Ancient Greek · ~23 min
ΟΜΙΛΙΑ ΚΔʹ Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Genesim (homiliae 1-67) 8.1-2
Not analysed yet
Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα τὸν δίκαιον, καὶ τὰς παρὰ τοῦ Θεοῦ ἐντολὰς ἡμῖν δεδομένας πληροῦν σπουδάζωμεν, καὶ μὴ καταφρονῶμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν νόμων, ἀλλ' ἔναυλον ἔχοντες τούτων τὴν μνήμην, πρὸς τὴν τούτων κατόρθωσιν ἐπειγώμεθα, καὶ μὴ ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτῶν σωτηρίαν οἰκονομῶμεν, καὶ μάλιστα ὅτι πολλῷ μεῖζον μέτρον ἀρετῆς νῦν ἀπαιτούμεθα, ὅσῳ καὶ μειζόνων ἀπηλαύσαμεν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκοπῶμεν τοίνυν καθ' ἑαυτοὺς, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὸ εἰρημένον, ἀλλὰ ἐννοήσωμεν, ὅση κείσεται κόλασις τοῖς μὴ μόνον ὑπερβαίνειν ἐκείνους μὴ σπουδάζουσιν, ἀλλὰ καὶ ἔλαττον αὐτῶν ἔχουσι, καὶ μὴ ἀνεχομένοις μήτε ὀργὴν ἀφεῖναι τῷ πλησίον, μήτε καθαρὰν τὴν γλῶτταν διατηρεῖν ἀπὸ τῶν ὅρκων, μήτε τῷ ὀφθαλμῷ βουλομένοις ἀποτειχίζειν τὴν ἐπιβλαβῆ θέαν, καὶ τοῦ Δεσπότου προστάττοντος, μὴ μόνον ἀδικούμενον φέρειν γενναίως, ἀλλὰ καὶ ἐπιδαψιλεύεσθαι· Τῷ θέλοντι γάρ σοι, φησὶ, κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Ἡμεῖς δὲ πολλάκις καὶ ἀδικεῖν ἐπιχειροῦμεν τὸν πλησίον, ἢ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καίτοι προσταττόμενοι μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν (Τοῦτο γὰρ καὶ οἱ τελῶναι, φησὶ, ποιοῦσιν), ἀλλὰ καὶ πρὸς τοὺς ἐχθραίνοντας γνησίως διακεῖσθαι, οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνύμεθα. Διὰ ταῦτα ἀλγῶ καὶ ὀδυνῶμαι ὁρῶν τῆς μὲν ἀρετῆς τοσαύτην ἐν ἡμῖν τὴν σπάνιν, τῆς δὲ κακίας καθ' ἑκάστην ἡμέραν τὴν ἐπίτασιν γινομένην, καὶ οὔτε τῆς γεέννης τὸν φόβον ἐκκόπτοντα ἡμῶν τὴν ἐπὶ τὴν κακίαν ὁρμὴν, οὔτε τῆς βασιλείας τὸν πόθον προτρεπόμενον ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πάντας, ὡς εἰπεῖν, βοσκημάτων δίκην ἀπαγομένους, καὶ οὐδεμίαν ἔννοιαν λαμβάνοντας οὔτε τῆς φοβερᾶς ἐκείνης ὥρας, οὔτε τῶν παρὰ τοῦ Θεοῦ τεθέντων ἡμῖν νόμων, ἀλλὰ πρὸς τὴν τῶν ἀνθρώπων ὑπόληψιν