Ancient Greek · ~15 min
ΟΜΙΛΙΑ ΚΒʹ Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 2.1-22
Not analysed yet
Ἀλλ' ἀκούσωμεν αὐτῶν τῶν παρὰ τοῦ Μωϋσέως ῥηθέντων· Πνεύματι γὰρ φθεγγόμενος ἅπαντα μετὰ ἀκριβείας ἡμᾶς διδάξαι βούλεται. Καὶ ἐγένετο, φησὶν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Οὐχ ἁπλῶς προσέθηκε τὸ, Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς, ἀλλ' ἵνα τὸ πολὺ πλῆθος ἡμῖν ἐμφήνῃ. Ὅπου γὰρ τοσοῦτον τὸ τῶν ῥιζῶν πλῆθος, ἀνάγκη πολλοὺς τίκτεσθαι τοὺς κλάδους. Ἰδόντες δὲ, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Ἑκάστην λέξιν τῶν εἰρημένων σαφῶς κατοπτεύσωμεν, ἵνα μηδὲν ἡμᾶς παραδράμῃ τῶν ἐν τῷ βάθει κεκρυμμένων. Καὶ γὰρ ἀναγκαῖον τούτου τοῦ χωρίου πολλὴν τὴν ἔρευναν ποιήσασθαι, καὶ ἀνατρέψαι τὰς μυθολογίας τῶν ἀπερισκέπτως πάντα φθεγγομένων· καὶ πρῶτον μὲν εἰπεῖν ἅπερ λέγειν τολμῶσι, καὶ δείξαντας τὴν ἀτοπίαν τῶν παρ' αὐτῶν λεγομένων, οὕτω τὸν ἀληθῆ νοῦν τῆς Γραφῆς διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἁπλῶς ὑπέχειν τὰς ἀκοὰς τοῖς τὰ βλάσφημα ἐκεῖνα φθεγγομένοις, καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τολμῶσι λέγειν. Φασὶ γὰρ ὅτι οὐ περὶ ἀνθρώπων τοῦτο εἴρηται, ἀλλὰ περὶ ἀγγέλων· τούτους γὰρ υἱοὺς Θεοῦ προσηγόρευσε. Πρῶτον μὲν δειξάτωσαν, ποῦ ἄγγελοι υἱοὶ Θεοῦ προσηγορεύθησαν· ἀλλ' οὐκ ἂν ἔχοιεν οὐδαμοῦ δεῖξαι. Ἄνθρωποι μὲν γὰρ ἐκλήθησαν υἱοὶ Θεοῦ, ἄγγελοι δὲ οὐδαμῶς. Ἀλλὰ περὶ μὲν τῶν ἀγγέλων φησίν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα· περὶ δὲ τῶν ἀνθρώπων, Ἐγὼ εἶπα· Θεοί ἐστε· καὶ πάλιν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· καὶ πάλιν· Πρωτότοκος υἱός μου Ἰσραήλ· ἄγγελος δὲ οὐδαμοῦ υἱὸς ἐκλήθη, οὐδὲ υἱὸς Θεοῦ. Ἀλλὰ τί φασι; Ναὶ, ἄγγελοι μὲν ἦσαν· διότι δὲ πρὸς τὴν παράνομον ταύτην πρᾶξιν κατῆλθον, τῆς ἀξίας ἐξέπεσον. Πάλιν ἕτερον μυθωδέστερον. Τί οὖν; νῦν ἐξέπεσον, καὶ αὕτη τῆς πτώσεως αὐτοῖς ἐστιν ἡ αἰτία; Καὶ μὴν ἡ Γραφὴ ἄλλως ἡμᾶς διδάσκει, ὅτι καὶ πρὸ τῆς τοῦ πρωτοπλάστου δημιουργίας τῆς ἀξίας ἐκείνης κατηνέχθησαν καὶ ὁ διάβολος