτέλειαν ἑαυτοὺς κατάγουσι δακτυλίους περιτιθέμενοι, καὶ τῷ μεγέθει καὶ τῷ ὄγκῳ τῶν λίθων καλλωπιζόμενοι, ἐφ' οἷς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ἐχρῆν· καὶ οὗτοι τοίνυν κἀκεῖναι εἰ τῶν ἡμετέρων ἀνάσχοιντο λόγων, τὰ χρυσία ταῦτα τὰ πολλὴν καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξὶ τὴν λύμην παρέχοντα εἰς τὸν τῆς ψυχῆς κόσμον μᾶλλον μεταγέτωσαν, καὶ ἐκείνην διὰ τούτων καλλωπιζέτωσαν. Ὥσπερ γὰρ τῷ σώματι περικείμενα, κἂν εὔμορφον ᾖ, δυσειδέστερον τοῦτο ἀπεργάζεται· οὕτω τῇ ψυχῇ περιτεθέντα, κἂν ἄμορφος ᾖ, εἰς τὴν ἄκραν εὐμορφίαν αὐτὴν μεθίστησι. Καὶ πῶς, φησὶ, δυνατὸν τῇ ψυχῇ περιθεῖναι τὰ χρυσία; Πάλιν διὰ τῆς τῶν πενήτων χειρός. Οὗτοι γὰρ δεχόμενοι τὴν ταύτης εὐμορφίαν κατασκευάζουσιν. Ἐκείνοις ἐγχείρισον τὰ χρυσία καὶ διάνειμαι εἰς τὰς αὐτῶν γαστέρας, καὶ τοσαύτην τῆς ψυχῆς εὐμορφίαν σοι παραδιδόασιν, ὡς αὐτὸν τὸν ἀληθῆ νυμφίον διὰ τῆς ὥρας ἐπισπάσασθαι, καὶ τὰ μυρία σοι ἀγαθὰ διὰ τούτου προξενῆσαι. Ὅταν γὰρ διὰ τοῦ κάλλους ἐπισπάσῃ τὸν Δεσπότην, πάντων τῶν ἀγαθῶν ἔχεις τὴν χορηγίαν, καὶ τὴν ἄφατον εὐπορίαν ἐκτήσω· εἰ τοίνυν βουλόμεθα ἐπέραστοι γενέσθαι τῷ Δεσπότῃ, καταλιπόντες τὸ περὶ τὸν τοῦ σώματος καλλωπισμὸν ἐπτοῆσθαι, τὴν ἐκείνης εὐμορφίαν καθ' ἑκάστην ἡμέραν περισκοπῶμεν, ἵνα καὶ τὴν εὔνοιαν ἐπισπασώμεθα τοῦ φιλανθρώπου Θεοῦ, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.