ἅπαντας ἐπτοημένους, καὶ τὸν παρὰ τούτων ἔπαινον θηρωμένους, καὶ μηδὲ ἀκούειν τοῦ Εὐαγγελίου λέγοντος, Πῶς δύνασθε ὑμεῖς πιστεῦσαι δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὥσπερ δὲ οἱ ταύτης ἐφιέμενοι, ἐκείνης παντελῶς ἐκπίπτουσιν, οὗτος οἱ ἐκείνης διηνεκῶς ἐξηρτημένοι, οὐδὲ ταύτης ἀποστεροῦνται. Καὶ γὰρ αὐτὸς προλαβὼν ἐπηγγείλατο λέγων, Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ τῷ περὶ ἐκείνην ἔχοντι τὸν πόθον ταῦτα πάντα ἕπεται. Ὁ γὰρ ἐκεῖ πτερώσας αὐτοῦ τὴν διάνοιαν, πάσης τῆς παρούσης εὐημερίας, ὡς οὐδὲ οὔσης, ὑπερορᾷ. Οἱ γὰρ τῆς πίστεως ὀφθαλμοὶ ὅταν ἐκεῖνα κατοπτεύωσι τὰ ἀπόῤῥητα ἀγαθὰ, οὐδὲ αἴσθησιν λαμβάνουσι τῶν ὁρωμένων· τοσοῦτο τὸ μέσον ἐκείνων καὶ τούτων. Ἀλλ' οὐδένα ὁρῶ προτιμῶντα τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. Διὸ λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὅτι οὐδὲ ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἐπαίδευσεν, οὐδὲ αἱ τοῦ Θεοῦ ὑποσχέσεις, οὐδὲ τῶν δωρεῶν τὸ μέγεθος πρὸς τὸν τῆς βασιλείας πόθον μεταστῆναι παρεσκεύασεν, ἀλλ' ἔτι χαμαὶ συρόμενοι προτιμῶμεν τὰ γήϊνα τῶν οὐρανίων, τὰ πρόσκαιρα τῶν μελλόντων, τὰ πρὶν ἢ φανῆναι ἀφιπτάμενα τῶν διαιωνιζόντων, καὶ τὴν πρόσκαιρον ἡδονὴν τῆς διηνεκοῦς ἡδονῆς, καὶ τὴν βραχεῖαν εὐημερίαν ταύτην τοῦ παρόντος βίου τῶν ἀτελευτήτων αἰώνων ἐκείνων. Οἶδα ὅτι δάκνει τὴν ἀκοὴν ταυτὶ τὰ ῥήματα, ἀλλὰ σύγγνωτε. Ἐπιθυμῶν τὴν ὑμῶν σωτηρίαν ταῦτα φθέγγομαι, καὶ βουλόμενος ἐνταῦθα μικρὸν ὑμᾶς δηχθέντας τὴν αἰώνιον κόλασιν διαφυγεῖν, ἢ πρὸς ὀλίγον ψυχαγωγηθέντας διηνεκῆ τὴν τιμωρίαν ὑπέχειν. Εἰ γὰρ ἀνάσχησθε τῶν ἐμῶν λόγων, καὶ τὴν προλαβοῦσαν ἀθυμίαν ἀποσείσεσθε, καὶ μάλιστα νῦν ὡς ἔτι ὁ βραχὺς οὗτος καιρὸς τῆς ἁγίας ὑμῖν ὑπολέλειπται τεσσαρακοστῆς, δυνήσεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐπισπάσασθαι, οὐδὲ γὰρ πολλῶν ἡμερῶν δεῖται ὁ Δεσπότης, οὐδὲ χρόνου, ἀλλ' ἐὰν θελήσωμεν καὶ ἐν ταῖς δυσὶ ταύταις ἑβδομάσι πολλὴν τὴν διόρθωσιν τῶν ἐπταισμένων ἡμῖν ποιησόμεθα. Εἰ γὰρ τοὺς Νινευΐτας, ἐπειδὴ τριῶν ἡμερῶν τὴν μετάνοιαν ἐπεδείξαντο, τοσαύτης ἠξίωσε φιλανθρωπίας, πολλῷ δὴ μᾶλλον ἡμᾶς