καὶ οἱ μετ' αὐτοῦ, μεῖζον τῆς ἀξίας φρονήσαντες, καθάπερ καὶ σοφός τίς φησι· Φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν πρὸ τῆς τοῦ ἀνθρώπου δημιουργίας ἐκπεπτωκῶς, πῶς ἂν ἐπὶ τῆς ἀξίας μένων ἐβάσκηνε τῷ ἀνθρώπῳ; Ποῖον γὰρ ἂν ἔχοι λόγον, ἄγγελον ἀνθρώπῳ βασκῆναι, τὸν ἀσώματον καὶ ἐν τοσαύτῃ τιμῇ τυγχάνοντα, τῷ σῶμα περικειμένῳ; Ἀλλ' ἐπειδὴ ἀπὸ τῆς ἀνωτάτω δόξης εἰς ἐσχάτην ἀτιμίαν κατηνέχθη, καὶ ταῦτα ἀσώματος ὢν, εἶδε δὲ τὸν ἄνθρωπον δημιουργηθέντα, καὶ ἐν σώματι τοσαύτης τιμῆς ἀξιωθέντα διὰ τὴν τοῦ δημιουργήσαντος φιλανθρωπίαν, εἰς φθόνον ἐξήφθη, καὶ διὰ τῆς ἀπάτης, ἣν διὰ τοῦ ὄφεως προσήγαγε, τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον τὸν ἄνθρωπον κατεσκεύασε. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐ δύναται πράως φέρειν τὴν ἑτέρων εὐημερίαν. Ὅτι μὲν οὖν πάλαι καὶ ὁ διάβολος καὶ πᾶσα αὐτοῦ ἡ φάλαγξ ἐκ τῆς δόξης ἐκείνης ἐξέπεσον, καὶ τῶν ἠτιμωμένων γεγόνασι, δῆλον ἅπασιν. Ἄλλως δὲ καὶ ποίας οὐκ ἂν εἴη ἀνοίας ἀνάμεστον τὸ λέγειν, ὅτι ἄγγελοι πρὸς συνουσίαν γυναικῶν κατηνέχθησαν, καὶ ἡ ἀσώματος ἐκείνη φύσις πρὸς τὴν συναλλαγὴν τῶν σωμάτων ὑπήχθη; Ἢ οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος περὶ τῆς τῶν ἀγγέλων οὐσίας· Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι Θεοῦ; Οὐδὲ γὰρ οἷόν τε τὴν ἀσώματον φύσιν ἐκείνην τοιαύτην ἐπιθυμίαν δέξασθαί ποτε. Πρὸς τούτοις δὲ κἀκεῖνο ἐννοῆσαι δεῖ, ὅτι πάντη τῶν ἀτοπωτάτων ἐστὶ τοῦτο δέξασθαι τῷ λογισμῷ. Εἰ γὰρ οἱ ἅγιοι καὶ Πνεύματος ἁγίου ἠξιωμένοι οὐδὲ ὀπτασίαν ἀγγέλων ἰδεῖν ἴσχυσαν (καὶ γὰρ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν θεασάμενος ἀγγέλου παρουσίαν, οὐκ αὐτὴν τὴν οὐσίαν· πῶς γὰρ οἷόν τε ἀσώματον οὐσίαν ἰδεῖν; ἀλλὰ μετασχηματισθεῖσαν, τὴν ἐνέργειαν μικροῦ δεῖν καὶ αὐτὴν τὴν ψυχὴν ἀφῆκεν, καὶ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ ἄπνους σχεδὸν ἔκειτο)· τίς ἂν κἂν σφόδρα μεμηνὼς ᾖ, καταδέξαιτο τὸ βλάσφημον τοῦτο ῥῆμα καὶ πολλῆς γέμον τῆς ἀνοίας, ὅτι ἡ ἀσώματος φύσις καὶ νοερὰ σωμάτων συμπλοκῆς ἠνέσχετο;