οὐ περιόψεται· μόνον ἐὰν τὴν ἀληθῆ μετάνοιαν ἐπιδειξώμεθα, καὶ τῆς κακίας ἀποστάντες ἁψώμεθα τῆς ἐπὶ τὴν ἀρετὴν φερούσης ὁδοῦ. Καὶ γὰρ περὶ ἐκείνων, τῶν Νινευϊτῶν λέγω, μαρτυροῦσα ἡ θεία Γραφὴ, τοῦτό φησιν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Ἐὰν τοίνυν καὶ ἡμᾶς ἴδῃ μεταταξαμένους πρὸς τὴν ἀρετὴν, καὶ ἐκκλίναντας μὲν ἀπὸ τῆς κακίας, ἐπὶ δὲ τὴν τῶν ἀγαθῶν ἐργασίαν σπεύδοντας. δέξεται καὶ ἡμῶν τὴν ἐπιστροφὴν, καὶ τῶν φορτίων ἐλευθερώσας τῶν ἁμαρτημάτων παρέξει τὰς παρ' ἑαυτοῦ δωρεάς. Οὐδὲ γὰρ ἡμεῖς οὕτω τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐπιθυμοῦμεν, καὶ σωτηρίας ἐφιέμεθα, ὡς αὐτὸς σπεύδει καὶ ἐπείγεται κἀκείνων ἡμῖν τὴν ἀπαλλαγὴν δωρήσασθαι, καὶ τῆς σωτηρίας τὴν ἀπόλαυσιν παρασχεῖν. Διὰ τοῦτο, παρακαλῶ, διεγείρωμεν ἑαυτῶν τὸν λογισμὸν, καὶ ἕκαστος ἐξεταστὴς ἑαυτῷ γινέσθω, εἴ τι πλέον αὐτῷ κατώρθωται ἐν τῷ παρελθόντι χρόνῳ, εἴ τινα ὄνησιν ἔσχεν ἐκ τῆς συνεχοῦς ταύτης διδασκαλίας, εἴ τι ἐκαρπώσατο εἰς τὴν τοῦ πλησίον κατάστασιν, εἴ τινα τῶν ἐλαττωμάτων διώρθωσε τῶν ἑαυτοῦ, εἴ τινα πρὸς φιλοσοφίαν προτροπὴν ἐδέξατο ἐκ τῆς καθημερινῆς ἡμῶν παραινέσεως· καὶ τοῖς μὲν ἤδη κατωρθωμένοις προσθήκην ἐπινοείτω, καὶ μηδέποτε παυέσθω τῆς καλῆς ταύτης ἐργασίας. Εἰ δέ τις ὑπὸ τῆς συνηθείας τῆς περὶ αὐτὸν κεκρατημένος ὁρᾷ ἑαυτὸν τοῖς αὐτοῖς ἐπιμένοντα, βιασάσθω ἑαυτοῦ τὸν λογισμὸν, δίκην ἀπαιτήσας τῆς τοσαύτης ῥᾳθυμίας, καὶ μὴ ἀνάσχοιτο περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στήσας τὰ τῆς πονηρᾶς συνηθείας, ἐκκοπτέτω τὴν ὁρμὴν, ἀναχαιτιζέτω τὸν λογισμὸν, εἰς ἔννοιαν ἑαυτὸν ἀγέτω τῆς φοβερᾶς ἐκείνης ἡμέρας, ἀναλογιζέσθω τῆς φρικτῆς ταύτης τραπέζης τὴν ἀπόλαυσιν, καὶ τοῦ ἐντεῦθεν ἐκπηδῶντος πυρὸς τὴν φαιδρότητα, καὶ τὴν καυστικὴν δύναμιν, καὶ οἵαν ἀπαιτεῖ τοῦ προσιόντος εἶναι τὴν διάνοιαν, παντὸς ῥύπου, πάσης κηλῖδος καθαρεύουσαν, καὶ τῶν ἀτόπων λογισμῶν τὴν συνουσίαν ἐκτρεπομένην, ἵν' οὕτως ἑαυτοὺς εὐτρεπίσαντες ταῖς μεταξὺ ταύταις ἡμέραις δυνηθῶμεν, καθ' ὅσον οἷόν τε ἐκκαθάραντες ἑαυτοὺς, καὶ τῆς ἐντεῦθεν ἀπολαύσεως μετασχεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.